Fall of Troy
1
1
2
2.5
3
4
4.5
5
6
6.5
7
8
8.5
9
10
10.5
11
12
Εὖθ’
ὑπὸ
Πηλείωνι
δάμη
θεοείκελος
Ἕκτωρ
καί ἑ πυρὴ κατέδαψε καὶ ὀστέα γαῖα κεκεύθει,
δὴ τότε Τρῶες ἔμιμνον ἀνὰ Πριάμοιο πόληα
δειδιότες μένος ἠῢ θρασύφρονος Αἰακίδαο·
ἠΰτ’ ἐνὶ ξυλοχοισι βόες βλοσυροῖο λέοντος
ἐλθέμεν οὐκ ἐθέλουσιν ἐναντίαι, ἀλλὰ φέβουται
ἰληδὸν πτώσσουσαι ἀνὰ ῥωπήια πυκνά·
ὥς οἱ ἀνὰ πτολίεθρον ὑπέτρεσαν ὄβριμου ἄνδρα
μνησάμενοι προτέρων, ὁπόσων ἀπὸ θυμὸν ἴαψεν
θύων Ἰδαίοιο περὶ προχοῇσι Σκαμάνδρου,
ἠδ’ ὅσσους φεύγοντας ὑπὸ μέγα τεῖχος ὄλεσσεν,
Ἕκτορά θ’ ὡς ἐδάμασσε καὶ ἀμφείρυσσε πόληι,
ἄλλους θ’ ὡς ἐδάϊξε δι’ ἀκαμάτοιο θαλάσσης
ὁππότε δὴ τὰ πρῶτα φέρε Τρώεσσιν ὄλεθρον.
τῶν οἵ γε μνησθέντες ἀνὰ πτολίεθρον ἔμιμνον.
ἀμφὶ δ’ ἄρα σφίσι πένθος ἀνιηρὸν πεπότητο
ὡς ἤδη στονόεντι καταιθομένης πυρὶ Τροίης.
καὶ τότε Θερμώδοντος ἀπ’ εὐρυπόροιο ῥεέθρων
ἤλυθε Πενθεσίλεια θεῶν ἐπιειμένη εἶδος,
ἄμφω καὶ στονόεντος ἐελδομένη πολέμοιο
καὶ μέγ’ ἀλευαμένη στυγερὴν καὶ ἀεικέα φήμην,
μή τις ἑὸν κατὰ δῆμον ἐλεγχείῃσι χαλέψῃ
ἀμφὶ κασιγνήτης, ἧς εἵνεκα πένθος ἄεξεν,
Ἱππολύτης· τὴν γάρ ῥα κατέκτανε δουρὶ κραταιῷ,
οὐ μὲν δή τι ἑκοῦσα, τιτυσκομένη δ’ ἐλάθοιο·
τοὔνεκ’ ἄρα Τροίης ἐρικυδέος ἵκετο γαῖαν.
πρὸς δ’ ἔτι οἱ τόδε θυμὸς ἀρήιος ὁρμαίνεσκεν,
ὄφρα καθηραμένη περὶ λύματα λυγρὰ φόνοιο
σμερδαλέας θυέεσσιν Ἐριννύας ἱλάσσηται,
αἵ οἱ ἀδελφειῆς κεχολωμέναι αὐτίχ’ ἕποντο
ἄφραστοι· κεῖναι γὰρ ἀεὶ περὶ ποσσὶν ἀλιτρῶν
στρωφῶντ’, οὐδέ τιν’ ἐστὶ θεὰς ἀλιτόνθ’ ὑπαλύξαι.
σὺν δέ οἱ ἄλλαι ἕποντο δυώδεκα πᾶσαι ἀγαυαί,
πᾶσαι ἐελδόμεναι πόλεμον καὶ ἀεικέα χάρμην,
αἵ οἱ δμωίδες ἔσκον ἀγακλειταί περ ἐοῦσαι·
ἀλλ’ ἄρα πασάων μέγ’ ὑπείρεχε Πενθεσίλεια·
ὡς δ’ ὅτ’ ἀν’ οὐρανὸν εὐρὺν ἐν ἀστράσι δῖα σελήνη
ἐκπρέπει ἐν πάντεσσιν ἀριζήλη γεγαυῖα
αἰθέρος ἀμφιραγέντος ὑπὸ νεφέων ἐριδούπων,
εὖτ’ ἀνέμων εὕδῃσι μένος μέγα λάβρον ἀέντων·
ὣς ἥ γ’ ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν.
ἔνθ’ ἄρ’ ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε
Εὐάνδρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα
ἠδὲ καὶ Ἱπποθόη, μετὰ δ’ Ἁρμοθόη κυανῶπις
Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια,
τῇ δ’ ἔπι Θερμώδωσα μέγ’ ἔγχεϊ κυδιόωσα·
τόσσαι ἄρ’ ἀμφιέποντο δαΐφρονι Πενθεσιλείῃ·
οἵη δ’ ἀκαμάτοιο κατέρχεται Οὐλύμποτο
Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις
Ὡράων μετ’ ἐϋπλοκάμων, μετὰ δέ σφισι πάσῃς
ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσῃς·
τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ
ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν· ἀμφὶ δὲ Τρῶες
πάντοθεν ἐσσύμενοι μέγ’ ἐθάμβεον, εὖτ’ ἐσίδοντο
Ἄρες ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα
εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ
ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει,
μειδιόως’ ἐρατεινόν, ὑπ’ ὀφρύσι δ’ ἱμερόεντες
ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,
αἰδὼς δ’ ἀμφερύθηνε παρήια, τῶν δ’ ἐφύπερθε
θεσπεσίη ἐπέκειτο χάρις καταειμένη ἀλκήν.
λαοὶ δ’ ἀμφεγάνυντο καὶ ἀχνύμενοι τὸ πάροιθεν·
ὡς δ’ ὁπότ’ ἀθρήσαντες ἀπ’ οὔρεος ἀγροιῶται
Ἶριν ἀνεγρομένην ἐξ εὐρυπόροιο θαλάσσης,
ὄμβρου ὅτ’ ἰσχανόωσι θεουδέος, ὁππότ’ ἀλωαὶ
ἤδη ἀπαυαίνονται ἐελδόμεναι Διὸς ὕδωρ,
ὀψὲ δ’ ὑπηχλύνθη μέγας οὐρανός, οἱ δ’ ἐσιδόντες
ἐσθλὸν σῆμ’ ἀνέμοιο καὶ ὑετοῦ ἐγγὺς ἐόντος
χαίρουσιν, τὸ πάροιθεν ἐπιστενάχοντες ἀρούραις·
ὣς ἄρα Τρώιοι υἷες, ὅτ’ ἔδρακον ἔνδοθι πάτρης
δεινὴν Πενθεσίλειαν ἐπὶ πτόλεμον μεμαυῖαν,
γήθεον· ἐλπωρὴ γὰρ ὅτ’ ἐς φρένας ἀνδρὸς ἵκηται
ἀμφ’ ἀγαθοῦ, στονόεσσαν ἀμαλδύνει κακότητα.
τοὔνεκα καὶ Πριάμοιο νόος πολέα στενάχοντος
καὶ μέγ’ ἀκηχεμένοιο περὶ φρεσὶ τυτθὸν ἰάνθη·
ὡς δ’ ὅτ’ ἀνὴρ ἀλαοῖσιν ἐπ’ ὄμμασι πολλὰ μογήσας
ἱμείρων ἰδέειν ἱερὸν φάος ἢ θανέεσθαι
ἢ πόνῳ ἰητῆρος ἀμύμονος ἠὲ θεοῖο
ὄμματ’ ἀπαχλύσαντος ἴδῃ φάος ἠριγενείης,
οὐ μὲν ὅσον τὸ πάροιθεν, ὅμως δ’ ἄρα βαιὸν ἰάνθη
πολλῆς ἐκ κακότητος, ἔχει δ’ ἔτι πήματος ἄλγος
αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον· ὣς ἄρα δεινὴν
υἱὸς Λαομέδοντος ἐσέδρακε Πενθεσίλειαν·
παῦρον μὲν γήθησε, τὸ δὲ πλέον εἰσέτι παίδων
ἄχνυτ’ ἀποκταμένων. ἄγε δ’ εἰς ἑὰ δώματ’ ἄνασσαν,
καί μιν προφρονέως τίεν ἔμπεδον εὖτε θύγατρα
τηλόθι νοστήσασαν ἐεικοστῷ λυκάβαντι,
καί οἱ δόρπον ἔτευξε πανείδατον, οἷον ἔδουσι
κυδάλιμοι βασιλῆες, ὅτ’ ἔθνεα δῃώσαντες
δαίνυντ’ ἐν θαλίῃσιν ἀγαλλόμενοι περὶ νίκης·
δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δ’ ὑπέστη
δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ.
ἡ δ’ ἄρ’ ὑπέσχετο ἔργον, ὃ οὔποτε θνητὸς ἐώλπει,
δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν
Ἀργείων, πυρσὸν δὲ νεῶν καθύπερθε βαλέσθαι·
νηπίη· οὐδέ τι ᾔδη ἐϋμμελίην Ἀχιλῆα,
ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ.
τῆς δ’ ὡς οὖν ἐπάκουσεν ἐῢς πάϊς Ἠετίωνος
Ἀνδρομάχη, μάλα τοῖα φίλῳ προσελέξατο θυμῷ·
‘ἆ δειλή, τί νυ τόσσα μέγα φρονέους’ ἀγορεύεις;
οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέϊ Πηλείωνι
μάρνασθ’, ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει.
λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; ἦ νύ τοι ἄγχι
ἕστηκευν Θανάτοιο τέλος καὶ δαίμονος Αἶσα.
Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί·
ἀλλ’ ἐδάμη κρατερός περ ἐών, μέγα δ’ ἤκαχε Τρῶας,
οἵ ἑ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο·
καί μοι ἔην μέγα κῦδος ἰδ’ ἀντιθέοις τοκέεσσι
ζωὸς ἐών· ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,
πρίν ἑ δι’ ἀνθερεῶνος ὑπ’ ἔγχεϊ θυμὸν ὀλέσσαι.
νῦν δ’ ἄρ’ ἀάσπετον ἄλγος ὀϊζυρῶς ἐσάθρησα,
κεῖνον ὅτ’ ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι
ἀργαλέως Ἀχιλῆος, ὅ μ’ ἀνέρος εὖνιν ἔθηκε
κουριδίου, τό μοι αἰνπὸν ἄχος πέλει ἤματα πάντα.’
ὣς φάθ’ ἑὸν κατὰ θυμὸν ἐΰσφυρος Ἠετιώνη
μνησαμένη πόσιος· μάλα γὰρ μέγα πένθος ἀέξει
ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν.
ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς
δύσατ’ ἐς ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δ’ ἠώς.
οἱ δ’ ὅτε δὴ παύσαντο ποτοῦ δαιτός τ’ ἐρατεινῆς,
δὴ τότε που δμῳαὶ στόρεσαν θυμήρεα λέκτρα
ἐν Πριάμοιο δόμοισι θρασύφρονι Πενθεσιλείῃ·
ἡ δὲ κιοῦς’ εὕδεσκεν· ὕπνος δέ οἱ ὄσσε κάλυψε
νήδυμος ἀμφιπεσών· μόλε δ’ αἰθέρος ἐξ ὑπάτοιο
Παλλάδος ἐννεσίῃσι μένος δολόεντος Ὀνείρου,
ὅππως μιν λεύσσουσα κακὸν Τρώεσσι γένηται
οἷ τ’ αὐτῇ, μεμαυῖα ποτὶ πτολέμου στροφάλιγγα.
καὶ τὰ μὲν ὣς ὥρμαινε δαΐφρων Τριτογένεια·
τῇ δ’ ἄρα λυγρὸς Ὄνειρος ἐφίστατο πατρὶ ἐοικώς,
καί μιν ἐποτρύνεσκε ποδάρκεος ἄντ’ Ἀχιλῆος
θαρσαλέως μάρνασθαι ἐναντίον· ἡ δ’ ἀΐουσα
γήθεεν ἐν φρεσὶ πάμπαν· ὀΐσσατο γὰρ μέγα ἔργου
ἐκτελέσειν αὐτῆμαρ ἀνὰ μόθον ὀκρυόεντα·
νηπίη· ἥ ῥ’ ἐπίθησεν ὀϊζυρῷ περ Ὀνείρῳ
ἑσπερίῳ, ὃς φῦλα πολυτλήτων ἀνθρώπων
θέλγει ἐνὶ λεχέεσσιν ἄδην ἐπικέρτομα βάζων,
ὅς μιν ἄρ’ ἐξαπάφησεν ἐποτρύνων πονέεσθαι.
ἀλλ’ ὅτε δή ῥ’ ἐπόρουσε ῥοδόσφυρος ἠριγένεια,
δὴ τότε Πενθεσίλεια μέγ’ ἐνθεμένη φρεσὶ κάρτος
ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφ’ ὤμοισιν ἔδυνε
τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.
πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπ’ ἀργυφέῃσιν ἔθηκε
κνημῖδας χρυσέας, αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι·
ἕσσατο δ’ αὖ θώρηκα παναίολον· ἀμφὶ δ’ ἄρ’ ὤμοις
θήκατο κυδιόωσα μέγα ξίφος, ᾧ πέρι πάντη
κουλεὸς εὖ ἤσκητο δι’ ἀργύρου ἠδ’ ἐλέφαντος·
ἂν δ’ ἕλετ’ ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης,
ἥ θ’ ὑπὲρ ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν
ἥμισυ πεπληθυῖα περὶ γναμπτῇσι κεραίῃς·
τοίη μαρμαίρεσκεν ἀάσπετον· ἀμφὶ δὲ κρατὶ
θῆκε κόρυν κομόωσαν ἐθείρῃσι χρυσέῃσιν·
ὣς ἡ μὲν μορόεντα περὶ χροΐ θήκατο τεύχη.
ἀστεροπῇ δ’ ἀτάλαντος ἐείδετο, τὴν ἀπ’ Ὀλύμπου
ές γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο
δεικνὺς ἀνθρώποισι μένος βαρυηχέος ὄμβρου
ἠὲ πολυρροίζων ἀνέμων ἄλληκτον ἰωήν.
αὐτίκα δ’ ἐγκονέουσα διὲκ μεγάροιο νέεσθαι
δοιοὺς εἵλετ’ ἄκοντας ὑπ’ ἀσπίδα, δεξιτερῇ δὲ
βουπλῆγ’ ἀμφίτυπον, τόν οἱ Ἔρις ὤπασε δεινὴ
θυμοβόρου πολέμοιο πελώριον ἔμμεναι ἄλκαρ.
τῷ ἐπικαγχαλόωσα τάχ’ ἤλυθεν ἔκτοθι πύργων
Τρῶας ἐποτρύνουσα μάχην ἐς κυδιάνειραν
ἐλθέμεναι· τοὶ δ’ ὦκα συναγρόμενοι πεπίθοντο
ἄνδρες ἀριστῆες, καίπερ πάρος οὐκ ἐθέλοντες
στήμεναι ἄντ’ Ἀχιλῆος· ὁ γὰρ περιδάμνατο πάντας.
ἡ δ’ ἄρα κυδιάασκεν ἀάσχετον· ἕζετο δ’ ἵππῳ
καλῷ, ὠκυτάτῳ, τόν οἱ ἄλοχος Βορέαο
ὤπασεν Ὠρείθυια πάρος Θρῄκηνδε κιοήσῃ
ξείνιον, ὅς τε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι.
τῷ ῥα τόθ’ ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα
ἐσθλὴ Πενθεσίλεια· λυγραὶ δέ μιν ὀτρύνεσκον
κῆρες ὁμῶς πρώτην τε καὶ ὑστατίην ἐπὶ δῆριν
ἐλθέμεν· ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι
πολλοὶ ἕποντ’ ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ
ἰλαδόν, ἠΰτε μῆλα μετὰ κτίλου, ὅς θ’ ἅμα πάντων
νισσομένων προθέῃσι δαημοσύνῃσι νομῆος·
ὣς ἄρα τῇ γ’ ἐφέποντο βίῃ μέγα μαιμώωντες
Τρῶες ἐϋσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι.
ἡ δ’ οἵη Τριτωνίς, ὅτ’ ἤλυθεν ἄντα Γιγάντων,
ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀΐσσονσα,
τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.
καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας
χεῖρας Λαομέδοντος ἐΰς γόνος ἀφνειοῖο
εὔχετ’ ἐς ἱερὸν αἰπὺ τετραμμένος Ἰδαίοιο
Ζηνός, ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις·
‘κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαιικὸν ἤματι τῷδε
δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηιάδος βασιλείης,
καὶ δ’ αὖ μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον
ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην,
αὐτήν θ’, οὕνεκ’ ἔοικεν ἐπουρανίῃσι θεῇσιν
ἐκπάγλως, καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
αἴδεσσαι δ’ ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα
παίδων ὀλλυμένων, οὕς μοι περὶ Κῆρες ἔμαρψαν
Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος·
αἴδεο δ’, ἕως ἔτι παῦροι ἀφ’ αἵματός εἰμεν ἀγαυοῦ
Δαρδάνου, ἕως ἀδάϊκτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς
ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.’
ἦ ῥα μέγ’ εὐχόμενος· τῷ δ’ αἰετὸς ὀξὺ κεκληγὼς
ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν
ἐσσυμένως οἴμησεν ἀριστερός· ἀμφὶ δὲ θυμῷ
τάρβησε Πριάμοιο νόος, φάτο δ’ οὐκέτ’ ἀθρήσειν
ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν·
καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ
κῆρες ὑπεκτελέειν· ὁ δ’ ἄρ’ ἄχνυτο θυμὸν ἐαγώς.
Ἀργεῖοι δ’ ἀπάνευθεν ἐθάμβεον, εὖτ’ ἐσίδοντο
Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,
τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τ’ ἐν ὄρεσσι
ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,
τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τ’ ἐπὶ θάμνοις
μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο·
καί τις ἅμ’ ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπεν·
‘τίς δὴ Τρῶας ἔγειρε μεθ’ Ἕκτορα δῃωθέντα,
οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας ;
νῦν δ’ ἄφαρ ἀΐσσουσι λιλαιόμενοι μέγα χάρμης.
καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι·
φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
ἀλλ’ ἄγε θάρσος ἄατον ἐνὶ στέρνοισι λαβόντες
ἀλκῆς μνησώμεσθα δαΐφρονος· οὐδὲ γὰρ ἡμεῖς
νόσφι θεῶν Τρώεσσι μαχησόμεθ’ ἤματι τῷδε.’
ὣς φάτο· τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες
νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις·
σὺν δ’ ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι
δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δ’ ἔχον ἔντεα καλά,
ἔγχεα καὶ θώρηκας ἐϋσθενέαδ τε βοείας
καὶ κόρυθας βριαράς, ἕτερος δ’ ἑτέρου χρόα χαλκῷ
τύπτον ἀπηλεγέως· τὸ δ’ ἐρεύθετο Τρώιον οὖδας.
Ἔνθ’ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε
Εἰλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον
Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τ’ Ἐλάσιππον·
Δηρινόη δ’ ἕλε Δαογόνον, Κλονίη δὲ Μένιππον,
ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ,
ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται.
τοῦ δ’ ἄρ’ ἀποφθμένοιο Ποδάρκεϊ θυμὸς ἀρίνθη
Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθ’ ἑταίρων·
αἶψα δ’ ὅ γ’ ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ
ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δ’ ἔγκατα πάντα·
τῆς δ’ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα
οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ
χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας
κέρσε, μέλαν δέ οἱ αἷμα δι’ ἕλκεος οὐταμένοιο
ἔβλυσεν ἐσσυμένως· ὁ δ’ ἄρα στενάχων ἀπόρουσεν
εἰσοπίσω· μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη·
τοῦ δ’ ἄρ’ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
ἄσπετος· ὃς δ’ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς
κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι τύψας
δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν·
ἡ δ’ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τ’ ἐν ὄρεσ σι
δουροτόμοι τέμνουσιν ὑπείροχον, ἡ δ’ ἀλεγεινὸν
ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·
ὣς ἡ ἀνοιμώξασα πέσεν, τῆς δ’ ἂψεα πάντα
λῦσε μόρος, ψυχὴ δ’ ἐμίγη πολυαέσιν αὔραις.
Εὐάνδρην δ’ ἄρα Μηριόνης ἰδὲ Θερμώδωσαν
εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα
τῇ μὲν ἄρ’ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δ’ ὑπὸ νηδὺν
φάσγανον ἐγχρίμψας· τὰς δ’ ἐσσυμένως λίπεν αἰών.
Δηρινόην δ’ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς
ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.
Ἀλκιβίης δ’ ἄρα Τυδείδης καὶ Δηριμαχείης
ἄμφω κρᾶτ̓ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπ’ ὤμους
ἄορι λευγαλέῳ· ταὶ δ’ ἠΰτε πόρτιες ἄμφω
κάππεσον, ἅς τ’ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ
κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·
ὣς αἱ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι
Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.
τῇσι δ’ ἔπι Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον,
ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν
Ἀργείοις, οὐδ’ αὖθις ἑὴν νοστήσατο πάτρην.
τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος,
καί ῥ’ ἔβαλε Σθενέλοιο καταντίον· οὐδ’ ἄρα τόν γε
οὔτασεν ἐσ σύμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς
ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον·
κτεῖνε δ’ ἄρ’ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην,
ὅς ῥ’ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.
τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο πάϊς Φυλῆος ἀγαυοῦ
ὠρίνθη· μάλα δ’ ὦκα λέων ὣς πώεσι μήλων
ἔνθορε· τοὶ δ’ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα·
κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἰππασίδην Ἀγέλαον,
οἵ ῥ’ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν
Νάστῃ ὑπ’ ἀντιθέῳ καὶ ὑπ’ Ἀμφιμάχῳ μεγαθύμῳ,
οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα
Βράγχου τ’ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον
Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥ’ ἐπὶ γαῖαν
Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου
εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.
καὶ τοὺς μὲν κατέπεφνε Μέγης δηιοτῆτι·
ἄλλους δ’ αὖτ’ ἐδάμασσεν, ὅσους κίχε δουρὶ κελαινῷ·
ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
ὄφρα κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.
Δρησαῖον δ’ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης,
τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι
μιχθεῖς’ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,
ᾗχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ
πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθι πέτρης,
καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου
καὶ κορυφαὶ Σιπύλου περιμήκεες, ὧν καθύπερθεν
ἐχθρὴ μηλονόμοισιν ἁεὶ περιπέπτατ’ ὀμίχλη·
ἡ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,
οὕνεκ’ ἔοικε γυναικὶ πολυστόνῳ, ἥ τ’ ἐπὶ λυγρῷ
πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει·
καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότ’ ἄρ’ αὐτὴν
τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,
φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τ’ ἀπορρώξ.
ἀλλ’ ἡ μὲν μακάρων ἀλοὸν χόλον ἐκτελέουσα
μύρεται ἐν πέτρῃσιν ἔτ’ ἀχνυμένῃ εἰκυῖα.
ἄλλοι δ’ ἀμφ’ ἄλλοισι φόνον καὶ κῆρ’ ἐτίθεντο
ἀργαλέην· δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς
λαοῖς ἐν μέσσοισιν· ἀταρτηρὸν δέ οἱ ἄγχι
εἱστήκει Θανάτοιο τέλος, περὶ δέ σφισι Κῆρες
λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι.
πολλῶν δ’ ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ
Τρώων τ’ Ἀργείων τε, πολὺς δ’ ἀλαλητὸς ὀρώρει·
οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,
ἀλλ’ ὥς τίς τε βόεσσι κατ’ οὔρεα μακρὰ λέαινα
ἐνθόρῃ ἀΐξασα βαθυσκοπέλου διὰ βήσσης
αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει·
ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.
οἱ δ’ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες,
ἡ δ’ ἕπετ’ ἠΰτε κῦμα βαρυγδούποιο θαλάσσης
νήεσιν ὠκείῃσιν, ὅθ’ ἱστία λευκὰ πετάσσῃ
οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι
πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν.
ὣς ἥ γ’ ἑσπομένη Δαναῶν ἐδάϊζε φάλαγγας,
καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα·
‘ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην
σήμερον· οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας
χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδ’ ἀλόχοισιν
ἔσσεται· οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες
κείσεσθ’, οὐδέ τι τύμβος ἐφ’ ὑμέας ἵξεται αἴης.
πῇ νῦν Τυδείδαο βίη, πῇ δ’ Αἰακίδαο,
ποῦ δὲ καὶ Αἴαντος; τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους·
ἀλλ’ ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι,
μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.’
ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέους’ ἐνόρουσε
θηρὶ βίην εἰκυῖα, πολὺν δ’ ὑπεσάμνατο λαὸν
ἄλλοτε μὲν βουπλῆγι βαρυστόμῳ, ἄλλοτε δ’ αὖτε
πάλλους’ ὀξὺν ἄκοντα· φέρεν δέ οἱ αἰόλος ἵππος
ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρ’ αὐτῇ
χρειὼ ἀν’ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν
καὶ τόξοιο πέλοιτο· θοοὶ δέ οἱ ἄνδρες ἕποντο
Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε
ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,
οἳ Δαναοὺς ἐδάϊζον ἐϋξέστῃς μελίῃσι·
τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι
πίπτον ἐπασσύτεροι, μέγα δ’ ἔστενεν ἄσπετος αἶα
αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα·
ἵπποι δ’ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν
ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες·
οἱ δὲ κόνιν βρυγμοῖσι δεδραγμένοι ἀσπαίρεσκον·
τοὺς δ’ ἄρα Τρώιοι ἵπποι ἑπεσσύμενοι μετόπισθεν
ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.
καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,
ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀΐσσουσαν
λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τ’ ἐνὶ πόντῳ
μαίνεθ’, ὅτ’ αἰγοκερῆι συνέρχεται ἠελίου ἴς·
καί ῥ’ ὅ γε μαψιδίῃσιν ἐπ’ ἐλπωρῇσιν ἔειπεν·
‘ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπ’ οὐρανοῦ εἰλήλουθε
σήμερον ἀθανάτων τις, ἵν’ Ἀργείοισι μάχηται
ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ,
ὃς τάχα που μέμνηται ἐϋσθενέος Πριάμοιο,
ὅς ῥά οἱ εὔχεται εἶναι ἀφ’ αἵματος ἀθανάτοιο.
οὐ γὰρ τήνδε γυναῖκά γ’ ὀΐομαι εἰσοράασθαι
αὕτως θαρσαλέην τε καὶ ἀγλαὰ τεύχἐ ἔχουσαν,
ἀλλ’ ἄρ’ Ἀθηναίην ἢ καρτερόθυμον Ἐνυὼ
ἢ Ἔριδ’ ἢ κλειτὴν Λητωίδα· καί μιν ὀΐω
σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι
νῆάς τ’ ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν
ἤλυθον ἐς Τροίην νῶιν κακὰ πολλὰ φέροντες,
ἤλυθον ἄσχετον ἄμμιν ὑπ’ Ἄρεϊ πῆμα φέροντες·
ἀλλ’ οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες
πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει.’
ὣς ἄρ’ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς,
νήπιος· οὐδ’ ἄρ’ ἐφράσσατ’ ἐπεσσύμενον βαρὺ πῆμα
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ.
οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφιπέπυστο
Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς,
ἀλλ’ ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο
μνησάμενοι ἑτάροιο· γόος δ’ ἔχεν ἄλλυδις ἄλλον.
τοὺς γὰρ δὴ μακάρων τις ἐρήτυε νόσφι κυδοιμοῦ,
ὄφρ’ ἀλεγεινὸν ὄλεθρον ἀναπλήσωσι δαμέντες
πολλοὶ ὑπὸ Τρώεσσι καὶ ἐσθλῇ Πενθεσιλείῃ,
ἥ σφιν ἐπασσυτέροις κακὰ μήδετο, καί οἱ ἄεξεν
ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ ποτ’ αἰχμὴν
μαψιδίην ἴθυνεν, ἀεὶ δ’ ἢ νῶτα δάϊζε
φευγόντων ἢ στέρνα καταντίον ἀϊσσόντων·
θερμῷ δ’ αἵματι πάμπαν ἐδεύετο, γυῖα δ’ ἐλαφρὰ
ἔπλετ’ ἐπεσσυμένης· κάματος δ’ οὐ δάμνατο θυμὸν
ἄτρομον, ἀλλ’ ἀδάμαντος ἔχεν μένος· εἰσέτι γάρ μιν,
οὔπω ἐπὶ κλόνον αἰνὸν ἐποτρύνους’ Ἀχιλῆα,
αἶσα λυγρὴ κύδαινεν, ἀπόπροθι δ’ ἑστηυῖα
χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκ’ ἔμελλε
κούρην οὐ μετὰ δηρὸν ὑπ’ Αἰακίδαο χέρεσσι
δάμνασθ’· ἀμφὶ δέ μιν ζόφος ἔκρυφε· τὴν δ’ ὀρόθυνεν
αἰὲν ἄϊστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον
ὕστατα κυδαίνους’· ἡ δ’ ἄλλοθεν ἄλλον ἔναιρεν,
ὡς δ’ ὁπόθ’ ἑρσήεντος ἔσω κήποιο θοροῦσα
ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις
ἀνέρος οὐ παρεόντος ἐπέσσυται ἄλλοθεν ἄλλῃ
σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,
καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δ’ ἐν ποσὶν ἠμάλδυνεν·
ὣς ἄρ’ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθ’ ὅμιλον
κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δ’ ἐφόβησε.
Τρωιάδες δ’ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς
θαύμαζον, πολέμοιο δ’ ἔρως λάβεν ἱπποδάμοιο
Ἀντιμάχοιο θύγατρα Μενεπτολέμοιο δ’ ἄκοιτιν
Τισιφόνην· κρατερῇσι δ’ ὑπὸ φρεσὶν ἐμμεμαυῖα
θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα
δῆριν ἐπὶ στονόεσσαν· ἔγειρε δέ οἱ θράσος ἀλκήν·
‘ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι λαβοῦσαι
ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης
δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,
οὔποτ’ ἀναπνείοντες ὀϊζύος—ἀλλὰ καὶ αὐταὶ
παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης·
οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐϋσθενέων αἰζηῶν,
ἀλλ’ οἷον κείνοισι πέλει μένος ἔστι καὶ ἡμῖν·
ἶσοι δ’ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δ’ ὁμοῖα,
ξυνὸν δ’ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,
φορβὴ δ’ οὐχ ἑτέρη· δί δ’ ἐπ’ ἀνδράσι λώιον ἄλλο
θῆκε θεός; τῷ μή τι φεβώμεθα δηιοτῆτα.
ἢ οὐχ ὁράατε γυναῖκα μέγ’ αἰζηῶν προφέρουσαν
ἀγχεμάχων; τῆς δ’ οὔτι πέλει σχεδὸν οὔτε γενέθλη
οὔτ’ ἄρ’ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δ’ ἄνακτος
μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα·
ἡμῖν δ’ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται·
τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι
ὤλλυνθ’, αἱ δὲ τοκῆας ὀδυρόμεθ’ οὐκέτ’ ἐόντας·
ἄλλαι δ’ αὖτ’ ἀκάχηνται ἀδελφειῶν ἐπ’ ὀλέθρῳ
καὶ πηῶν· οὐ γάρ τις ὀϊζυρῆς κακότητος
ἄμμορος· ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ
εἰσιδέειν· τῷ μή τις ἔτ’ ἀμβολίη πολέμοιο
εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
τεθνάμεν ἢ μετόπισθεν ὑπ’ ἀλλοδαποῖσιν ἄγεσθαι
νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπ’ ἀνάγκῃ
ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτ’ ἐόντων.’
ὣς ἄρ’ ἔθη· πάσῃσι δ’ ἔρως στυγεροῖο μόθοιο
ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον
βήμεναι ἐν τεύχεσσιν ἀρηγέμεναι μεμαυῖαι
ἄστεϊ καὶ λαοῖσιν· ὀρίνετο δέ σφισι θυμός.
ὡς δ’ ὅτ’ ἔσω σίμβλοιο μέγ’ ἰύζωσι μέλισσαι
χείματος οὐκέτ’ ἐόντος, ὅτ’ ἐς νομὸν ἐντύνονται
ἐλθέμεν, οὐδ’ ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν,
ἄλλη δ’ αὖθ’ ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι·
ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι
ἀλλήλας ὤτρυνον· ἀπόπροθι δ’ εἴρια θέντο
καὶ ταλάρους, ἀλεγεινὰ δ’ ἐπ’ ἔντεα χεῖρας ἴαλλον.
καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο
ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κείνῃ,
εἰ μή σφεας κατέρυξε πύκα φρονέουσα Θεανὼ
ἐσσυμένας πινυτοῖσι παραυδήσας’ ἐπέεσσι·
‘τίπτε ποτὶ κλόνον αἰνὸν ἐελδόμεναι πονέεσθαι,
σχέτλιαι, οὔτι πάροιθε πονησάμεναι περὶ χάρμης,
ἀλλ’ ἄρα νηίδες ἔργον ἐπ’ ἄτλητον μεμαυῖαι
ὄρνυσθ’ ἀφραδέως; οὐ γὰρ σθένος ἔσσεται ἶσον
ἡμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.
αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαι τε
εὔαδον ἐξ ἀρχῆς καὶ ὅς’ ἀνέρες ἔργα μέλονται·
τοὔνεκ’ ἄρα σφίσι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,
οὐδ’ ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος
θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατ’ ἔθηκε.
τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα·
τῷ οἱ θηλυτέρην τιν’ ἐριζέμεν οὔτι ἔοικεν·
ἠὲ τάχ’ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισιν.
πᾶσι δ’ ἄρ’ ἀνθρώποισιν ὁμὸν γένος, ἀλλ’ ἐπὶ ἔργα
στρωφῶντ’ ἄλλος ἐπ’ ἄλλα· πέλει δ’ ἄρα κεῖνο φέριστον
ἔργον, ὅ τι φρεσὶν ᾖσιν ἐπιστάμενος πονέηται·
τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς
ἱστὸν ἐπεντύνεσθε φίλων ἔντοσθε μελάθρων.
ἁνδράσι δ’ ἡμετέροισι περὶ πτολέμοιο μελήσει.
ἐλπωρὴ δ’ ἀγαθοῖο τάχ’ ἔσσεται, οὕνεκ’ Ἀχαιοὺς
δερκόμεθ’ ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν
ἡμετέρων· οὐδ’ ἔστι κακοῦ δέος· οὔτι γὰρ ἄστυ
δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτ’ ἀλεγεινὴ
γίνετ’ ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.’
ὣς φάτο· ταὶ δ’ ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,
ὑσμίνην δ’ ἀπάνευθεν ἐσέδρακον, ἡ δ’ ἔτι λαοὺς
δάμνατο Πενθεσίλεια, περιτρομέοντο δ’ Ἀχαιοί,
οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις·
ἀλλ’ ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι
πορδάλιος κτείνοντο, ποθὴ δ’ ἔχεν οὐκέτι χάρμης
ἀνέρας ἀλλὰ φόβοιο, καὶ ἄλλυδις ἤιον ἄλλοι
οἱ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχἐ ἀπ’ ὤμων,
οἱ δ’ ἄρα σὺν τεύχεσσι, καὶ ἡνιόχων ἀπάνευθεν
ἵπποι ἴσαν φεύγοντες· ἐπεσσυμένοις δ’ ἄρα χάρμα
ἔπλετ’, ἀπολλυμένων δὲ πολὺς στόνος· οὐδέ τις ἀλκὴ
γίνετο τειρομένοισι· μινυνθάδιοι δὲ πέλοντο
πάντες, ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.
ὡς δ’ ὅτ’ ἐπιβρίσασα μέγα στονόεσσα θύελλα
ἄλλα μὲν ἐκ ῥιζέων χαμάδις βάλε δένδρεα μακρὰ
ἄνθεσι τηλεθόωντα, τὰ δ’ ἐκ πρέμνοιο κέδασσεν
ὑψόθεν, ἀλλήλοισι δ’ ἐπὶ κλασθέντα κέχυνται·
ὣς Δαναῶν κέκλιντο πολὺς στρατὸς ἐν κονίῃσι
Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.
αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον
χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας
οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν·
‘ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ
οὔασιν ὡς πολέμοιο συνεσταότος μεγάλοιο·
ἀλλ’ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν
Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας·
νῶιν δ’ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ
ἔσσεται· οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας
αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ
τὸ πρὶν ἅμ’ Ἡρακλῆι δαΐφρονι Δαομέδοντος
Τροίην, ἀγλαὸν ἄστυ, διέπραθον ἐγχείῃσι·
ὡς καὶ νῦν τελέεσθαι ὑφ’ ἡμετέρῃσιν ὀΐω
χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.’
ὣς φάτο· τῷ δ’ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο·
κλαγγὴν γὰρ στονόεσσαν ὑπέκλυεν οὔασιν οἷσιν.
ἄμφω δ’ ὡρμήθησαν ἐπ’ ἔντεα μαρμαίροντα·
καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου·
τῶν δ’ ἄρα τεύχεα καλὰ μέγ’ ἔβραχε· μαίνετο δέ σφιν
ἶσον θυμὸς Ἄρηι· τόσον σθένος ἀμφοτέροισι
δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.
Ἀργεῖοι δ’ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ
εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,
οἵ ποτ’ ἐπ’ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρὰ
Ὄσσαν τ’ αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον,
ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται·
τοῖοι ἄρ’ ἀντέστησαν ἀταρτηροῦ πολέμοιο
Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς,
ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι.
πολλοὺς δ’ ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν·
ὡς δ’ ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε
εὑρόντ’ ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων
πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες
σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν·
ὣς οἵ γ’ ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.
Ἔνθ’ Αἴας ἕλε Δηίοχον καὶ ἀρήιον Ὕλλον,
Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον.
Ἀντάνδρην δ’ ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν
ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δ’ Ἱπποθόην ἐρίθυμον,
τῇσι δ’ ἔφ’ Ἀρμοθόην· ἐπὶ δ’ ᾤχετο λαὸν ἅπαντα
αὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δ’ ὑπὸ χερσὶ
πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες
ῥεῖα καὶ ὀτραλέως, ὡσεὶ πυρὶ δάσκιος ὕλη
οὔρεος ἐν ξυνοχῇσιν ἐπισπέρχοντος ἀήτεω.
τοὺς δ’ ὁπότ’ εἰσενόησε δαΐφρων Πενθεσίλεια
θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,
ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ
πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα
αἰνὰ περισσαίνουσα θόρῃ κατέναντ’ ἐπιόντων
ἀγρευτέων, οἵπερ μιν ἐν ἔντεσι θωρηχθέντες.
ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·
ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον
δούρατ’ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀΰτει
κινυμένων· πρώτη δ’ ἔβαλεν περιμήκετον ἔγχος
ἐσθλὴ Πενθεσίλεια· τὸ δ’ ἐς σάκος Αἰακίδαο
ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτ’ ἀπὸ πέτρης·
τοἶ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.
ἡ δ’ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα
Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει·
‘νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος·
ἀλλ’ ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν
ὑμέων ἀμφοτέρων, οἵ τ’ ἄλκιμοι εὐχετάασθε
ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο
ἔσσεται ἱπποδάμοισι τότε Τρώεσσιν ὀϊζύς.
ἀλλά μοι ἆσσον ἵκεσθε κατὰ κλόνον, ὄφρ’ ἐσίδησθε,
ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν·
καὶ γάρ μευ γένος ἐστὶν Ἀρήιον· οὐδέ με θνητὸς
γείνατ’ ἀνήρ, ἀλλ’ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς·
τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.’
ἦ, μέγα καγχαλόωσα κατὰ φρένας· ἧκε δ’ ἄρ’ ἔγχος
δεύτερον· οἱ δ’ ἐγέλασσαν, ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ
Αἴαντος κνημῖδα πανάργυρον. οὐδέ οἱ εἴσω
ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι·
οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου
δυσμενέων στονόεσσαν ἐπὶ πτολέμοισιν ἀκωκήν.
Αἴας δ’ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλ’ ἄρα Τρώων
ἐς πληθὺν ἀνόρουσε· λίπεν δ’ ἄρα Πηλείωνι
οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς
ᾔδεεν, ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα
ῥηίδιος πόνος ἔσσεθ’ ὅπως ἴρηκι πέλεια.
Ἡ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα·
καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·
‘ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν
ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,
οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων·
ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
εὐχόμεθ’ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας
δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
καὶ κρατερόν περ ἐόντα· σὺ δ’ ἐν φρεσὶ πάγχυ μέμηνας,
ἣ μέγ’ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·
οὐδὲ γὰρ οὐδ’ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης
ἐξ ἐμέθεν· τίσεις δὲ κακὸν μόρον, εὖτ’ ἐν ὄρεσσι
κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
ἣ οὔπω τόδ’ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
Ξάνθου πὰρ προχοῇσιν ὑφ’ ἡμετέρῃς παλάμῃσιν;
ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο
καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;’
ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων
λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν·
αἶψα δ’ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
οὔτασε δεξιτεροῖο· μέλαν δέ οἱ ἔρρεεν αἷμα
ἐσσυμένως· ἡ δ’ εἶθαρ ὑπεκλάσθη μελέεσσιν·
ἐκ δ’ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ
ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.
ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα
ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου·
ὥρμηνεν δ’ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα
μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,
ἢ κραιπνῶς ἵπποιο κατ’ ὠκυτάτοιο θοροῦσα
λίσσεσθ’ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα
χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει
θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,
τοῖς ἤν πως πεπίθοιτ’ ὀλοὸν σθένος Αἰακίδαο·
ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν·
δῴη νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.
καὶ τὸ μὲν ὣς ὥρμαινε· θεοὶ δ’ ἑτέρωσε βάλοντο.
τῇ γὰρ ἐπεσσύμενος μέγ’ ἐχώσατο Πηλέος υἱός,
καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου·
εὖτέ τις ἀμφ’ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος
σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,
ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα
θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ
ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ
πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης·
ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέϊ ἵππῳ
ἀντικρὺ διάμησεν ὑπ’ ἔγχεϊ μαιμώωντι
Πηλείδης· ἡ δ’ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ
εὐσταλέως ἐριποῦσα κατ’ οὔδεος· οὐδέ οἱ αἰδὼς
ᾔσχυνεν δέμας ἠΰ· τάθη δ’ ἐπὶ νηδύα μακρῷ
δουρὶ περισπαίρουσα, θοῷ δ’ ἐπεκέκλιτο ἵππῳ·
εὖτ’ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,
ἥν τέ που αἰπυτάτην ἀνά τ’ ἄγκεα μακρὰ καὶ ὕλην,
οἷ αὐτῇ μέγ’ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα·
τοίη Πενθεσίλεια κατ’ ὠκέος ἤριπεν ἵππου
θηητή περ ἐοῦσα· κατεκλάσθη δέ οἱ ἁλκή.
Τρῶες δ’ ὡς ἐσίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,
πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο
ἄσπετ’ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.
ὡς δ’ ὅτ’ ἀν’ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω
ναῦται νἦ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,
παῦροι πολλὰ καμόντες ὀϊζυρῆς ἀλὸς εἴσω,
ὀψὲ δ’ ἄρα σφίσι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,
τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα
ἐξ ἁλὸς ἀΐσσουσι μέγ’ ἀχνύμενοι περὶ νηὸς
ἠδ’ ἐτάρων, οὓς αἰνὸν ὐπὸ ζόφον ἤλασε κῦμα·
ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο
κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα
καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.
Τῇδ’ ἔπικαγχλόων μεγάλ’ εὔχετο Πηλέος υἱός·
‘κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδ’ οἰωνῶν,
δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντί’ ἐμεῖο
ἐλθέμεν; ἦ που ἔφησθα μάχης ἄπο νοστήσασα
οἰσέμεν ἄσπετα δῶρα παρά Πριάμοιο γέροντος
κτείνας’ Ἀργείους· ἀλλ’ οὐ τόδε σοίγε νόημα
ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν
ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα
ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ
καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν
βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.’
ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς
ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης·
ἄμφω δ’ ἀσπαίρεσκον ὑφ’ ἓν δόρυ δῃωθέντες.
ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν
ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς· αἴγλῃ·
τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης
ἐξεφάνη ἐρατῇσιν ὑπ’ ὀφρύσι καλά πρόσωπα
καίπερ ἀποκταμένης. οἱ δ’, ὡς ἴδον, ἀμφιέποντες
Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.
κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτ’ ἀτειρὴς
Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσι
γυῖα κατ’ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας·
αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν
Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,
ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἷ’ ἀκαχήσῃ.
πολλοὶ δ’ εὐχετόωντο κατ’ οἰκία νοστήσαντες
τοίησ ἧς ἀλόχοιο ταρὰ λεχέεσσιν ἰαῦσαι.
καὶ δ’ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,
οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν
Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος
ἔπλετ’ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.
Ἄρεϊ δ’ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς
θυμὸν ἀκηχεμένῳ· τάχα δ’ ἔκθορεν Οὐλύμποιο
σμερδαλέῳ ἀτάλαντος ἐΰ κτυπέοντι κεραυνῷ,
ὅν τε Ζεὺς προΐησιν, ὁ δ’ ἀκαμάτης ἀπὸ χειρὸς
ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν
μαρμαίρων, τῷ δ’ ἀμφὶ μέγας πελεμίζετ’ Ὄλυμπος·
τοῖος Ἄρης ταναοῖο δι’ ἠέρος ἀσχαλόων κῆρ
ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε
παιδὸς ἑῆς· τῷ γάρ ῥα κατ’ οὐρανὸν εὐρὺν ἐόντι
αὖραι μυθήσαντο θοαὶ Βορέαο θύγατρες
κούρης αἰνὸν ὄλεθρον· ὁ δ’ ὡς κλύεν, ἶσος ἀέλλῃ
Ἰδαίων ὀρέων ἐπεβήσατο· τοῦ δ’ ὑπὸ ποσσὶν
ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι
καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.
καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,
εἰ μή μιν Ζεὺς αὐτὸς ἀπ’ Οὐλύμποιο φόβησε
σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς,
οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτόωντο δι’ αἴθγης
δεινὸν ἀπαιθόμενοι· ὁ δ’ ἄρ’ εἰσορόων ἐνόησε
πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν·
ἔστη δ’ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν.
ὡς δ’ ὅτ’ ἀπ’ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν
λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,
ὄμβρος ἄρ’ ἠὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι
λάβρα κυλινδομένοιο, ὁ δ’ ἀκαμάτῳ ὑπὸ ῥοίζῳ
ἔσσυτ’ ἁναθρώσκων μάλα ταρφέα, μέχρις ἵκηται
χῶρον ἐπ’ ἰσόπεδον, σταίη δ’ ἄφαρ οὐκ ἐθέλων περ·
ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ
ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι
πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκ’ ἄρ’ αὐτῶν
πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή.
πολλὰ δέ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν
ἄλλοτε μέν Κρονίδαο μέγ’ ἀσχαλόωντος ἐνιπὴν
σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,
ἄλλοτε δ’ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλ’ Ἀχιλῆι
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. ὀψὲ δέ οἱ κῆρ
μνήσαθ’, ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν
υἱέες, οἷς οὐδ’ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισιν·
τοὔνεκ’ ἀπ’ Ἀργείων ἑκάς ἤϊεν· ἦ γὰρ ἔμελλεν
κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,
εἰ Διὸς ἀθανάτοιο παρὲκ νόον ἄλλα μενοίνα.
καὶ τότ’ ἀρήϊοι υἷες ἐϋσθενέων Ἀργείων
σύλεομ ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν
πάντῃ ἐπεσσύμενοι· μέγα δ’ ἄχνυτο Πηλέος υἱὸς
κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κουίῃσι·
τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι
ὁππόσον ἀμφ’ ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.
Θερσίτης δέ μιν ἄντα κακῷ μέγα νείκεσε μύθῳ·
‘ὦ Ἀχιλεῦ φρένας αἰνέ, τίη νύ σευ ἤπαφε δαίμων
θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς,
ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι;
τῆς τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανές ἦτορ ἔχουτι
μέμβλεται ὡς ἀλόχοιο πολύφρονος, ἥν τ’ ἐπὶ ἕδνοις
κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι.
ὥς σ’ ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,
οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ,
οὐδέ νύ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν
ἀμθ’ ἀρετῆς κλυτὸν ἔργου, ἐπὴν ἐσίδησθα γυναῖκα.
σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐῢ σθένος ἠδὲ νόημα;
πῇ δὲ βίη βασιλῆος ἀμύμονος; οὐδέ τι οἶαθα
ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται;
οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν
ἐς λέχος ἱεμένης, ἥ τ’ ἄφρονα φῶτα τίθησι
καὶ πινυτόν περ ἐόντα· πόνῳ δ’ ἄρα κῦδος ὀπηδεῖ·
ἀνδρὶ γὰρ αἰχμητῇ νίκης κλέος ἔργα τ’ Ἄρηος
τερπνά· φυγοπτολέμῳ δὲ γυναικῶν εὔαδεν εὐνή.’
ἦ μέγα νεικείων· ὁ δέ οἱ περιχώσατο θυμῷ
Πηλείδης ἐρίθυμος· ἄφαρ δέ ἑ χειρὶ κραταιῇ
τύψε κατὰ γναθμοῖο καὶ οὔατος· οἱ δ’ ἅμα πάντες
ἐξεχύθνσαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δ’ αὐτὸς
πρηνής· ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο
ἀθρόον· αἶψα δ’ ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς
ἀνέρος οὐτιδανοῖο· χάρη δ’ ἄρα λαὸς Ἀχαιῶν·
τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν
αὐτὸς ἐὼν λωβητός· ὁ γὰρ Δαναῶν πέλεν αἰδώς.
καί ῥά τις ὧδ’ εἴπεσκεν ἀρηϊθόων Ἀργείων·
‘οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι
ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ·
ἔστι Θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη,
ἥ τ’ αἰεὶ μερόπεσσιν ἐπ’ ἄλγεσιν ἄλγος ἀέξει.’
ὣς ἄρ’ ἔφη Δαναῶν τις· ὁ δ’ ἀσχαλόων ἐνὶ θυμῷ
Πηνείδης ἐρίθυμος ἔπος ποτὶ τοῖον ἔειπεν·
‘κεῖσό νυν ἐν κονίῃσι λελασμένος ἀφροσυνάων·
οὐ γὰρ ἀμείνονι φωτὶ χρεών κακὸν ἀντί’ ἐρίζειν·
ὣ καί που τὸ πάροιθεν Ὀδυσσῆος ταλαὸν κῆρ
ἀργαλέως ὤρινας ἐλέγχεα μυρία βάζων·
ἀλλ’ οὐ Πηλείδης τοι ὁμοίιος ἐξεφαάνθην,
ὅς σευ θυμὸν ἔλυσα καὶ οὐκέτι χειρὶ βαρείῃ
πληξάμενος· σὲ δὲ πότμος ἀμείλιχος ἀμφεκάλυψεν,
σῇ δ’ ὀλιγοδρανίῃ θυμὸν λίπες· ἀλλ’ ἀπ’ Ἀχαιῶν
ἔρρε καὶ ἐν φθιμένοισιν ἐπεσβολίας ἀγόρευε.’
ὣς ἔφατ’ Αἰακίδαο θρασύφρονος ἄτρομος υἱός.
Τυδείδης δ’ ἄρα μοῦνος ἐν Ἀργείοις Ἀχιλῆι
χώετο Θερσίταο δεδουπότος, οὕνεκ’ ἄρ’ αὐτοῦ
εὔχετ’ ἀφ’ αἵματος εἶναι, ἐπεὶ πέλεν ὃς μὲν ἀγαυοῦ
Τυδέος ὄβριμος υἱός, ὁ δ’ Ἀγρίου ἰσοθέοιο,
ἀγρίου, ὅς τ’ Οἰνῆος ἀδελφεὸς ἔπλετο δίου·
Οἰνεὺς δ’ υἱέα γείνατ’ ἀρήιον ἐν Δαναοῖσι
Τυδέα· τοῦ δ’ ἐτέτυκτο πάϊς σθεναρὸς Διομήδης.
τοὔνεκα Θερσίταο περὶ κταμένοιο χαλέφθη.
καί νύ κε Πηλείωνος ἐναντίου ἤρατο χεῖρας,
εἰ μή μιν κατέρυξαν Ἀχαιῶν φέρτατοι υἷες,
πολλὰ παρηγορέοντες ὁμιλαδόν· ὣς δὲ καὶ αὐτὸν
Πηλείδην ἑτέρωθεν ἐρήτυον· ἦ γὰρ ἔμελλον
ἤδη καὶ ξιφέεσσιν ἐριδμαίνειν οἱ ἄριστοι
Ἀργείων· τοὺς γάρ ῥα κακὸς χόλος ὀτρύνεσκεν.
ἀλλ’ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων.
οἱ δὲ μέγ’ οἰκτείραντες ἀγαυὴν Πενθεσίλειαν
Ἀτρεῖδαι βασιλῆες ἀγασσάμενοί ἑ καὶ αὐτοὶ
Τρωσὶ δόσαν ποτὶ ἄστυ φέρειν ἐρικυδέος Ἴλου
σὺν σφοῖσιν τεύχεσσιν, ἐπεὶ Πριάμοιο νόησαν
ἀγγελίην προϊέντος· ὁ γὰρ φρεσὶν ᾗσι μενοίνα
κούρην ὀβριμόθυμον ὁμῶς τεύχεσσι καὶ Ἵππῳ
ἐς μέγα σῆμα βαλέσθαι ἀφνειοῦ Λαομέδοντος.
καί οἱ πυρκαϊὴν νηήσατο πρόσθε πόληος
ὑψηλήν, εὐρεῖαν· ὕπερθε δὲ θήκατο κούρην
πολλοῖς σὺν κτεάτεσσιν, ὅσα κταμένῃ ἐπεῴκει
ἐν πυρὶ συγκείασθαι ἐϋκτεάνῳ βασιλείῃ·
καὶ τὴν μὲν κατέδαψε θοὸν μένος Ἡφαίστοιο,
φλὸξ ὀλοή· λαοὶ δὲ περισταδὸν ἄλλοθεν ἄλλοι
πυρκαϊὴν σβέσσαντο θοῶς εὐώδεϊ οἴνῳ.
ὀστέα δ’ ἀλλέξαντες ἄδην ἐπέχευαν σἄλειφα
ἡδὺ καὶ ἐς κοίλην χηλὸν θέσαν· ἀμφὶ δ’ ἄρ’ αὐτοῖς
πίονα δημὸν ὕπερθε βάλον βοός, ἥ τ’ ἀγέλῃσιν
Ἰδαίοις ἐν ὄρεσσι μετέπρεπε φερβομένῃσι.
Τρῶες δ’ ὥστε θύγατρα φίλην περικωκύσαντες
ἀχνύμενοι τάρχυσαν ἐΰδμητον περὶ τεῖχος
πύργῳ ἔπι προὔχοντι παρ’ ὀστέα Λαομέδοντος
ἦρα φέροντες Ἄρηι καὶ αὐτῇ Πενθεσιλείῃ.
καί οἱ παρκατέθαψαν Ἀμαζόνας, ὅσσαι ἅμ’ αὐτῇ
ἐσπόμεναι ποτὶ δῆριν ὑπ’ Ἀργείοισι δάμησαν·
οὐ γάρ σφιν τύμβοιο πολυκλαύτοιο μέγηραν
Ἀτρεῖδαι, Τρώεσσι δ’ ἐϋπτολέμοισιν ὄπασσαν
ἐκ βελέων ἐρύσασθαι ὁμῶς κταμένοισι καὶ ἄλλοις·
οὐ γὰρ ἐπὶ φθιμένοισι πέλει κότος, ἀλλ’ ἐλεεινοὶ
δήιοι οὐκέτ’ ἐόντες, ἐπὴν ἀπὸ θυμὸς ὄληται.
Ἀργεῖοι δ’ ἀπάνευθε δόσαν πυρὶ πολλὰ κάρηνα
ἡρώων, οἳ δή δή ὁμοῦ κτάθεν ἠδ’ ἐδάμησαν
Τρώων ἐν παλάμῃσιν ἀνὰ στόμα δηιοτῆτος,
πολλὰ μάλ’ ἀχνύμενοι κταμένων ὕπερ. ἔξοχα δ’ ἄλλων
ἀμφ’ ἀγαθοῦ μύροντο Ποδάρκεος· οὐ γάρ ἐπ’ ἐσθλοῦ
δεύετ’ ἀδελφειοῖο μάχῃ ἔνι Πρωτεσιλάου·
ἀλλ’ ὁ μὲν ἤδη πρόσθεν ὑφ’ Ἕκτορι κεῖτο δαϊχθεὶς
ἠΰς Πρωτεσίλαος· ὀ δ’ ἔγχεϊ Πενθεσιλείης
βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος·
τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο
τεθναότων· κείνῳ δέ πέριξ ἐβάλοντο καμόντες
οἴῳ σῆμ’ ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.
νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο
θάψαντες ποτὶ νῆας ἐϋπρώρους ἀφίκοντο
Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες.
ἦμος δ’ αἰγλήεσσα κατ’ ὠκεανοῖο βεβήκει
ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη νύξ,
δὴ τότ’ ἄρ’ ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο
δαίνυτο Πηλείδαο βίη· σὺν δ’ ἄλλοι ἄριστοι
τέρποντ’ ἐν θαλίῃς μέχρις ἠὼ δῖαν ἱκέσθαι.

αὐτὰρ
ἐπεὶ
κορυφὰς
ὀρέων
ὑπέρ
ἠχηέντων
λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο,
οἱ μὲν ἄρ’ ἐν κλισίῃσιν Ἀχαιῶν ἄβριμοι υἷες
γήθεον ἀκαμάτῳ μέγ’ ἐπευχόμενοι Ἀχιλῆι.
Τρῶες δ’ αὖ μύροντο κατὰ πτόλιν· ἀμφὶ δὲ πύργους
ἐζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας,
μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνήρ
αὐτούς τε κτείνῃ κατά τε πρήσῃ πυρὶ πάντα.
τοῖσι δ’ ἄρ’ ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης·
‘ὦ φίλοι, οὐκέτ’ ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι,
ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο
Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων
κάρτος ἔην τὸ πάροιθε· καὶ οὐδ’ ὅ γε Κῆρας ἄλυξεν,
ἀλλ’ ἐδάμη παλάμῃσιν Ἀχιλλέος, ᾧ περ ὀΐω
καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔνι δῃωθῆναι·
οἵην τήνδ’ ἐδάμασσεν ἀνὰ κλόνον, ἥνπερ οἱ ἄλλοι
Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν·
καὶ γὰρ ἔην ἔκπαγλος· ἔγωγέ μιν ὡς ἐνόησα,
ὠισάμην μακάρων τίν’ ἀπ’ οὐρανοῦ ἐνθάδ’ ἱκέσθαι
ἡμῖν χάρμα φέρουσαν· ὃ δ’ οὐκ ἄρ’ ἐτήτυμον ἦεν.
ἀλλ’ ἄγε φραζώμεσθα, τί λώιον ἄμμι γένηται,
ἢ ἔτι που στυγεροῖσι μαχώμεθα δυσμενέεσσιν,
ἢ ἤδη φεύγωμεν ἀπ’ ἄστεος ὀλλυμένοιο·
οὐ γὰρ ἔτ’ Ἀργείοισι δυνησόμεθ’ ἀντιφερίζειν
μαρναμένου κατὰ δῆρ ιν ἀμειλίκτου Ἀχιλῆος.’
ὣς ἄρ’ ἔφη· τὸν δ’ υἱὸς ἀμείβετο Λαομέδοντος·
‘ὦ φίλος ἠδ’ ἄλλοι Τρῶες σθεναροί τ’ ἐπίκουροι,
μή νύ τι δειμαίνοντες ἑῆς χαζώμεθα πάτρης,
μηδ’ ἔτι δυσμενέεσσι μαχώμεθα τῆλε πόληος,
ἀλλά που ἐκ πύργων καὶ τείχεος, εἰσόκεν ἔλθῃ
Μέμνων ὀβριμόθυμος ἄγων ἀπερείσια φῦλα
λαῶν, οἳ ναίουσι μελάμβροτον Αἰθιόπειαν.
ἤδη γάρ ῥα καὶ αὐτὸν ὀΐομαι ἀγχόθι γαίης
ἔμμεναι ἡμετέρης· ἐπεὶ ἦ νύ οἱ οὔτι νέον γε
ἀγγελίην προέηκα μέγ’ ἀχνύμενος περί θυμῷ·
αὐτὰρ ὅ γ’ ἀσπασίως μοι ὑπέσχετο πάντα τελέσσαι
ἐλθὼν ἐς Τροίην· καί μιν σχεδὸν ἔλπομαι εἶναι.
ἀλλ’ ἄγε τλῆτ’ ἔτι βαιόν, ἐπεὶ πολὺ λώιόν ἐστι
θαρσαλέως ἀπολέσθαι ἀνὰ κλόνον, ἠὲ φυγόντας
ζώειν ἀλλοδαποῖσι παρ’ ἀνδράσιν αἴσχἐ ἔχοντας.’
ἦ ῥ’ ὁ γέρων· ἀλλ’ οὔτι σαόφρονι Πουλυδάμαντι
ἥνδανεν εἰσέτι δῆρις, ἐΰφρονα δ’ ἔκφατο μῦθον·
‘εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν
ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔτι μεγαίρω
μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν· ἀλλ’ ἄρα θυμῷ
δείδω, μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη
κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται
ἡμετέροις· δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτ’ Ἀχαιῶν.
ἀλλ’ ἄγε, μηδὲ πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες
αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇ
ἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μηδ’ ἔτι πάτρῃ
μίμνοντες κτεινώμεθ’ ὑπ’ Ἀργείων ὀρυμαγδοῦ,
ἀλλ’ ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη
εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματ’ ἐκείνης,
ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα,
διττάκι τόσσα φέροντας ὑπὲρ πόλιός τε καὶ αὐτῶν
ἐκδόμεν, ἕως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται
ἡμετέρην, οὐδ’ ἄστυ κατήνυκε πῦρ ἀΐδηλον.
νῦν δ’ ἄγ’ ἐμοὶ πείθεσθε περὶ φρεσίν· οὐ γὰρ ὁΐω
ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι·
εἴθ’ ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς
Ἕκτωρ, ὁππότε μιν κατερήτυον ἔνδοθι πάτρης.’
ὣς φάτο Πουλυδάμαντος ἐῢ σθένος· ἀμφὶ δὲ Τρῶες
ᾔνεον εἰσαΐοντες ἐνὶ φρεσίν, οὐδ’ ἀναφανδὸν
μῦθον ἔφαν· πάντες γὰρ ἑὸν τρομέοντες ἄνακτα
ἅζοντ’ ἠδ’ Ἑλένην, κείνης ἕνεκ’ ὀλλύμενοί περ.
τὸν δὲ καὶ ἐσθλὸν ἐόντα Πάρις μέγα νείκεσεν ἄντην·
‘Πουλυδάμα, σὺ μὲν ἐσσὶ φυγοπτόλεμος καὶ ἄναλκις,
οὐδὲ σοὶ ἐν στέρνοισι πέλει μενεδήιον ἦτορ,
ἀλλὰ δέος καὶ φύζα· σὺ δ’ εὔχεαι εἶναι ἄριστος
ἐν βουλῇ· πάντων δὲ χερείονα μήδεα οἶδας.
ἀλλ’ ἄγε δὴ σὺ μὲν αὐτὸς ἀπόσχεο δηιοτῆτος,
μίμνε δ’ ἐνὶ μεγάροισι καθήμενος· αὐτὰρ οἱ ἄλλοι
ἀμφ’ ἐμὲ θωρήξονται ἀνὰ πτόλιν, εἴσοκε μῆχος
εὕρωμεν θυμῆρες ἀνηλεγέος πολέμοιο·
οὐ γὰρ νόσφι πόνοιο καὶ ἀργαλέου πολέμοιο
ἀνθρώποις μέγα κῦδος ἀέξεται ἠδὲ καὶ ἔργον·
φύζα δὲ νηπιάχοισι μάλ’ εὔαδεν ἠδὲ γυναιξί·
κείνῃς θυμὸν ἔοικας· ἐγὼ δέ τοι οὔτι πέποιθα
μαρναμένῳ· πάντων γὰρ ἀμαλδύνεις θρασὺ κάρτος.’
ἦ μέγα νεικείων· ὁ δὲ χωόμενος φάτο μῦθον
Πουλυδάμας· οὐ γάρ οἱ ἐναντίον ἅζετ’ ἀῦσαι
κεῖνος, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδ’ ἀεσίφρων,
ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ
πορφύρει καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ·
τῷ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα·
‘ὦ μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν,
σὸν θράσος ἤγαγε νῶιν ὀϊζύα, σὸς νόος ἔτλη
δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰσόκε πάτρην
σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι·
ἀλλ’ ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος
ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι.’
ὣς ἄρ’ ἔφη. ὁ δ’ ἄρ’ οὔτι προσέννεπε Πουλυδάμαντα·
μνήσατο γάρ, Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας
ἠδ’ ὁπόσας ἔτ’ ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ
μᾶλλον ἐφώρμαινεν θανέειν ἢ νόσφι γενέσθαι
ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες
ὑψόθεν ἐσκοπίαζον ἀπ’ ἄστεος αἰπεινοῖο
δέγμενοι Ἀργείους ἠδ’ Αἰακίδην Ἀχιλῆα.
τοῖσι δ’ ἄρ’ οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων,
Μέμνων κυανέοισι μετ’ Αἰθιόπεσσιν ἀνάσσων,
ὃς κίε λαὸν ἄγων ἀπερείσιον· ἀμφὶ δὲ Τρῶες
γηθόσυνοί μιν ἴδοντο κατὰ πτόλιν, ἠΰτε ναῦται
χείματος ἐξ ὀλοοῖο δι’ αἰθέρος ἀθρήσωσιν
ἤδη τειρόμενοι Ἑλίκης περιηγέος αἴγλην·
ὣς λαοὶ κεχάροντο περισταδόν, ἔξοχα δ’ ἄλλων
Λαομεδοντιάδης· μάλα γάρ νύ οἱ ἦτορ ἐώλπει
δῃώσειν πυρὶ νῆας ὑπ’ ἀνδράσιν Αἰθιόπεσσιν,
οὕνεκ’ ἔχον βασιλῆα πελώριον ἠδὲ καὶ αὐτοὶ
πολλοὶ ἔσαν καὶ πάντες ἐς Ἄρεα μαιμώωντες·
τῷ ῥ’ ἄμοτον κύδαινεν ἐῢν γόνον Ἠριγενείης
δωτίνῃς ἀγαθῇσι καὶ εὐφροσύνῃ τεθαλυίῃ·
ἀλλήλοις δ’ ὀάριζον ἐπ’ εἰλαπίνῃ καὶ ἐδωδῇ,
ὃς μὲν ἀριστῆας Δαναῶν καὶ ὅς’ ἄλγἐ ἀνέτλη
ἐξενέπων, ὁ δὲ πατρὸς ἑοῦ καὶ μητέρος Ἠοῦς
ἀθάνατον βίον αἰέν, ἀπειρεσίης τε ῥέεθρα
Τηθύος, ὠκεανοῦ τε βαθυρρόου ἱερὸν οἶδμα
ἠδέ καὶ ἀκαμάτου πέρατα χθονός, ἀντολίας τε
ἠελίου, καὶ πᾶσαν ἀπ’ ὠκεανοῖο κέλευθον
μέχρις ἐπὶ Πριάμοιο πόλιν καὶ πρώονας Ἴδης,
ἠδὲ καὶ ὡς ἐδάϊξεν ὑπὸ στιβαρῇσι χέρεσσιν
ἀργαλέων Σολύμων ἱερὸν στρατόν, οἵ μιν ἰόντα
εἶργον, ὃ καὶ σφίσι πῆμα καὶ ἄσχετον ὤπασε πότμον.
καὶ τὰ μὲν ὣς ἀγόρευε καὶ ὡς ἴδεν ἔθνεα φωτῶν
μυρία· τοῦ δ’ ἀΐοντος ὑπὸ φρεσὶ τέρπετο θυμός,
καί ἑ καθαπτόμενος γεραρῷ προσεφώνεε μύθῳ·
‘ὦ Μέμνον, τό μὲν ἄρ με θεοὶ ποίησαν ἰδέσθαι
σὸν στρατὸν ἠδὲ καὶ αὐτὸν ἐν ἡμετέροισι μελάθροις·
ὥς μοι ἔτι κρήνειαν, ἵν’ Ἀργείους ἐσίδωμαι
ὀλλυμένους ἅμα πάντας ὑπ’ ἐγχείῃσι τεῇσι·
καὶ γὰρ δὴ μακάρεσσιν ἀτειρέσι πάντα ἔοικας
ἐκπάγλως, ὡς οὔτις ἐπιχθονίων ἡρώων·
τῷ σ’ ὀΐν κείνοισι φόνον στονόεντα βαλέσθαι.
νῦν δ’ ἄγε τέρπεο θυμὸν ἐπ’ εἰλαπίνῃσιν ἐμῇσι
σήμερον· αὐτὰρ ἔπειτα μαχήσεαι, ὡς ἐπέοικεν.’
ὣς εἰπὼν παλάμῃσι δέπας πολυχανδὲς ἀείρας
Μέμνονα προφρονέως στιβαρῷ δείδεκτο κυπέλλῳ
χρυσείῳ, τό ῥα δῶκε περίφρων ἀμφιγυήεις
Ἥφαιστος κλυτὸν ἔργον, ὅτ’ ἤγετο Κυπρογένειαν,
Ζηνὶ μεγασθενέϊ· ὁ δ’ ἄρ’ ὤπασεν υἱέϊ δῶρον
Δαρδάνῳ ἀντιθέῳ· ὁ δ’ Ἐριχθονίῳ πόρε παιδί·
Τρωὶ δ’ Ἐριχθόνιος μεγαλήτορι· αὐτὰρ ὅ γ’ Ἰλῷ
κάλλιπε σὺν κτεάτεσσιν· ὁ δ’ ὤπασε Λαομέδοντι·
αὐτὰρ ὁ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν
υἱέϊ δωσέμεναι· τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσεν.
κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων
ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον·
‘οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι
οὐδ’ ἄρ’ ὑποσχεσίην κατανευέμεν, ἀλλὰ ἕκηλον
δαίνυσθ’ ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι·
εἴτε γὰρ ἐσθλός τ’ εἰμὶ καὶ ἄλκιμος εἴτε καὶ οὐκί,
γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότ’ ἀνέρος εἴδεται ἀλκή.
νῦν δ’ ἄγε δὴ κοίτοιο μεδώμεθα, μηδ’ ἀνὰ νύκτα
πίνωμεν· χαλεπὸς γὰρ ἐπειγομένοισι μάχεσθαι
οἶνος ἀπειρέσιος καὶ ἀϋπνοσύνη ἀλεγεινή.’
ὣς φάτο· τὸν δ’ ὁ γεραιὸς ἀγασσάμενος προσέειπεν·
‘αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δ’ αὐτῷ·
αὐ γὰρ ἐγώ σ’ ἀέκοντα βιήσομαι· οὐ γὰρ ἔοικεν
οὔτ’ ἀπιόντ’ ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα
σεύειν ἐκ μεγάροιο· θέμις νύ τοι ἀνδράσιν αὕτως.’
ὣς φάθ’· ὁ δ’ ἐκ δόρποιο μεθίστατο· βῆ δὲ πρὸς εὐνὴν
ὑστατίην· ἅμα δ’ ἄλλοι ἔβαν κοίτοιο μέδεσθαι
δαιτυμόνες· τάχα δέ σφιν ἐπήλυθε νήδυμος ὕπνος.
αὐτὰρ ἐνὶ μεγάροισι Διὸς στεροπηγερέταο
ἀθάνατοι δαίνυντο· πατὴρ δ’ ἐν τοῖσι Κρονίων
εὖ εἰδώς ἀγόρευε δυσηχέος ἔργα μόθοιο·
‘ἴστε θεοὶ περὶ πάντες ἐπεσσύμενον βαρὺ πῆμα
αὔριον ἐν πολέμῳ· μάλα γὰρ πολλῶν μένος ἵππων
ὄψεσθ’ ἀμφ’ ὀχέεσσι δαϊζομένων ἑκάτερθεν
ἄνδρας δ’ ὀλλυμένους· τῶν καὶ πέρι κηδόμενός τις
μιμνέτω ὑμείων μνδ’ ἀμφ’ ἐμὰ γούναθ’ ἱκάνων
λισσέσθω· κῆρες γὰρ ἀμείλιχοί εἰσι καὶ ἡμῖν.’
ὣς ἔφατ’ ἐν μέσσοισιν ἐπισταμένοισι καὶ αὐτοῖς,
ὄφρα καὶ ἀσχαλόων τις ἀπὸ πτολέμοιο τράπηται,
μηδέ ἑ λισσόμενος περὶ υἱέος ἠὲ φίλοιο
μαψιδίως ἀφίκηται ἀτειρέος ἔνδον Ὀλύμπου.
καὶ τὰ μὲν ὡς ἐσάκουσαν ἐριγδούπου Κρονίδαο,
τλῆσαν ἐνὶ στερνοισι καὶ οὐ βασιλῆος ἔναντα
μῆθον ἔφαν· μάλα γάρ μιν ἀπειρέσιον τρομέεσκον·
ἀχνύμενοι δ’ ἵκανον· ὅπῃ δόμος ἦεν ἑκάστου
καὶ λέχος· ἀμφὶ δὲ τοῖσι καὶ ἀθανάτοις περ ἐοῦσιν
ὕπνου βληχρὸν ὄνειαρ ἐπὶ βλεφάροισι τανύσθη.
ἦμος δ’ ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκρας
λαμπρὸς ἀν’ οὐρανὸν εὐρὺν ἑωσφόρος, ὅς τ’ ἐπὶ ἔργον
ἡδὺ μάλα κνώσσοντας’ ἀμαλλοδετῆρας ἐγείρει·
τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης
ὕστατος ὕπνος ἀνῆκεν· ὁδ’ ἐν φρεσὶ κάρτος ἀέξων
ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι.
Ἠὼς δ’ οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα.
καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη,
τοῖσι δ’ ἅμ’ Αἰθίοπές τε καὶ ὁππόσα φῦλα πέλοντο
ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων
πανσυδίῃ· μάλα δ’ ὦκα πρὸ τείχεος ἐσσεύοντο
κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων
χείματος ὀρνυμένοιο κατ’ ἠέρα πουλὺν ἀγείρει.
αἶψα δ’ ἄρ’ ἐπλήσθη πεδίον πᾶν· οἱ δ’ ἐκέχυντο
ἀκρίσι πυροβόροισιν ἀλίγκιον, αἵ τε φέρονται
ὡς νέφος ἢ πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο
ἄπλητοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι·
ὣς οἱ ἴσαν πολλοί τε καὶ ὄβριμοι, ἀμφὶ δ’ ἀγυιαὶ
στείνοντ’ ἐσσυμένων, ὑπὸ δ’ ἔγρετο ποσσὶ κονίη.
Ἀργεῖοι δ’ ἀπάνευθεν ἐθάμβεον, εὖτ’ ἐσίδοντο
ἐσσυμένους· εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο
κάρτεϊ Πηλείδαο πεποιθότες· ὃς δ’ ἐνὶ μέσσοις
ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικὼς
κυδιόων ἵπποισι καὶ ἅρμασι· τοῦ δ’ ἄρα τεύχη
πάντη μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν.
οἶος δ’ ἐκ περάτων γαιηόχου ὠκεανοῖο
ἔρχεται ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω
μφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ·
τοῖος ἐν Ἀργείοισι τότ’ ἔσσυτο Πηλέος υἱός.
ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων
Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ
προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι.
αἶψα δ’ ἄρ’ ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγες
Τρώων καὶ Δαναῶν, μετὰ δ’ ἔπρεπον Αἰθιοπῆες·
σὺν δ’ ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου
πάντοθεν ἐγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ·
ἀλλήλους δ’ ἐδάϊζον ἐϋξέστῃς μελίῃσι
βάλλοντες, μετὰ δέ σφι γόος καναχή τε δεδήει·
ὡς δ’ ὅτ’ ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν
εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος
ἐκ Διός, εὖτ’ ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι
θηγόμεν’ ἀλλήλοισι, πυρὸς δ’ ἐξέσσυτ’ ἀϋτμή·
ὣς τῶν μαρναμένων μέγ’ ὑπαὶ ποσὶ γαῖα πελώρη
ἔβραχε, θεσπεσίου δὲ δι’ ἠέρος ἔσσυτ’ ἀϋτὴ
σμερδαλέη· δεινὸν γὰρ ἐΰτεον ἀμφοτέρωθεν.
Ἔνθ’ ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην
ἄμφω ἀριγνώτω, βάλε δ’ ἄλλων πολλὰ κάρηνα.
εὖτ’ αἰγὶς βερέθροισιν ὑποχθονίοις ἐπορούσῃ
λάβρος, ἄφαρ δέ τε πάντα κατὰ χθονὸς ἀμφιχέηται
ἐκ θεμέθλων· μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα·
ὣς οἵ γ’ ἐν κονίῃσι κατήριπον ὠκέϊ πότμῳ
αἰχμῇ Πηλείωνος· ὁ γὰρ μέγα μαίνετο θυμῷ.
ὣς δ’ αὕτως ἑτέρωθεν ἐῢς πάϊς Ἠριγενείης
Ἀργείους ἐδέϊζε κακῇ ἐναλίγκιος Αἴσῃ,
ἥ τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν.
πρῶτον δ’ εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας
δούρατι λευγαλέῳ, ἐπὶ δ’ ἔκτανε δῖον Ἔρευθον,
ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμῃν,
οἳ Θρύον ἀμφενέμοντο παρ’ Ἀλφειοῖο ῥεέθροις,
καί ῥ’ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ·
τοὺς δ’ ὁπότ’ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἱὸν
κτεῖναί μιν μεμαώς· τοῦ δ’ Ἀντίλοχος θεοειδὴς
πρόσθ’ ἐλθὼν ἴθυνε μακρὸν δόρυ, καί οἱ ἅμαρτε
τυτθὸν ἀλευαμένοιο· φίλον δέ οἱ εἷλεν ἑταῖρον
αἴθοπα Πυρρασίδην· ὁ δὲ χωσάμενος κταμένοιο
Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος
καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι
ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσπετος ὁρμή·
ὣς ὁ θοῶς ἐπόρουσεν, ὁ δ’ εὐρέϊ μιν βάλε πέτρῳ
Ἀντίλοχος· τοῦ δ’ οὔτι λύθη κέαρ, οὕνεκ’ ἄρ’ αὐτοῦ
ἀλγινόεντ’ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια·
σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στέρνοισιν ὀρίνθη
βλημένου· ἀμφὶ δέ οἱ κόρυς ἴαχε· καί ῥ’ ἔτι μᾶλλον
μαίνετ’ ἐπ’ Ἀντιλόχῳ. κρατερὴ δέ οἱ ἔζεεν ἀλκή·
τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα
τύψεν ὑπὲρ μαζοῖο· διήλασε δ’ ὄβριμον ἔγχος
ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.
τοῦ δ’ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη
πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος
Νέστορι παιδὸς ἑοῖο παρ’ ὀφθαλμοῖσι δαμέντος·
οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν,
ἢ ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος·
τοὔνεκα καὶ στερεῇσιν ἀρηράμενος φρεσὶ θυμὸν
ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος·
κέκλετο δ’ ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα·
‘ὄρσο μοι, ὦ Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα
σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο
νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος, ἠὲ καὶ αὐτοὶ
ἀμφ’ αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀϊζύν.
εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γ’ ἐμεῖο
υἱὸς ἔφυς οὐδ’ ἐσσὶ Περικλυμένοιο γενέθλης,
ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.
ἀλλ’ ἄγε δὴ πονεώμεθ’, ἐπεὶ μέγα κάρτος ἀνάγκη
πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.’
ὣς φάτο· τοῦ δ’ ἀΐοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς
πένθεσι λευγαλέοισιν· ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι
Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος
εἷλεν ἄχος· κρατεροῖο δ’ ἐναντία δηριάασθαι
Μέμνονος ὡρμήθησαν ἀν’ αἱματόεντα κυδοιμόν.
ὠς δ’ ὅταν ἀγρευτῆρε κατὰ πτύχας ὑληέσσας
οὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης
ἢ συὸς ἢ ἄρκτοιο καταντίον ἀΐσσωσι
κτεινέμεναι μεμαῶτες, ὁ δ’ ἀμφοτέροις ἐπορούσας
θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν·
ὣς τότε καὶ Μέμνων φρόνεεν μέγα· τοὶ δέ οἱ ἄγχι
ἤλυθον· ἀλλά μιν οὔτι κατακτανέειν ἐδύναντο
μακρῇσιν μελίῃσιν· ἀπέπλαγχθεν δέ οἱ αἰχμαὶ
τῆλε χροός· μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια·
δούρατα δ’ οὐχ ἁλίως χαμάδις πέσεν· ἀλλ’ ὁ μὲν ὦκα
ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος
Φηρεὺς ὀβριμόθυμος, ὁ δ’ ἔκτανε Λαομέδοντα
Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,
ὃν Μέμνων ἐδάϊξε κατὰ μόθον, ἀμφὶ δ’ ἄρ’ αὐτῷ
χερσὶν ὑπ’ ἀκαμάτῃσι λύεν παγχάλκεα τεύχη
οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ
Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος. οἱ δ’ ἅτε θῶε
ἀμφ’ ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα
οὔτι πρόσω μεμαῶτες ἔτ’ ἐλθέμεν· αἰνὰ δὲ Νέστωρ
ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δ’ ἄλλους
σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν· ἂν δὲ καὶ αὐτὸς
ὥρμαινεν πονέεσθαι ἀφ’ ἅρματος, οὕνεκ’ ἄρ’ αὐτὸν
παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε
πὰρ δύναμιν· μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς
κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρ’ αὐτὸν
Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν
αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο·
‘ὧ γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι
πρεσβυτέροιο γεγῶτος, ἐπεί γ’ εὖ οἶδα νοῆσαι·
ἦ γὰρ ἔγωγ’ ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδρα
ἀντιάαν δηίοισι· θρασὺς δέ μοι ἔλπετο θυμὸς
χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον.
ἀλλ’ ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο,
χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ,
μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγ’ ἀμείνονι φωτὶ
μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσωνται
ἀνέρες· οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι.’
ὣς φάτο· τὸν δ’ ἑτέρωθι γέρων ἠμείβετο μύθῳ·
‘ὦ Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντ’ ἀγορεύεις·
οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς
ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα
νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον· ὡς ὄφελόν μοι
ἀλκὴ ἔτ’ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος·
νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγ’ εὔχεαι, οὕνεκα θυμὸς
θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερον δὲ νόημα·
τῷ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.
εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,
οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι·
νῦν δ’ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ,
ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται
θαρσαλέως, ὁ δ’ ἄρ’ οὔτι λιλαιόμενός περ ἀμύνει
οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτ’ ἔμπεδοί εἰσιν ὀδόντες
οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ·
ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν,
οἷόν. περ τὸ πάροιθεν· ὅμως δ’ ἔτι φέρτερός εἰμι
πολλῶν ἀνθρώπων, παύροισι δέ γῆρας ὑπείκει
ἡμέτερον, τοῖς κάρτος ὁμῶς πέλει ἠδὲ καὶ ἥβη.’
ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο· λεῖπε δ’ ἄρ’ υἷα
κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν
γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθεν·
γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.
ὣς δ’ αὕτως ἀπόρουσεν ἑϋμμελίης Θρασυμήδης
Φηρεύς τ’ ὀβριμόθυμος ἰδ’ ἄλλοι πάντες ἑταῖροι
δειδιότες· μάλα γάρ σφιν ἐῴχετο λοίγιος ἀνήρ.
Ὡς δ’ ὅτ’ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης
καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ
ὁππότε συννεφὲς ἦμαρ ἐπ’ ἀνθρώποισι τανύσσῃ
Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ
βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων
θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι
ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ
σμερδαλέον βοόωσι κατ’ οὔρεα πάντα χαράδραι·
ὣς Μέμνων σεύεσκεν ἐπ’ ᾐόνας Ἑλλησπόντου
Ἀργείους· μετόπισθε δ’ ἐπισπόμενος κεράϊζε·
πολλοὶ δ’ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον
Αἰθιόπων ὑπὸ χερσί· λύορῳ δ’ ἐφορύνετο γαῖα
ὀλλυμένων Δαναῶν. μέγα δ’ ἐν φρεσὶ γήθεε Μέμνων
αἰὲν ἐπεσσύμενος δηίων στίχας· ἀμφὶ δὲ νεκρῶν
στείνετο Τρώιον οὖδας· ὁ δ’ οὐκ ἀπέληγε κυδοιμοῦ·
ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα
ἔσσεσθ’· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόρευεν
ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.
ἀμφὶ δὲ οἱ θεράποντες ἐϋσθενέες πονέοντο,
Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος
αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε
ἄλλοι τ’ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ
καρτύναντ’ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.
καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι
Νηλείδης κατέπεφνεν. ὁ δ’ ἀσχαλόων ἑτάροιο
Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον·
ὡς δ’ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι
θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν
ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτιον δόλον ἄγρης
αἰζηῶν ἰότητι, κύνες δ’ ἐπικαγχαλόωσιν,
πυκνὸν ὑλακτιόωντες, ὁ δ’ ἐμμεμαὼς ὑπ’ ἄκοντι
κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν·
ὣς Μέμνων ἐδάϊζε πολὺν στρατόν· ἀμφὶ δ’ ἑταῖροι
γήθεον· Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρ’ ἐφέβοντο.
ὡς δ’ ὁπότ’ ἐξεριπόντος ἀπ’ οὔρεος ἠλιβάτοιο
πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς
ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ,
τοῦ δ’ ἄρ’ ἀνὰ δρυρὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος
βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δ’ ἀν’ ὕλην,
εἴ που μῆλ’ ὑπένερθε κυλινδομένοιο νέμονται
ἢ βόες ἠέ τιν’ ἄλλα, καὶ ἐξαλέονται ἰόντος
ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον· ὣς ἄρ’ Ἀχαιοὶ
Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.
καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο
Νέστωπ, ἀμφὶ δὲ παιδὶ μέγ’ ἀχνύμενος φάτο μῦθον·
‘ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
ὤλετό μοι φίλος υἱός, ἔχει δέ μοι ἔντεα Μέμνων
τεθνεότος, δείδω δὲ κυνῶν μὴ κῦρμα γένηται·
ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅστις ἑταίρου
μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτ’ ἐόντος.’
ὣς φάτο· τοῦ δ’ ἀΐοντος ὑπὸ φρένας ἔμπεσε πένθος·
Μέμνονα δ’ ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν
Ἀργείους ἰληδὸν ὑπ’ ἔγχεϊ δηιόωντα,
αὐτίκα κάλλιπε Τρῶας, ὅσους ὑπὸ χερσὶ δάϊξεν
ἀμφ’ ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο
ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο
ἠδ’ ἄλλων κταμένων· ὁ δ’ ἀνείλετο χείρεσι πέτρην,
τήν ῥα βροτοὶ θέσαν οὖρον ἐϋστάχυος πεδίοιο,
καὶ βάλεν ἀκαμάτοιο κατ’ ἀσπίδα Πηλείωνος
δῖος ἀνήρ· ὁ δ’ ἄρ’ οὔτι τρέσας περιμήκεα πέτρην
σὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων,
πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,
καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν·
ὃς δὲ καὶ οὐτάμενός περ ἀταρβίϊ μάρνατο θυμῷ·
τύψε δ’ ἄρ’ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ·
τοῦ δ’ ἐχύθη φίλον αἷμα· χάρη δ’ ἄρ’ ἐτώσιον ἥρως,
καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι·
‘νῦν σ’ ὀΐω μόρον αἰνὸν ἀναπλήσειν ὑπ’ ὀλέθρῳ
χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.
σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες
πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν,
μητρός τ’ ἀθανάτης Νηρηίδος; ἀλλὰ σοὶ ἤδη
ἤλυθεν αἴσιμον ἦθαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ
Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκποθι λειριόεσσαι
Ἑσπερίδες θρέψαντο παρὰ ῥόον ὠκεανοῖο.
τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω
εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ
Νηρεΐδος, τῆς αὐτὸς ἐρεύχεαι ἔκγονος εἶναι·
ἡ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,
τῇ ἐπὶ πάντα τελεῖται ἀτείρεος ἔνδον Ὀλύμπου
ἐσθλά τε καὶ κλυτὰ ἔργα, τά τ’ ἀνδράσι γίνετ’ ὄνειαρ·
ἡ δ’ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι
ναίει ὁμῶς κήτεσσι μετ’ ἰχθύσι κυδιόωσα
ἄπρηκτος καὶ ἀΐστος· ἐγὼ δέ μιν οὐκ ἀλεγίζω
οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐΐσκω.’
ὣς φάτο· τὸν δ’ ἐνένιπε θρασὺς πάϊς Αἰακίδαο·
‘ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν
ἐλθέμεν ἀντί’ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;
ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε
Ζνηὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα
καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε καύρας
Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίους’ ἐν Ὀλύμπῳ,
πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,
οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,
ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,
ἠδὲ καὶ ὡς Ἥφαιστον ἐΰφρονα χαλκεοτέχνην
δέξαθ’ ἑπῖσι δόμοισιν ἀπ’ Οὐλύμποιο πεσόντα,
αὐτόν τ’ Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν·
τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες
μητέρ’ ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.
γνώσῃ δ’ ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω
ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ·
Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δ’ Ἀντιλόχοιο χολωθεὶς
τίσομαι· οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.
ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν
ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων
ἠδ’ αὐτῶν; ἐγγὺς καὶ Ἄρης, ἐγγὺς δὲ καὶ ἀλκή.’
ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ
Μέμνων δ’ αὖθ’ ἑτέρωθι, καὶ ὀτραλέως συνόρουσαν·
τύπτον δ’ ἀλλήλων ἄμοτον φρεσὶ μαιμώωντες
ἀσπίδας, ἃς Ἥφαιστος ὑπ’ ἀμβροσίῃ κάμε τέχνῃ,
πυκνὰ συναΐσσοντες· ἐπέψαυον δὲ λόφοισιν
ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι.
Ζεὺς δὲ μέγ’ ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος,
τεῦξε δ’ ἄρ’ ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους
ἀνδράσιν, ἀλλὰ θεοῖσιν· ἔρις δ’ ἐπεγήθεεν ἄμφω.
οἱ δ’ αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι
μεσσηγὺς σάκεός τε καὶ ὑψιλόφου τρυφαλείης
πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δ’ αὖτε
βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο
θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν,
ἄμφω ἐπειγόμενοι· περὶ δέ σφισιν ἄμβροτα τεύχη
ἀμφ’ ὤμοις ἀράβησε· βοὴ δ’ ἵκετ’ αἰθέρα δῖον
Τρώων Αἰθιόπων τε καὶ Ἀργείων ἐριθύμων
μαρναμένων ἑκάτερθε· κόνις δ’ ὑπὸ ποσσὶν ὀρώρει
ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα κίνυτο ἔργου.
Εὖτ’ ὀμίχλη κατ’ ὄρεσφιν ὀρινομένου ὑετοῖο,
ὁππότε δὴ κελάδοντες ἐνιπλήθονται ἔναυλοι
ὕδατος ἐσσυμένοιο, βρέμει δ’ ἄρα πᾶσα χαράδρη
ἄσπετον, οἱ δ’ ἄρα πάντες ἐπιτρομέουσι νομῆες
χειμάρρους ὀμίχλην τε φίλην ὀλοοῖσι λύκοισιν
ἠδ’ ἄλλοις θήρεσσιν, ὅσους τρέφει ἄσπετος ὕλη·
ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητ’ ἀλεγεινή,
ἥ ῥά τε καὶ φάος ἠῢ κατέκρυφεν ἠελίοιο
αἰθέρ’ ἐπισκιάουσα· κακὴ δ’ ὑπεδάμνατ’ ὀϊζὺς
λαοὺς ἐν κονίῃ τε καὶ αἰνομόρῳ ὑσμίνῃ.
καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηιοτῆτος
ἐσσυμένως· ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας
κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι
δῆριν ἀνὰ στονόεσσαν· Ἄρης δ’ οὐ λῆγε φόνοιο
λευγαλέου, πάντη δὲ πέριξ ἐφορύνετο γαῖα
αἵματος ἐκχυμένοιο· μέλας δ’ ἐπετέρπετ’ Ὄλεθρος·
στείνετο δὲ κταμένων πεδίον μέγα θ’ ἱππόβοτόν τε,
ὁππόσον ἀμφὶ ῥοαῖς Σιμόεις καὶ Ξάνθος ἐέγργει
Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.
Ἀλλ’ ὅτε δὴ πολλὴ μέν ἄδην μηκύνετο δῆρις
μαρναμένων, ἶσον δὲ μένος τέτατ’ ἀμφοτέποισι,
δὴ τότε τούς γ’ ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες,
οἱ μὲν θυμὸν ἔτερπον ἀτειρέϊ Πηλείωνι,
οἱ δ’ ἄπα Τιθωνοῖο καὶ Ἠοῦς υἱέϊ δίῳ.
ὑψόθι δ’ οὐρανὸς εὐρὺς ἐπέβραχεν· ἀμφὶ δὲ πόντος
ἴαχε· κυανέη δὲ πέπιξ ἐλελίζετο γαῖα
ἀμφοτέρων ὑπὸ ποσσί· περιτρομέοντο δὲ πᾶσαι
ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες
ὀβρίμου ἀμφ’ Ἀχιλῆος ἰδ’ ἄσπετα δειμαίνοντο·
δείδιε δ’ Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ
ἵπποις ἐμβεβαυῖα δι’ αἰθέρος· αἱ δέ οἱ ἄγχι
Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι
θεσπεσιον περὶ κύκλον, ὃν ἠελίῳ ἀκάμαντι
Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐῢν δρόμον, ᾦ περὶ πάντα
ζώει τε φθινύθει τε περιπλομένοιο κατ’ ἦμαρ
νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν.
καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις,
εἰ μὴ ὑπ’ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο
δοιαὶ ἄρ’ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν
κῆρες, ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ,
φαιδρὴ δ’ ἀμφ’ Ἀχιλῆα δαΐφρονα· τοὶ δ’ ἐσιδόντες
ἀθάνατοι μέγ’ ἄϋσαν, ἄφαρ δ’ ἕλε τοὺς μὲν ἀνίη
λευγαλέη, τοὺς δ’ ἠῢ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.
ἥρωες δ’ ἐμάχοντο καθ’ αἱματόεντα κυδοιμὸν
ἔμπεδον, οὐδέ τι Κῆρας ἐποιχομένας ἐνόησαν
θυμὸν καὶ μέγα κάρτος ἐπ’ ἀλλήλοισι φέροντες·
θαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ
μάρνασθ’ ἠὲ Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς
Τιτῆνας· σθεναρὴ γὰρ ἐπί σφισι δῆρις ὀρώρει,
ἠμὲν ὅτε ξιφέεσσι συνέδραμον, ἠδ’ ὅτε λᾶας
βάλλον ἐπεσσύμενοι περιμήκεας· οὐδέ τις αὐτῶν
χάζετο βαλλομένων, οὐδ’ ἔτρεσαν, ἀλλ’ ἅτε πρῶνες
ἕστασαν ἀδμῆτες καταείμενοι ἄσπετον ἀλκήν·
ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο·
τοὔνεκ’ ἄρα σφίσι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ
πολλὸν έπειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ,
αὐτοῖς ἠδ’ ἑτάροισιν ἀταρβέσιν, οἳ μετ’ ἀνάκτων
νωλεμέως πονέοντο μεμαότεσ, ἄχρι καμόντων
αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν· οὐδέ τις ἦεν
θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλ’ ἄρα πάντων
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἶμα καὶ ἱδρὼς
αἰὲν ἐρειδομένων, κεκάλυπτο δὲ γαῖα νέκυσσιν
οὐρανὸς ὡς νεφέεσσιν ἐς αἰγοκερῆα κιόντος
ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης.
τοὺς δ’ ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς
τεθνεότας στείβεσκον, ἅτ’ ἄσπετα φύλλα κατ’ ἄλσος
χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην.
οἱ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο
υἱῆες μακάρων ἐρικυδέες, οὐδ’ ἀπέληγον
ἀλλήλοις κοτέοντες· ἔρις δ’ ἴθυνε τάλαντα
ὑσμίνης ἀλεγεινά, τὰ δ’ οὐκ ἔτι ἶσα πέλοντο·
ἀλλ’ ἄρα Μέμνονα δῖον ὑπὸ στέρνοιο θέμεθλα
Πηλείδης οὔτησε· τὸ δ’ ἀντικρὺ μέλαν ἆορ
ἐξέθορεν· τοῦ δ’ αἶψα λύθη πολύηρατος αἰών·
κάππεσε δ’ ἐς μέλαν αἷμα, βράχεν δέ οἱ ἄσπετα τεύχη·
γαῖα δ’ ὑπεσ μαράγησε, καὶ ἀμφεφόβηθεν ἑταῖροι·
τὸν δ’ ἄρα Μυρμιδόνες μὲν ἐσύλεον· ἀμφὶ δὲ Τρῶες
φεῦγον· ὁ δ’ αἶψα δίωκε μένος μέγα λαίλαπι ἶσος.
Ἠὼς δ’ ἐστονάχησε καλυψαμένη νεφέεσσιν·
ἠχλύνθη δ’ ἄρα γαῖα. θοοὶ δ’ ἅμα πάντες ἀῆται
μητρὸς ἐφημοσύνῃσι νίῃ φορέοντο κελεύθῳ
ἐς πεδίον Πριάμοιο καὶ ἀμφεχέοντο θανόντι,
ἦκα δ’ ἀνηρείψαντο θοῶς Ἠώιον υἷα,
καί ἑ φέρον πολιοῖο δι’ ἠέρος· ἄχνυτο δέ σφι
θυμὸς ἀδελφειοῖο δεδουπότος· ἀμφὶ δ’ ἄρ’ αἰθὴρ
ἔστενε. τοῦ δ’ ἐπὶ γαῖαν ὅσαι πέσον αἱματόεσσαι
ἐκ μελέων ῥαθάμιγγες, ἐν ἀνθρώποισι τέτυκται
σῆμα καὶ ἐσσομένοις· τὰς γὰρ θεοὶ ἄλλοθεν ἄλλην
εἰς ἓν ἀγειράμενοι ποταμὸν θέσαν ἠχήεντα,
τόν ῥά τε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι
πάντες, ὅσοι ναίουσι μακρῆς ὑπὸ δειράσιν Ἴδης·
ὅς τε καὶ αἱματόεις τραφερὴν ἐπινίσσεται αἶαν,
ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρόν, ᾧ ἔνι κεῖος
κάτθανε· λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ
ἐξ ὕδατος· φαίης κεν ἔθ’ ἕλκεος οὐλομένοιο
πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν.
ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθ’. οἱ δ’ ἐπέτοντο
Ἠοῦς ὄβριμον υἷα θοοὶ φορέοντες ἀῆται
τυτθὸν ὑπέρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ·
οὐδὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος
νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς
ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἶον ἔμελλον
οὐ μετὰ δηρὸν ἔχοντες ἐπηέριοι φορέεσθαι·
τοὔνεχ’ ἕποντ’ ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα.
ὡς δ’ ὅταν ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος
ἢ συὸς ἠὲ λέοντος ὑπὸ βλοσυρῇσι γένυσσι
σῶμ’ ἀναειρόμενοι μογεροὶ φορέουσιν ἑταῖροι
ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντεσ ἄνακτα
κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκ’ ἄγρης·
ὣς οἵ γε προλιπόντες ἀνηλέα δηιοτῆτα
λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες ἀήταις
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένοι, ἀμφὶ δὲ Τρῶες
καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι
πάντασ ἀϊστωθέντασ, ἀπειρεσίῃ δ’ ἀνὰ θυμὸν
ἀμφασίῃ βεβόληντο. νέκυν δ’ ἀκάμαντες ἀῆται
Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχουτες
πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο,
ᾗχί τε Νυμσάων καλλιπλοκάμων πέλει ἄλσος
καλόν, ὃ δὴ μετόπισθε μακρὸν περὶ σῆμα βάλοντο
Αἰσηποῖο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ
παντοίῃ· καὶ πολλὰ θεαὶ περικωκύσαντο,
υἱέα κυδαίνουσαι ἐϋθρόνου Ἠριγενείης.
δύσετο δ’ ἠελίοιο φάος· κατὰ δ’ ἤλυθεν Ἠὼς
οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δ’ ἄρ’ αὐτῇ
κοῦραι ἐϋπλόκαμοι δυοκαίδεκα, τῇσι μέμηλεν
αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπά κέλευθα
νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς
γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας
στρωφῶντ’ ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι
καρποῖσι βρίθοντα κυλινδομένου περὶ κύκλου
χειμῶνος κρυεροῖο καὶ εἴαρος ἀνθεμόεντος
ἠδὲ θέρευς ἐρατοῖο πολυσταφύλοιό τ’ ὀπώρης.
αἱ τότε δὴ κατέβησαν ἀπ’ αἰθέρος ἠλιβάτοιο
ἄσπετ’ ὀδυρόμεναι περὶ Μέμνονα σὺν δ’ ἄρα τῇσι
Πληιάδες μύροντο· περίαχε δ’ οὔρεα μακρὰ
καὶ ῥόος Αἰσήποιο· γόος δ’ ἄλλητος ὀρώρει.
ἡ δ’ ἄρ’ ἐνὶ μέσσῃσιν ἐῷ περὶ παιδὶ χυθεῖσα
μακρὸν ἀνεστονάχνησε πολύστονος Ἠριγένεια·
‘ὤλεό μοι, φίλε τέκνον, ἐῇ δ’ ἄρα μητέρι πένθος
ἀργαλέον περίθηκας· ἐγὼ δ’ οὐ σεῖο δαμέντος
τλήσομαι ἀθανάτοισιν ἐπουρανίοισι φαείνειν,
ἀλλὰ καταχθονίων ἐσλύσομαι αἰνὰ βέρεθρα,
ψυχὴ ὅπου σέο νόσφιν ἀποφθιμένοιο ποτᾶται,
γαῖαν ἀμαυρώσουσα καὶ οὐρανὸν ἠδὲ θάλασσαν
πάντ’ ἐπικιδναμένου χάεος καὶ ἀεικέος ὄρφνης,
ὄφρα τι καὶ Κρονίδαο περὶ φρένας ἄλγος ἵκηται·
οὐ γὰρ ἀτιμοτέρη Νηρηίδος ἐκ Διὸς αὐτοῦ
πάντ’ ἐπιδερκομένη, πάντ’ ἐς τέλος ἄχρις ἄγουσα·
μαψιδίως γὰρ ἐμὸν φάος οὐ νῦν ὠπίσατο Ζεύς.
τοὔνεχ’ ὑπὸ ζόφον εἶμι· Θέτιν δ’ ἐς Ὄλυμπον ἀγέσθω
ἐξ ἁλός, ὄφρα θεοῖσι καὶ ἀνθρώποισι φαείνῃ·
αὐτὰρ ἐμοὶ στονόεσσα μετ’ οὐρανὸν εὔαδεν ὄρφνη,
μὴ δὴ σεῖο φονῆι φάος περὶ σῶμα βάλοιμι.’
ὣς φαμένης ῥέε δάκρυ κατ’ ἀμβροσίοιο προσώπου
ἀενάῳ ποταμῷ ἐναλίγκιον· ἀμφὶ δὲ νεκρῷ
δεύετο γαῖα μέλαινα· συνάχνυτο δ’ ἀμβροσίη Νὺξ
παιδὶ φίλῃ, καὶ πάντα κατέκρυφεν οὐρανὸς ἄστρα
ἀχλύϊ καὶ νεφέεσσι φέρων χάριν Ἠριγενείῃ.
Τρῶες δ’ ἄστεος ἔνδον ἔσαν περὶ Μέμνονι θυμὸν
ἀχνύμενοι· πόθεον γὰρ ὁμῶς ἑτάροισιν ἄνακτα.
οὐδὲ μὲν Ἀργεῖοι μέγ’ ἐγήθεον, ἀλλὰ καὶ αὐτοὶ
ἐν πεδίῳ κταμένοισι παρ’ ἀνδράσιν αὖλιν ἔχοντες
ἄμφω ἐϋμμελίην μὲν Ἀχιλλέα κυδαίνεσκον,
Ἀντίλοχον δ’ ἄρα κλαῖον· ἔχον δ’ ἅμα χάρματι πένθος.
παννυχίη δ’ ἀλεγεινὸν ἀνεστονάχιζε γοῶσα
Ἠώς· ἀμφὶ δέ οἱ κέχυτο ζόφος· οὐδέ τι θυμῷ
ἀντολίης ἀλέγιζε, μέγαν δ’ ἤχθηρεν Ὄλυμπον.
ἄγχι δέ οἱ μάλα πολλὰ ποδώκεες ἔστενον ἵπποι
γαῖαν ἐπιστείβοντες ἀηθέα, καὶ βασίλειαν
ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου.
Ζεὺς δ’ ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα
κινήθη περὶ πᾶσα· τρόμος δ’ ἕλεν ἄμβροτον Ἠῶ.
τὸν δ’ ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες
θάψαν ὀδυρόμενοι· τοὺς δ’ Ἠριγένεια βοῶπις
πόλλ’ ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς
οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι,
τοὺς καὶ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα
Μέμνονας· οἵ ῥ’ ἐπὶ τύμβον ἔτι σφετέρου βασιλῆος
ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες
σήματος· ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν
Μέμνονι ἦρα φέροντες· ὁ δ’ εἰν Ἀΐδαο δόμοισιν
ἠέ που ἐν μακάρεσσι κατ’ Ἠλύσιον πέδον αἴης
καγχαλάᾳ· καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς
δερκομένη· τοῖσιν δὲ πέλει πόνος ἄχρι καμόντες
εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον, ἠὲ καὶ ἄμφω
πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτα.
καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης
οἰωνοὶ τελέουσι θοοί· τότε δ’ ἄμβροτος Ἠὼς
οὐρανὸν εἰσανόρουσεν ὁμῶς πολυαλδέσιν Ὥραις,
αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας
παρφάμεναι μύθοισιν, ὅσοις βαρὺ πένθος ὑπείκει,
καίπερ ἔτ’ ἀχνυμένην. ἡ δ’ οὐ λάθεθ’ οἶο δρόμοιο·
δείδιε γὰρ δὴ Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,
ἐξ οὗ πάντα πέλονται, ὅς’ ὠκεανοῖο ῥέεθρα
ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.
τῆς ἄρα Πληιάδες πρότεραι ἴσαν· ἡ δὲ καὶ αὐτὴ
αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ ἄρ’ αἴγλην.

φάος
ἦλθεν
ἐϋθρόνου
Ἠριγενείης,
δὴ τότ’ ἄρ’ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν
αἰχμηταὶ Πύλιοι μεγάλα στενάχοντες ἄνακτα
καί μιν ταρχύσαντο παρ’ ᾐόσιν Ἑλλησπόντου
πολλὰ μάλ’ ἀχνύμενοι· περὶ δ’ ἔστενον ὄβριμοι υἷες
Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμφεχε πένθος
Νέστορι ἦρα φέροντας· ὁ δ’ οὐ μέγα δάμνατο θυμῷ·
ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος
θαρσαλέως καὶ μή τι κατηφιόωντ’ ἀκάχησθαι.
Πηλείδης δ’ ἑτάροιο χολούμενος Ἀντιλόχοιο
σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δέ καὶ αὐτοὶ
καίπερ ὑποτρομέοντες ἐϋμμελίην Ἀχιλῆα
τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκ’ ἄρα σφι
κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον
πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀϊδονῆος
χερσὶν ὕπ’ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς
φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι.
αἶψα δ’ ἄρ’ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον
Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τ’ Ἀργείων
μαιμώωντ’ ἐς Ἄρηα διεγρομένου πολέμοιο.
Πηλείδης δ’ ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν
δυσμενέων· πάντῃ δὲ φερέσβιος αἵματι γαῖα
δεύετο, καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα
Ξάνθου καὶ Σιμόεντος· ὁ δ’ ἑσπόμενος κεράϊζε
μέχρις ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμφεχε λαούς.
καί νύ κε πάντας ὄλεσσε, πύλας δ’ εἰς οὖδας ἔρεισε
θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας
δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δὲ θῆκε κέλευθον
ἐς Πριάμοιο πόληα, διέπραθε δ’ ὄλβιον ἄστυ,
εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέϊ χώσατο θυμῷ,
ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων.
αἶψα δ’ ἀπ’ Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς
ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς·
ἔστη δ’ Αἰακίδαο καταντίον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
γωρυὸς καὶ τόξα μὲγ’ ἴαχεν· ἐκ δέ οἱ ὄσσων
πῦρ ἄμοτον μάρμαιρε· ποσὶν δ’ ὑπεκίνυτο γαῖα.
σμερδαλέον δ’ ἤϋσε μέγας θεός, ὄφρ’ Ἀχιλῆα
τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα
θεσπεσίην, καὶ Τρῶας ὑπὲκ θανάτοιο σαώσῃ·
‘χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν
οὔ σ’ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ κῆρας ἰάλλειν,
μή σε καὶ ἀθανάτων τις ἀπ’ Οὐλύμποιο χαλέψῃ.’
ὣς ἄρ’ ἔφη· ὁ δ’ ἄρ’ οὔτι θεοῦ τρέσεν ἄμβροτον αὐδήν·
ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο·
τοὔνεκ’ ἄρ’ οὐκ ἀλέγιζε θεοῦ, μέγα δ’ ἴαχεν ἄντην·
‘Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι
ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων;
ἤδη γὰρ καὶ πρόσθε μ’ ἀποστρέψας ὀρυμαγδοῦ
ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου
Ἕκτορα, τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο.
ἀλλ’ ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων
ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα.’
ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δ’ ἐπὶ Τρῶας,
οἵ ῥ’ ἔτι που φεύγεσκον ἀεὶ προπάροιθε πόληος,
καὶ τοὺς μὲν σεύεσκεν· ὁ δ’ ἀσχαλόων ἐνὶ θυμῷ
Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
‘ὦ πόποι, ὡς ὅ γε μαίνετ’ ἀνὰ φρένας· ἀλλά οἱ οὔτι
οὐδ’ αὐτὸς Κρονίδης ἔτ’ ἀλέξεται οὔτε τις ἄλλος
οὕτω μαργαίνοντι καὶ ἀντιόωντι θεοῖσιν.’
ὣς ἄρ’ ἔφη, καὶ ἄϊστος ὁμοῦ νεφέεσσιν ἐτύχθη·
ἠέρα δ’ ἐσσάμενος στυγερὸν προέηκε Βέλεμνον,
καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν· αἶψα δ’ ἀνῖαι
δῦσαν ὑπὸ κραδίην· ὁ δ’ ἀνετράπετ’ ἠΰτε πύργος,
ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι
ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης·
ὣς ἐκλίθη δέμας ἠῢ κατ’ οὔδεος Αἰακίδαο.
ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ † ἄκραντον ὁμόκλα·
‘τίς νύ μοι αἰνὸν ὀϊστὸν ἐπιπροέηκε κρυφηδόν;
τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,
ὄφρα δέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη
ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄϊδα λυγρὸν ἵκηται·
οἶδα γὰρ ὡς οὔτις με δυνήσεται ἐγγύθεν ἐλθὼν
ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων,
οὐδ’ εἴπερ στέρνοισι μάλ’ ἄτρομον ἦτορ ἔχῃσιν,
ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη·
κρύβδα δ’ ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι.
τῷ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι
χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν
ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ.
ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ
κείνου ὑπαὶ βελέεσσιν ὀϊζυρῶς ἀπολέσθαι
Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δ’ οὐκ ἀνεμώλιον ἦεν.’
ἦ καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσιν
ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα
ἔσσυτο τειρομένοιο· πότμος δέ οἱ ἦτορ ἐδάμνα.
ἀσχαλόων δ’ ἔρριψε βέλος· τὸ δ’ ἄρ’ αἶψα κιοῦσαι
πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι
ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει
ἄμβροτον ἰὸν ὀλέσθαι ἀπ’ ἀθανάτοιο μολόντα.
δεξάμενος δ’ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον
ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ᾗχι μάλιστα
πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν·
οἱ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι
οἱ δ’ αὖτ’ Ἀργείοις, διὰ δ’ ἄνδιχα μητιόωντες
δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.
τὸν δ’ ὁπότ’ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,
αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσιν·
‘Φοῖβε, τί ἢ τόδ’ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,
λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ
ἀντιθέῳ Πηλῆι συνήρσαμεν; ἐν δὲ σὺ μέσσοις
δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν
Πηλεὺς ἤγετ’ ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν,
καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα,
θῆρές τ’ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι
καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.
ἀλλὰ τά γ’ ἐξελάθου, καὶ ἀμείλιχον ἔργον ἔρξας
κτείνας ἀνέρα δῖον, ὃν ἀθανάτοισι σὺν ἄλλοίς
νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι
ἐκ Θέτιδος Πηλῆι· τεῆς δ’ ἐπελήσαο ἀρῆς
ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος,
ᾧ πάρα βουκολέεσκες· ὁ δ’ ἀθάνατόν περ ἐόντα
θνητὸς ἐὼν ἀκάχιζε· σὺ δ’ ἀφρονέων ἐνὶ θυμῷ
ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσς’ ἐμόγησας.
σχέτλιος, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν,
οὔθ’ ὅτις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,
οὔθ’ ὅτις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς
ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.
ἀλλ’ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω
ἔσσεσθ’ Αἰακίδαο δεδουπότος, οὕνεκ’ ἄρ’ αὐτοῦ
υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν
Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν
πατρὶ ἑῷ· πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.
ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλ’ Ἀχιλῆι
ἀμφ’ ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φἐρτατος ἀνδρῶν;
νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην
ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματ’ ἰοῦσαν,
ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;’
ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα
Ἥρη ἀκηχεμένη· ὁ δ’ ἄρ’ οὐκ ἀπαμείβετο μύθῳ·
ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο·
οὐδέ οἱ ὀφθαλμοῖσι καταντίον εἰσοράασθαι
ἔσθενεν, ἀλλ’ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων
ἧστο κατωπιόων· ἄμοτον δέ οἱ ἐσκύζοντο
ἀθάνατοι κατ’ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·
ὅσσοι δ’ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,
κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες
κρύβδ’ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες
ἅζοντ’ ἀσχαλόωσαν. ὁ δ’ οὔπω λήθετο θυμοῦ
Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις
ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.
οὐδ’ ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
βλημένου, ἀλλ’ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος
ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι
θηρητήρ, ὁ δ’ ἄρ’ οὔτι πεπαρμένος ἦτορ ἄκοντι
λήθεται ἠνορέης, ἀλλὴ στρέφετ’ ἄγριον ὄμμα
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς.
ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος
θυμὸν ἄδην ὀρόθυνε· θεοῦ δέ μιν ἰὸς ἐδάμνα.
ἀλλὰ καὶ ὣς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι
πάλλων ὄβριμον ἔγχος· ἕλεν δ’ Ὀρυθάονα δῖον,
Ἕκτορος ἐσθλὸν ἑταῖρον, ἔσω κροτάφοιο τυχήσας·
οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ, μαιμώωντος
ἀλλὰ δι’ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν
ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε δέ οἱ θαλερὸν κῆρ.
Ἱππόνοον δ’ ἐδάμασσε κατ’ ὀφρύος ἔγχος ἐρείσας
ἐς θέμεθλ’ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη
ἐκ βλεφάρων· ψυχὴ δὲ κατ’ Ἄϊδος ἐξεποτήθη.
Ἀλκαθόου δ’ ἄρ’ ἔπειτα διὰ γναθμοῖο περήσας
γλῶσσαν ὅλην ἀνέκερσεν· ὁ δ’ ἐς πέδον ἤριπε γαίης
ἐκπνείων, αἰχμὴ δὲ δι’ οὔατος ἐξεφαάνθη.
καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀΐσσοντας
δῖος ἀνήρ· πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε
φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.
ἀλλ’ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,
ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δ’ ἐπέτοντο
πανσυδίῃ τρομέοντες, ὁ δέ σφισι τοῖον ὁμόκλα·
‘ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος
ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλ’ ἅμα πάντες
τίσετ’ ἄρ’ αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.’
ὣς φάτο· τοὶ δ’ ἀΐοντες ὑπέτρεσαν, εὖτ’ ἐν ὄρεσσι
φθόγγον ἐριβρύχοιο νεβροὶ τρομέωσι λέοντος
δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ
Τρώων ἱπποπόλων ἠδ’ ἀλλοδαπῶν ἐπικούρων
ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλήν,
ἐλπόμενοί μιν ἔτ’ ἔμμεν ἀνούτατον. ὃς δ’ ὑπὸ πότμῳ
θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς
ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ·
γαῖα δ’ ὑπεπλατάγησε, καὶ ἄσπετον ἔβραχε τεύχη
Πηλείδαο πεσόντος ἀμύμονος. οἱ δ’ ἔτι θυμῷ
δήιοι εἰσορόωντες ἀπειρέσιον τρομέεσκον·
ὡς δ’ ὅτε θῆρα δαφοινὸν ὑπ’ αἰζηοῖσι δαμέντα
μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα
βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,
ἀλλά μιν ὡς ζώοντα νέκυν περιπεφρίκασιν·
ὣς Τρῶες φοβέοντο καὶ οὐκέτ’ ἐόντ’ Ἀχιλῆα.
ἀλλὰ καὶ ὣς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε
λαόν, ἐπεὶ φρεαὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει
Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ
Πηλείδαο πεσόντος· ὁ γὰρ Δαναοῖς πέλεν ἀλκή·
‘ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,
σήμερον ἠὲ θάνωμεν ὑπ’ Ἀργείοισι δαμέντες,
ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν
ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,
οἵ μ’ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος
ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα·
τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,
ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ
Ἕκτορι, εἴ γέ τίς ἐστι κατ’ Ἄϊδος ἀνθρώποισιν
ἢ νόος ἠὲ θέμιστες· ὁ γὰρ κακὰ μήσατο Τρῶας.
καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι
ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠΰτε λυγραὶ
πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι
ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης·
ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος
ἀθρόαι ἀΐξουσιν ἀπειρέσιον κοτέουσαι,
αἱ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἱ δὲ καὶ ἀνδρῶν,
αἱ δ’ ἄρ’ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες,
ὅσσους οὐκ ἐθέλοντας ἐν ἅστεϊ γῆρας ἐρύκει,
τόνδ’ ἡμεῖς εἴπερ τε ποτὶ πτόλιν εἰρύσσαντες
θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.’
ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο
ἄμφεβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθεν,
Γλαῦκός τ’ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ
ἄλλοι τ’ οὐλομένοιο δαήμονες ἰωχμοῖο,
εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.
ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας,
ἀλλὰ θοῶς περίβη· πάντας δ’ ὑπὸ δούρατι μακρῷ
ὤθει ἀπὸ νέκυος. τοὶ δ’ οὐκ ἀπέληγον ὁμοκλῆς,
ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀΐσσοντες
αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,
αἱ ῥά θ’ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται
ἄνδρ’ ἀπαμυνόμεναι, ὁ δ’ ἄρ’ οὐκ ἀλέγων ἐπιούσας
κηροὺς ἐκτάμνησι μελίχροας, αἱ δ’ ἀκάχονται
καπνοῦ ὑπὸ ῥιπῆς ἠδ’ ἀνέρος, ἀλλ’ ἄρα καὶ ὣς
ἀντίαι ἀΐσσουσιν, ὁ δ’ οὐκ ὄθετ’ οὐδ’ ἄρα βαιόν·
ὣς Αἴας τῶν οὔτι μάλ’ ἐσσυμένων ἀλέγιζεν,
ἀλλ’ ἄρα πρῶτον ἐνήραθ’ ὑπὲρ μαζοῖο τυχήσας
Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον.
εἷλε δ’ ἄρ’ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδ’ Ἀγάνιππον
ζωρόν τε Νίσσον τε περικλειτόν τ’ Ἐρύμαντα,
ὅς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ,
ναῖε δ’ ὅ γ’ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης
ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,
τὴν μέγ’ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,
εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.
τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο κλυτὸς πάϊς Ἱππολόχοιο
παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος·
καί ῥα θοῶς Αἴαντα κατ’ ἀσπίδα πουλυβόειαν
οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν·
ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπ’ ἀσπίδι θώρηξ,
ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
Γλαῦκος δ’ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
καί οἱ ἐπευχόμενος μέγ’ ἀπείλεεν ἄφρονι θυμῷ·
‘Αἶαν, ἐπεί νύ σέ φασι μέγ’ ἔξοχον ἔμμεναι ἄλλων
Ἀργείων, σοὶ δ’ αἰὲν ἐπιφρονέουσι μάλιστα
ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
οἴω συνθανέεσθαι ἐπ’ ἤματι τῷδε καὶ αὐτόν.’
ὥς ἔφατ’ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη,
ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.
τὸν δ’ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·
‘ἆ δείλ’, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ
ἔπλετ’ ἐνὶ πτολέμοισι; μένος δ’ ἀλέεινε καὶ ἔγχος
ἡμέτερον· πινυτὲν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.
σοὶ δ’ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
ἐς μόθον ἐλθέμεναι μέγ’ ἀμείνονί περ γεγαῶτι·
οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,
οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο
νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα·
ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σ’ ἔτ’ ἔγωγε
ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.
ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἵ μετὰ σεῖο
μυίῃς οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν
ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; ἄλλ’ ἄρα καὶ τοῖς
δώσω ἐπεσσύμενος θάνατον καὶ κῆρας ἐρεμνάς.’
ὣς εἰπὼν Τρώεσσιν ἐνεστρωφᾶτο, λέων ὡς
ἐν κυσὶν ἀγρεντῇσι κατ’ ἄγκεα μακρὰ καὶ ὕλην.
πολλοὺς δ’ αἶψ’ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
Τρῶας ὁμῶς Λυκίοισι· περιτορομέοντο δὲ λαοί,
ἰχθύες ὡς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ
κήτεος ἤ δελφῖνος ἁλιτρεφέος μεγάλοιο
ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο
αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον· ἀλλ’ ἄρα καὶ ὥς
μάρναντ’, ἀμφὶ δὲ νεκρὸν’ Αχιλλέος ἄλλοθεν ἄλλοι
μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,
κτείνοντ’· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα
Αἴας ὀβριμόθυμος· ὁ δ’ ὕπτιος ἀμφ’ Ἀχιλῆα
κάππεσεν, εὖτ’ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος·
ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι
βλήμενος· ἀμφὶ δὲ οἱ κρατερὸς πάϊς Ἀγχίσαο
πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν
εἴρυσεν ἐς Τρῶας, καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ
δῶκε φέρειν ἑτάροισι μέγ’ ἀχνυμένοις περὶ θυμῷ.
αὐτὸς δ’ ἀμφ’ Ἀχιλῆι μαχέσκετο· τὸν δ’ ἄρα δουρὶ
μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας
χειρὸς δεξιτερῆς· ὁ δ’ ἄρ’ ἐσσυμένως ἀπόρουσεν
ἐξ ὀλοοῦ πολέμοιο, κίεν δ’ ἄφαρ ἄστεος εἴσω·
ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες,
οἵ ῥά οἱ αἷμα κάθηραν ἀφ’ ἕλκεος, ἄλλα τε πάντα
τεῦχον, ὅς’ οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.
Αἴας δ’ αἰὲν ἐμάρνατ’ ἀλίγκιος ἀστεροπῇσι
κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ
ἀχνύμενος κέαρ ἔνδον ἀνεψιοῖο δαμέντος.
ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων
μάρνατο δυσμενέεσσι· φέβοντο δέ μιν μέγα λαοί.
κτεῖνε δὲ Πεισάνδροιο θοὸν καὶ ἀρήϊον υἷα
Μαίναλον, ὅς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου·
τῷ δ’ ἔπι δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη
Πηγασὶς ἠΰκομος σθεναρῷ τέκεν Ἠμαθίωνι
Γρηνίκου ποταμοῖο παρὰ ῥόον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
Πρωτέος υἷα δάϊξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς
Ἴδης ναιετάασκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ
δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια,
ἀλλ’ ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων
πολλῶν θυμὸν ἔλυσεν ὑπ’ ἔλχεϊ μαιμώωντι
κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. ἀλλά μιν Ἄλκων
υἱὸς ἀρηϊθόοιο Μεγακλέος ἔγχεϊ τύψε
πὰρ γόνυ δεξιτερόν· περὶ δὲ κνημῖδα φαεινὴν
ἔβλυσεν αἷμα κελαινόν· ὁ δ’ ἕλκεος οὐκ ἀλέγιζεν,
ἀλλ’ ἄφαρ οὐτήσαντι κακὸν γένεθ’, οὕνεκ’ ἄρ’ αὐτὸν
ἱέμενον πολέμοιο δι’ ἀσπίδος οὔτασε δουρί·
ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς
ὕπτιον ἐς γαῖαν· κανάχησε δέ οἱ πέρι τεύχη
βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ
δεύετο φοινήεντι λύθρῳ· ὁ δὲ λοίγιον ἔγχος
ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δ’ αἰχμῇ
θυμὸς ἀπὸ μελέων, ἔλιπεν δέ μιν ἄμβροτος αἰών.
τοῦ δ’ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,
οὐδ’ ἀπέληγε μόθοιο δυσηχέος. ὥς δὲ καὶ ἄλλοι
πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφ’ Ἀχιλῆα
προφρονέως ἐμάχοντο, πολύν δ’ ὑπὸ χείρεσι λαὸν
ἐσσυμένως ἐδάϊζον ἐϋξέστῃς μελίῃσιν.
εὖτ’ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται
λάβρον ἐπιβρίσαντες ἀν’ ἄλσεα ὑλήεντα
ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι·
ὥς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι·
μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
ἐκπάγλως δ’ Αἴαντι δαΐφρονι· τοὔνεκ’ ἄρ’ ἔμπης
Τρῶας ἄδην ἐδάϊζε κακῇ ἐναλίγκοις Αἴσῃ.
τῷ δ’ ἔπι τόξ̓ ἐτίταινε Πάρις· τὸν δ’ αἶψα νοήσας
κάββαλε χερμαδίῳ κατὰ κράατος· ἐν δ’ ἄρ’ ἔθλασσεν
ἀμφίφαλον κυνέην ὀλοὸς λίθος· ἀμφὶ δέ μιν νὺξ
μάρψεν. ὁ δ’ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ
ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο δ’ ἄρ’ ἄλλυδις ἄλλοι
ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη·
τόξον δ’ ἔκφυγε χεῖρε. φίλοι δέ μιν ἁρπάξαντες
ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ
βαιὸν ἔτ’ ἀμπνείοντα καὶ ἀργαλέον στενάχοντα·
οὐδὲ μὲν ἔντἐ ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ
ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες.
τῷ δ’ Αἴας ἐπὶ μακρὸν ἀΰτεεν ἀσχαλόων κῆρ·
‘ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ
ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ.
νῦν δ’ ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος
ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω.’
ὣς εἰπὼν δηΐοισι κακὰς ἐπὶ κῆρας ἴαλλεν,
οἵ ῥ’ ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος.
οἱ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι
πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδ’ ἔτ’ ἔμιμνον,
οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ
αἰετὸς οἰωνῶν προφερέστατος, εὖτ’ ἐν ὄρεσσι
πώεα δαρδάπτωσι λύκοις ὕπο δῃωθέντα·
ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας
χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ.
οἱ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο
πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων
κίρκος ἐπισσεύει, τοὶ δ’ ἰλαδὸν ἄλλος ἐπ’ ἄλλῳ
ταρφέες ἀΐσσουσιν ἀλευόμενοι μέγα πῆμα·
ὣς οἵ γ’ ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα
φεῦγον ὀϊζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν
Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν,
ὅς ῥ’ ἕπετ’ ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας.
καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν,
εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα
βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε·
τοὺς δ’ ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὡς αἰόλα μῆλα,
ἤϊεν ἐς πεδίον, χθόνα δ’ οὐ ποσὶ μάρπτεν ἑοῖσιν
ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι·
κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ
ἄχρις ἐφ’ Ἑλλήσποντον ἀπ’ εὐρυχόροιο πόληος
αἰζηῶν κταμένων, ὁπόσους λάχε δαίμονος Αἶσα.
ὡς δ’ ὅτε λήιον αὖον ὑπ’ ἀμητῆρσι πέσῃσι
πυκνὸν ἐόν, τὰ δὲ πολλὰ καταυτόθι δράγματα κεῖται
βριθόμενα σταχύεσσι, γέγηθε δὲ θυμὸς ἐπ’ ἔργῳ
ἀνέρος εἰσορόωντος, ὅτις κλυτὸν οὖδας ἔχῃσιν·
ὣς οἵ γ’ ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ
κεῖντο πολυκλαύτοιο λελασ μένοι ἰωχμοῖο
πρηνέες· οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες
σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας,
πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅς σφιν ὄνειαρ
ἔπλετ’ ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.
τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες
ἀμφὶ νέκυν πονέοντο ἀπείριτον, εὖ δὲ φέροντες
κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων·
ἀμφὶ δέ μιν μάλα πάντες ἀγειράμενοι στενάχοντο
ἀχνύμενοι κατὰ θυμόν· ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν,
καὶ τότ’ ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων
κεῖτο βαρυγδούποιο παρ’ ᾐόσιν Ἑλλησπόντου,
οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ
ἐρχομένην Πυθώδε βιάζετο, καί ἑ χολωθεὶς
ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατ’ Ἀπόλλων
λαιψηροῖς βελέεσσιν, ὁ δ’ ἀργαλέῳ ἐνὶ λύθρῳ
πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο
μητρὸς ἑῆς· ἡ δ’ υἷα περιστονάχησε πεσόντα
ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ·
τοῖος ἄρ’ Αἰακίδης δηΐων ἐπικάππεσε γαίῃ
χάρμα φέρων Τρώεσσι, γόον δ’ ἀλίαστον Ἀχαιῶν
λαῷ μυρομένων· περὶ δ’ ἔβρεμε βένθεα πόντου.
θυμὸς δ’ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον
ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι·
μνησάμενοι δ’ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,
τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν,
αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι
νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,
μᾶλλον ἀνεστενάχοντο· γόου δ’ ἔρος ἔμπεσε θυμῷ·
κλαῖον δ’ αὖτ’ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείῃς
πρηνέες ἐκχύμενοι μεγάλῳ περὶ Πηλείωνι
χαίτας ἐκ κεφαλῆς προθελύμνους δηϊόωντες,
χευάμενοι δ’ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.
οἵη δ’ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων
οἰμωγὴ πέλεται, ὅτε δήϊοι ἐμμεμαῶτες
καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς
πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται·
τοίη τις παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετ’ ἀϋτή,
οὕνεκ’ ἀοσσητὴρ Δαναῶν πάϊς Αἰακίδαο
κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,
οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη
Τρώων ἐν πεδίῳ πολυαλθέϊ κάββαλε πέτρῃ.
Μυρμιδόνες δ’ ἄλληκτον ἀνεστενάχοντ’ Ἀχιλῆα
εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος·
ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·
οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδ’ ὀλοόφρων,
ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντ’ ἐκέκαστο.
Αἴας δ’ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει
πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,
βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔτινι βλητὸς
ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.
τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,
ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος
ἐσφοιτῶν, ὁτὲ δ’ αὖτε παρὰ ψαμάθοισι θαλάσσης
ἐκχύμενος μάλα πουλύς, ἔπος δ’ ὀλοφύρατο τοῖον·
‘ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο
ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,
τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν·
οὐ γάρ τις πίσυνός γε σάκος μέγα νωμήσασθαι
ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα
εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι
καὶ χαλκὸν δηΐοισι περὶ στέρνοισι δαΐξαι
ἰοῖσίν γ’ ἀπάνευθεν ἀπεσσύμενος πολεμίζει·
εἰ γάρ σευ κατέναντα τότ’ ἤλυθεν, ὅς σ’ ἔβαλέν περ,
οὐκ ἄν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν·
ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντ’ ἀπολέσσαι,
ἡμέων δ’ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν·
ἤδη γὰρ Τρώεσσι κατ’ Ἀργείων τάχα νίκην
νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.
ὦ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεύς
ὀχθήσει μέγα πένθος ἀτερπέϊ γήραϊ κύρσας·
αὐτὴ μὲν φήμη μιν ἀπορραίσει τάχα θυμόν·
ὧδε δέ οἱ καὶ ἄμεινον ὀϊζύος αἶψα λαθέσθαι·
εἰ δέ κεν οὐ φθίσῃ ἑ κακὴ περὶ υἱέος ὄσσα,
ἆ δειλὸς χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει
αἰὲν ἐπ’ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,
Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν·
ἀλλ’ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.’
ὣς ὁ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.
Φοῖνιξ δ’ δὖθ’ ὁ γεραιὸς ἀάσπετα κωκύεσκεν
ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο·
καί ῥ’ ὀλοφυδνὸν ἄϋσε μέγ’ ἀχνύμενος πινυτὸν κῆρ·
‘ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ’ ἄχος αἰὲν ἄφυκτον
κάλλιπες· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
πρὶν σέο πότμον ἰδέσθαι ἁμείλιχον· οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερον ποτ’ ἐσήλυθεν ἐς φρένα πῆμα,
οὐδ’ ὅτε πατρίδ’ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας
φεύγων ἐς Πηλῆα δι’ Ἑλλάδος, ὅς μ’ ὑπέδεκτο,
καί μοι δῶρα πόρεν, Δολόπεσσι δὲ θῆκεν ἀνάσσειν
καὶ σέ γ’ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον
κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε
νηπίαχον κομέειν, ὡσεὶ φίλον υἷα γεγῶτα·
τῷ πιθόμην· σὺ δ’ ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς
πολλάκι παππάζεσκες ἔτ’ ἄκριτα χείλεσι βάζων,
καί μευ νηπιέῃσιν ἄδην ἐνὶ σῇσι δίηνας
στήθεά τ’ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι
πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει
θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.
καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα.
νῦν δὲ σύγ’ οἴχῃ ἄϊστος ὑπὸ ζόφον· ἀμφὶ δ’ ἐμὸν κῆρ
ἄχνυτ’ ὀϊζυρῶς, ἐπεὶ ἦ νύ με κῆδος ἰάπτει
λευγαλέον· τὸ καὶ εἴθε καταφθίσειε γοῶντα
πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀΐω
κωκύσειν ἀλίαστον, ὅτ’ ἀμφί ἑ φῆμις ἵκηται·
οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος
πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος
ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν
δυσόμεθ’ ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη,
ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.’
ἦ ῥ’ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.
πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων·
ᾤμωξεν δ’ ὀδύνῃσι μέγ’ αἰθόμενος κέαρ ἔνδον·
‘ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,
ὤλεο, καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν·
ῥηίτεροι δ’ ἄρα σεῖο καταφθιμένοιο πέλονται
δυσμενέσιν· σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,
οἵ σε πάρος φοβέοντο λέονθ’ ὡς αἰόλα μῆλα·
νῦν δ’ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.
Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι
θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος
ἄστυ διαπραθέειν, νῦν δ’ οὐ τελέεις ὅς’ ὑπέστης,
ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀΐω
εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.’
ὣς ἔφατ’ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα·
τοῖς δ’ ἄρ’ ἐπεβρόμεον νῆες περιμυρομένοισιν·
ἠχὴ δ’ ἄσπετος ὦρτο δι’ αἰθέρος ἀκαμάτοιο.
ὡς δ’ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο
ὀρνύμεν’ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται
σμερδαλέον, πάντη δἐ προσαγνυμένης ἁλὸς αἰεὶ
ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιαι βοόωσι·
τοῖος ἄρ’ ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει
μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.
καί σφιν ὀδυρομένοισα τάχ’ ἤλυθε κυανέη νύξ,
εἰ μὴ ἄρ’ Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς
Νέστωρ, ὅς ῥά τ’ ἔχεσκεν ἐνὶ φρεσὶ μυρίου ἄλγος
μνησάμενος σφοῦ παιδὸς ἐΰφρονος Ἀντιλόχοιο·
‘Ἀργείων σκηπτοῦχε μέγα κρατέων Ἀγάμεμνον,
νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο
σήμερον· οὐ γὰρ ἔτ’ αὖθις ἐρωήσει τις Ἀχαιοὺς
κλαυθμοῦ ἄδην κορέσασθαι ἐπ’ ἤματα πολλὰ γοῶντας.
ἀλλ’ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο
λούσαντες λεχέεσς’ ἐνιθείομεν· οὐ γὰρ ἔοικεν
αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.’
καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός·
αὐτὰρ ὅ γ’ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν
ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας
θερμῆναι λοῦσαί τε νέκυν, περί θ’ εἵματα ἕσσαι
καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ
ἐς Τροίην ἀνιόντι. θοῶς δ’ ἐπίθησαν ἄνακτι·
ἐνδυκέως δ’ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον
κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.
τὸν δ’ ἐσιδοῦς’ ἐλέησε περίφρων Τριτογένεια·
στάζε δ’ ἄρ’ ἀμβροσίην κατὰ κράατος, ἥν ῥά τέ φασι
δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων·
θῆκε δ’ ἄρ ἐρσήεντα καὶ εἴκελον ἀμπνείοντι·
σμερδαλὲον δ’ ἄρ’ ἐπισκύνιον νεκρῷ περ ἐτευξεν,
οἶόν τ’ ἀμφ’ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο
χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου·
βριθύτερον δ’ ἄρ’ ἔθηκε δέμας καὶ ἄρειον ἰδέσθαι.
Ἀργείους δ’ ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας
Πηλείδην ζώοντι πανείκελον, ὅς ῥ’ ἐπὶ λέκτροις
ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.
ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτ’ αὐτός
Λῆμνόν τε ζαθέην Κιλίκων τ’ αἰπὺ πτολίεθρον
Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας,
ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν,
στήθεά τ’ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν
ἐκ θυμοῦ στενάχεσκον ἐΰφρονα Πηλείωνα·
τὰς γὰρ δὴ τίεσκε καί ἐκ δηΐων περ ἐούσας·
πασάων δ’ ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον
Βρισηὶς παράκοιτις ἐϋπτολέμου Ἀχιλῆος
ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι
δρυπτομένη χρόα καλὸν ἀΰτεεν· ἐκ δ’ ἁπαλοῖο
δτήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν
θεινομένης· φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι
φοίνιον· ἀγλαΐη δέ καὶ ἀχνυμένης ἀλεγεινῶς
ἱμερόεν μάρμαιρε· χάρις δέ οἱ ἄμφεχεν εἶδος·
τοῖον δ’ ἔκφατο μῦθον ὀϊζυρὸν γοόωσα·
‘ὦ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα·
οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλο τι πῆμα,
οὔτε κασιγνήτων οὔτ’ εὐρυχόρου περὶ πάτρης,
ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ
καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν
ἐλπωρή τ’ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης
πάσης τ’ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων
ἔπλεο· πάντα γάρ οἶος ἔης δμωῇ περ ἐούσῃ·
καί ῥά μ’ ἔθηκας ἄκοιτιν ἐλὼν ἄπο δούλια ἔργα.
νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος
Σπάρτην εἰς ἐρίβωλον ἤ ἐς πολυδίψιον Ἄργος·
καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομ’ ἀνίας
σεῦ ἀπονοσφισθεῖσα δυσάμμορος· ὡς ὄφελόν με
γαῖα χυτή ἐκάλυψε, πάρος δέο πότμον ἰδέσθαι.’
ὣς ἡ μὲν δμηθέντ’ ὀλοφύρετο Πηλείωνα
δμωῇς σὺν μογερῇσι καί ἀχνυμένοισιν Ἀχαιοῖς
μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς δ’ ἀλεγεινὸν
οὔποτ’ ἐιέρσετο δάκρυ, κατείβετο δ’ ἄχρις ἐπ’ οὖδας
ἐκ βλεφάρων, ὡσεί τε μέλαν κατὰ πίδακος ὕδωρ
πετραίης, ἦς πουλὺς ὕπερ παγετός τε χιών τε
ἐκκέχυται στυφελοῖο κατ’ οὔδεος, ἀμφὶ δὲ πάχνη
τήκεθ’ ὁμῶς εὔρῳ τε καὶ ἠελίοιο βολῇσι.
καὶ τότε δή ῥ’ ἐσάκουσαν ὀρινομένοιο γόοιο
θυγατέρες Νηρῆος, ὅσαι μέγα βένθος ἔχουσι·
πάσῃσιν δ’ ἀλεγεινόν ὑπὸ κραδίην πέσεν ἄλγος·
οἰκτρὸν δ’ ἐστονάχησαν, ἐπίαχε δ’ Ἑλλήσποντος·
ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις
ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἔπλετἈχαιῶν,
πανσυδίῃ πολιοῖο δι’ οἴδματος· ἀμφὶ δ’ ἄρα σφι
νισσομένῃσι θάλασσα διίστατο· ταὶ δ’ ἐρέροντο
κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν
ὀσσομένῃς μέγα χεῖμα· περιστενάχοντο δὲ λυγρὸν
κήτεα μυρομένῃσιν· ἔσαν δ’ ἄφαρ ᾗχι νέοντο
παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι
ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι
ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι
ἀρνύμεναι τιμήν ἑλικώπιδι Νηρηίνῃ·
Ζεύς δὲ μέγ’ Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,
ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων
ἀμφαδὸν ἀθρήσαντες ἀνά στρατόν· αἱ δ’ Ἀχιλῆος
ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι
πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου·
δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο
δάκρυσιν· ὥς μέγα πένθος ἀνέστενον· ἀμφὶ δὲ λαῶν
μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.
μήτηρ δ’ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος
παιδὸς ἑοῦ, καὶ τοῖον ἔπος φάτο δακρυχέουσα·
‘γηθείτω ῥοδόπεπλος ἀν’ οὐρανόν Ἠριγένεια,
γηθείτω φρεσὶν ᾖσι μεθεὶς χόλον Ἀστεροπαίου
ἄξιος εὐρυρέεθρος ἰδὲ Πριάμοιο γενέθλη·
αὐτάρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφί δὲ ποσσὶ
κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,
οὕνεκά μ’ οὐκ ἐθέλουσαν ὑπ’ ἀνέρι δῶκε δαμῆναι,
ἀνέρι, τὸν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρπε,
κῆρές τ’ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.
ἀλλά μοι οὐ κείνοιο μέλει τόσον, ὡς Ἀχιλῆος,
ὅν μοι Ζεύς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν
ἴφθιμον θήσειν, ἐπεὶ οὔτι μοι ἥνδανεν εὐνή·
ἀλλ’ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δ’ ὕδωρ,
ἄλλοτε δ’ οἰωνῷ ἐναλίγκιος ἤ πυρὸς ὁρμῇ·
οὐδέ με θνητός ἀνὴρ δύνατ’ ἐν λεχέεσσι δαμάσσαι
φαινομένην, ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,
μέσφ’ ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον
ἔκπαγλον θήσειν καὶ ἀρήϊον. ἀλλὰ τὰ μέν που
ἀτρεκέως ἐτέλεσσεν· ὁ γὰρ πέλε φέρτατος ἀνδρῶν·
ἀλλά μιν ὠκύμορον ποιήσατο καί μ’ ἀκάχησε.
τοὔνεκ’ ἐς οὐρανὸν εἶμι· Διὸς δ’ ἐς δώματ’ ίοῦσα
κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθ’ ἐμόγησα
ἀμφ’ αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι
μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω.’
ὣς ἔφατ’ αἰνὰ γοῶς’ ἁλίη Θέτις· ἡ δέ οἱ αὐτὴ
Καλλιόπη φάτο μῦθον ἀρηραμένη φρεσὶ θυμόν·
‘ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδ’ ἀλύουσα
εἵνεκα παιδός ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν
σκύεο· καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος
υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ κηρὶ δαμέντες·
κάτθανε δ’ υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο
Ὀρφεύς, οὖ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,
πᾶσα δ’ ἄρ’ ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα
πνοιαί τε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων
οἰωνοί τε θοῇσι διεσσύμενοι πτερύγεσσιν·
ἀλλ’ ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔτι ἔοικεν
πένθεσι λευγαλέοισι καὶ ἄλγεϊ θυμὸν ἀχεύειν.
τῷ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ·
καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ
καὶ μένος ἀείσουσιν ἐμῇ τ’ ἰότητι καὶ ἄλλων
Πιερίδων· σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν
δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.
ἦ οὐκ ἀΐεις ὅτι πάντας, ὅσοι χθονὶ ναιετάουσιν,
ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα
οὐδὲ θεῶν ἀλέγουσα; τόσον σθένος ἔλλαχε μούνη·
ἢ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πόληα
ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα
ἀνέρας, ὅν κ’ ἐθέλῃσι· θεῶν δ’ οὔτις μιν ἐρύξει.’
ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.
ἠέλιος δ’ ἀπόρουσεν ἐς ὠκεανοῖο ῥέεθρα,
ὦρτο δὲ νὺξ μεγάλοιο κατ’ ἠέρος ὀρφνήεσσα,
ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.
αὐτοῦ δ’ ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες
ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ·
ἀλλ’ οὐχ ὕπνος ἔμαρπτε θεήν Θέτιν· ἄγχι δέ παιδὸς
ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν· ἀμφὶ δὲ Μοῦσαι
ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.
ἀλλ’ ὅτε καγχαλόωσα δι’ αἰθέρος ἤλυθεν ἠὼς
λαμπρότατον πᾶσίν τε φάος Τρῶεσσι φέρουσα
καὶ Πριάμῳ—Δαναοὶ δὲ μέγ’ ἀχνύμενοι Ἀχιλῆα
κλαῖον ἐπ’ ἤματα πολλά, περιστενάχοντο δὲ μακραὶ
ἠιόνες πόντοιο, μέγας δ’ ὀλοφύρετο Νηρεὺς
ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι
εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος—
καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο
Ἀργεῖοι πυρὶ δῶκαν ἀάσπετα νηήσαντες
δοῦρα, τά οἱ φορέοντες ἀπ’ οὔρεος Ἰδαίοιο
πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες
Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,
ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.
ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο
αἰζηῶν κταμένων, πολλοὺς δ’ ἐφύπερθε βάλοντο
Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας
ἵππους τε χρεμέθοντας ἐϋσθενέας θ’ ἅμα ταύρους,
σὺν δ’ ὄϊάς τε σύας τ’ ἔβαλον βρίθοντας ἀλοιφῇ·
φάρεα δ’ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι
δμωιάδες, καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,
χρυσόν τ’ ἤλεκτρόν τ’ ἐπενήεον· ἀμφί δέ χαίτας
Μυρμιδόνες κείραντο, νέκυν δ’ ἐκάλυψαν ἄνακτος·
καὶ δ’ αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ
κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.
πολλοὺς δ’ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,
ἄλλους δ’ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου
ἡδέος, οὗ μέθυ λαρὸν ὀδώδεε νέκταρι ἶσον.
ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν,
ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.
Ἀλλ’ ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,
πεζοὶ ἅμ’ ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο
ἀμφὶ πυρὴν πολύδακρυν. ὁ δ’ ἔκποθεν Οὐλύμποιο
Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο
ἀμβροσίας, δίῃ δὲ φέρων Νηρηίδι τιμὴν
Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ
λαιψηρῶν ἀνέμων ἱερὸν μένος· ἦ γὰρ ἔμελλε
καίεσθ’ Αἰακίδαο νέκυς. τοῦ δ’ αἶψα μολόντος
Αἴολος οὐκ ἀπίθησε· καλεσσάμενος δ’ ἀλεγεινὸν
καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην
ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ·
οἱ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι
ῥιπῇ ἀπειρεσίῃ· περὶ δ’ ἴαχεν ἐσσυμένοισι
πόντος ὁμοῦ καὶ γαῖα· περικλονέοντο δ’ ὔπερθε
πάντα νέφη μεγάλοιο δι’ ἠέρος ἀΐσσοντα.
οἱ δὲ Διὸς βουλῇσι δαϊκταμένου Ἀχιλῆος
αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες, ὦρτο δ’ ἀϋτμὴ
Ἡφαίστου μαλεροῖο· γόος δ’ ἀλίαστος ὀρώρει
Μυρμιδόνων· ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ
πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες
καῖον ἐϋπνείοντες ὁμῶς· ἀνὰ δ’ ἔγρετο πουλὺς
καπνὸς ἔς ἠέρα δῖαν, ἐπέστενε δ’ ἄσπετος ὕλη
δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.
οἱ δὲ μέγ’ ἐκτελέσαντες ἀτειρέες ἔργον ἀῆται
εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.
Μυρμιδόνες δ’, ὅτ’ ἄνακτα πελώριον ὕστατον ἄλλων
ἤνυσε πῦρ ἀΐδηλον ἀποκταμένων περὶ νεκρῷ
ἵππων τ’ αἰζηῶν τε, καὶ ἄλλ’ ὅσα δακρυχέοντες
ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν Ἀχαιοί,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ’ αὐτοῦ
φαίνετ’ ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα
ἦν, ἀλλ’ οἷα Γίγαντος ἀτειρέος, οὐδὲ μὲν ἄλλα
σὺν κείνοις ἐμέμικτ’ , ἐπεὶ ἦ βόες ἠδὲ καὶ ἵπποι
καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις
βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δ’ ἐνὶ μέσσοις
ῥιπῇ ὕφ’ Ἡφαίστοιο δεδμημένος οἶος ἔκειτο.
τοῦ δὲ καὶ ὀστέα πάντα περιστενάχοντες ἑταῖροι
ἄλλεγον ἐς χηλὸν πολυχανδέα τε βριαρήν τε
ἀργυρέην, χρυσῷ δὲ διαυγέϊ πᾶς’ ἐκέκαστο·
καὶ τὰ μὲν ἀμβροσίῃ καὶ ἀλείφασι πάγχυ δίηναν
κοῦραι Νηρῆος μέγ’ Ἀχιλλέα κυδαίνουσαι,
ἐς δὲ βοῶν δημὸν θέσαν ἀθρόα πάγχυ χέασαι
σὺν μέλιτι λιαρῷ· μήτηρ δέ οἱ ἀμφιφορῆα
ὤπασε, τόν ῥα πάροιθε Διώνυσος πόρε δῶρον,
Ἡφαίστου κλυτὸν ἔργον ἐΰφρονος· ᾧ ἔνι θῆκαν
ὀστέ’ Ἀχιλλῆος μεγαλήτορος· ἀμφὶ δὲ τύμβον
Ἀργεῖοι καὶ σῆμα πελώριον ἀμφεβάλοντο
ἀκτῇ ἐπ’ ἀκροτάτῃ παρὰ βένθεσιν Ἑλλησπόντου
Μυρμιδόνων βασιλῆα θρασὺν περικωκύοντες.
οὐδὲ μὲν ἄμβροτοι ἵπποι ἀταρβέος Αἰακίδαο
μίμνον ἀδάκρυτοι παρὰ νήεσιν, ἀλλὰ καὶ αὐτοὶ
μύροντο σφετέροιο δαϊκταμένου βασιλῆος,
οὐδ’ ἔθελον μογεροῖσιν ἔτ’ ἀνδράσιν οὐδὲ μὲν ἵπποις
μίσγεσθ’ Ἀργείων ὀλοὸν περὶ πένθος ἔχοντες,
ἀλλ’ ὑπὲρ ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
ἀνθρώπων ἀπάτερθεν ὀϊζυρῶν φορέεσθαι,
ἧχί σφεας τὸ πάροιθεν ἐγείνατο δῖα Ποδάργη
ἄμφω ἀελλόποδας Ζεφύρῳ κελάδοντι μιγεῖσα.
καί νύ κεν αἶψ’ ἐτέλεσσαν ὅσα σφίσι μήδετο θυμός,
εἰ μή σφεας κατέρυξε θεῶν νόος, ὄφρ’ Ἀχιλῆος
ἔλθοι ἀπὸ Σκύροιο θοὸς πάϊς, ὅν ῥα καὶ αὐτοὶ
δέχνυνθ’ , ὁππόθ’ ἵκοιτο ποτὶ στρατόν, οὕνεκ’ ἄρα σφι
θέσφατα γεινομένοισι Χάους ἱεροῖο θύγατρες
Μοῖραι ἐπεκλώσαντο καὶ ἀθανάτοις περ ἐοῦσι
πρῶτα Ποσειδάωνι δαμήμεναι, αὐτὰρ ἔπειτα
θαρσαλέῳ Πηλῆι καὶ ἀκαμάτῳ Ἀχιλῆι,
τέτρατον αὖτ’ ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ,
τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον
Ζηνὸς ὑπ’ ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν.
τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα
τὸν μὲν ἀκηχέμενοι τὸν δ’ αὖ ποθέοντες ἰδέσθαι.
καὶ τότ’ ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα
ἤλυθεν Ἐννοσίγαιος ἐπ’ ᾐόνας· οὐδέ μιν ἄνδρες
ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηίνῃς·
καί ῥα Θέτιν προσέειπεν ἔτ’ ἀχνυμένην Λ̓χιλῆος·
‘ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα·
οὐ γὰρ ὅ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν
ὡς ἀῢς Διόνυσος ἰδὲ σθένος Ἡρακλῆος·
οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει
οὐδ’ Ἀΐδης, ἀλλ’ αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς·
καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω
Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ
σὸς πάϊς· ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν
κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς
ἶσον ἐμοὶ τίσουσι· σὺ δ’ ἴσχεο κωκύουσα
ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν.’
ὣς ἐπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ
παρφάμενος μύθοισι Θέτιν· τῆς δ’ ἐν φρεσὶ θυμὸς
βαιὸν ἀνέπνευσεν· τὰ δέ οἱ θεὸς ἐξετέλεσσεν.
Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ᾗχι ἑκάστῳ
νῆες ἔσαν, τὰς ἦγον ἀφ’ Ἑλλάδος· αἱ δ’ Ἑλικῶνα
Πιερίδες νίσσοντο, καὶ εἰς ἄλα Νηρηῖναι
δῦσαν ἀναστενάχουσαι ἐΰφρονα Πηλείωνα.

οὐδὲ
μὲν
Ἱππολόχοιο
δαΐφρονος
ὄβριμον
υἷα
Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ
Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα
πυρκαϊῆς καθύπερθε βάλον· τὸν δ’ αὐτὸς Ἀπόλλων
ἐκ πυρὸς αἰθομένοιο μάλ’ ἐσσυμένως ἀναείρας
δῶκε θοοῖς ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης·
οἱ δέ μιν αἶψ’ ἀπένεικαν ὑπ’ ἄγκεα Τηλάνδροιο
χῶρον ἐς ἱμερόεντα, πέτρην δ’ ἐφύπερθε βάλοντο
ἄρρηκτον· νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ
ἀενάου ποταμοῖο, τὸν εἰσέτι φῦλ’ ἀνθρώπων
Γλαῦκον ἐπικλείουσιν ἐΰρροον· ἀλλὰ τὰ μέν που
ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι.
Ἀργεῖοι δ’ ἐρίθυμον ἀνεστενάχοντ’ Ἀχιλῆα
νηυσὶ παρ’ ὠκυπόροισιν· ἔτειρε δὲ πάντας ἀνίη
λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἐὸν υἷα
δίζοντ’ , οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς·
Τρῶες δ’ αὖτ’ ἀλίαστον ἐγήθεον εἰσορόωντες
τοὺς μὲν ἀκηχεμένους, τὸν δ’ ἐν πυρὶ δηωθέντα·
καί τις ἐπευχόμενος μῦθον ποτὶ τοῖον ἔειπεν·
‘νῦν πάντεσσιν ἄελπτον ἀπ’ Οὐλύμποιο Κρονίων
ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι
ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα· τοῦ γὰρ ὀΐω
βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα
αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὐσμίνης·
αἰεὶ γὰρ φρεσὶν ᾗσιν ἐμήδετο Τρωσὶν ὄλεθρον
αἰνὰ δέ οἱ χείρεσσιν ἐμαίνετο λοίγιον ἔγχος
λύθρῳ ὑπ’ ἀργαλέῳ πεπαλαγμένον, οὐδέ τις ἡμέων
κείνῳ ἔναντα κιὼν ἔτ’ ἐσέδρακεν Ἠριγένειαν·
νῦν δ’ ὀΐω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα
νηυσὶν ἐϋπρώροισι δαϊκταμένου Ἀχιλῆος·
ὡς ὄφελον μένος ἦεν ἔθ’ Ἕκτορος, ὀφρ’ ἅμα πάντας
Ἀργείους σφετέρησιν ἐνὶ κλισίῃσιν ὄλεσσεν.’
ὣς ἄρ’ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς·
ἄλλος δ’ αὖθ’ ἑτέρωθι πύκα φρονέων φάτο μῦθον·
‘φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν
πόντον ἐπ’ ἠερόεντα πεφυζότας αἶψα νέεσθαι·
ἀλλ’ οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης·
εἰσὶ γάρ ἦ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι,
Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες·
τοὺς ἔτ’ ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος·
τοὺς εἴθ’ ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων,
καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου
ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ.’
ὣς ἔφατ’· ἀθάνατοι δὲ κατ’ οὐρανὸν ἐστενάχοντο,
ὅσσοι ἔσαν Δαναοῖσιν ἐϋσθενέεσσιν ἀρωγοί,
ἀμφὶ δὲ κρᾶτ’ ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι
θυμὸν ἀκηχέμενοι· ἑτέρωθι δὲ γήθεον ἄλλοι
εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι.
καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη·
‘Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις
κούρης ἠϋκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν
ἀντιθέῳ Πηλῆι πόρες θυμήρἐ ἄκοιτιν
Πηλίου ἐν βήσσῃσι; γάμον δέ οἱ αὐτὸς ἔτευξας
ἄμβροτον, οἱ δέ νυ πάντες ἐδαινύμεθ’ ἤματι κείνῳ
ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα·
ἀλλὰ τά γ’ ἐξελάθου, μέγα δ’ Ἑλλάδι μήσαο πένθος.’
ὣς ἄρ’ ἔφη· τὴν δ’ οὔτι προσέννεπεν ἀκάματος Ζεύς·
ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν,
οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν
Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι
ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέϊ πόντῳ·
καὶ τὰ μέν ὣς ὥρμαινε, τὰ δὴ μετόπισθε τέλεσσεν.
Ἠὼς δ’ ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε,
κυανέην δ’ ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη,
ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο·
Ἀργεῖοι δ’ ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ·
οὐ γάρ νηδύος ἐστὶν ἀπωσέμεναι μεμαυίης
λιμὸν ἀταρτηρόν, ὁπόταν στέρνοισιν ἵκηται.
ἀλλ’ εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐδέ τι μῆχος
γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν·
τοὔνεκα δαῖτ’ ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος·
αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη.
τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος,
λῦσε δ’ ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν.
ἀλλ’ ὅτε δὴ κεφαλὰς μὲν ἐπ’ ἀντολίην ἔχον ἄρκτοι,
δέγμεναι ἠελίοιο θοὸν φάος, ἔγρετο δ’ ἠώς,
δὴ τότ’ ἀνέγρετο λαὸς ἐϋσθενέων Ἀργείων
πορφύρων Τρώεσσι φόνον καὶ κῆρ’ ἀΐδηλον.
κίνυτο δ’ ἠΰτε πόντος ἀπείριτος Ἰκαρίοιο
ἠὲ καὶ αὐαλέου βαθὺ λήιον, ὁππόθ’ ἵκηται
ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο·
ὣς ἄρα κίνυτο λαὸς ἐπ’ ᾐόσιν Ἑλλησπόντου.
καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισι ἔειπεν·
‘ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα,
νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι,
μή πως θαρσήσωσιν Ἀχιλλέος οὐκέτ’ ἐόντος·
ἀλλ’ ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
ἴομεν ἀμφὶ πόληα· πόνος δ’ ἄρα κῦδος ὀρέξει.’
ὣς ἔφατ’ ἐν Δαναοῖσιν· ἀμείβετο δ’ ὄβριμος Αἴας·
‘Τυδείδη, σὺ μὲν ἐσθλά καὶ οὐκ ἀνεμώλια βάζεις
ὀτρύνων Τρώεσσιν ἐϋπτολέμοισι μάχεσθαι
ἀγχεμάχους Δαναούς, οἵπερ μεμάασι καὶ αὐτοί·
ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ
δῖα Θέτις· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μήδεται ἦτορ
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα·
ὣς χθιζή μοι ἔειπεν, ὅτ’ εἰς ἁλὸς ἤιε βένθος,
νόσφ’ ἄλλων Δαναῶν· καί ἑ σχεδὸν ἔλπομαι εἶναι
ἐσσυμένην· Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός,
οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο
καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο.’
ὣς ἄρ’ ἔφη Τελαμῶνος ἐῢς πάϊς, οὐδέ τι ᾔδη,
ὅττι ῥά οἱ μετ’ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων
ἀργαλέον’ τὸν δ’ αὖθις ἀμείβετο Τυδέος υἱός·
‘ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους·
καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε·
καὶ δ’ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι
αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν.’
ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.
καὶ τότ’ ἄρ’ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις
αὔρῃ ὑπηώῃ ἐναλίγκιον· αἶψα δ’ ἵκανεν
Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,
οἱ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,
οἱ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.
τοῖσι δ’ ἅμ’ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος
θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς
αὐτίκ’ ἀεθλεύειν· τοὶ δ’ ἀθανάτῃ πεπίθοντο.
πρῶτος δ’ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,
οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι
οὔτε παλαισμοσύνῃ πολυτειρέϊ· τοῦ γὰρ ὕπερθε
γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας·
ἀλλά οἱ ἐν στέρνοισιν ἔτ’ ἔμπεδος ἔπλετο θυμὸς
καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν
κείνῳ, ὅτ’ εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτέχθη·
τῷ καὶ Λαέρταο κλυτὸς πάϊς εἵνεκα μύθων
εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν
πάντων Ἀργείων μέγ’ ἐϋμμελίης Ἀγαμέμνων.
τοὔνεκ’ ἐνὶ μέσσοισιν ἐΰφρονα Νηρηίνην
ὕμνεεν, ὡς Πάσῃσι μετέπρεπεν εἰναλίῃσιν
εἵνεκ’ ἐϋφροσύνης τε καὶ εἴδεος· ἡ δ’ ἀΐουσα
τέρπεθ’· ὁ δ’ ἱμερόεντα γάμον Πηλῆος ἔνισπε,
τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο
Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο
δαῖτα παρ’ εἰλαπίνῃσιν, ὅτ’ εἴδατα θεῖα φέρουσαι
χερσὶν ὑπ’ ἀμβροσίῃσι θεαὶ παρενήνεον Ὧραι
χρυσείοις κανέοισι, Θέμις δ’ ἄρα καγχαλόωσα
ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας,
πῦρ δ’ Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι
ἀμβροσίην ἐκέραιον ἐνί χρυσέοισι κυπέλλοις,
αἱ δ’ ἄρ’ ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα,
Μοῦσαι δ’ ἐς μολπήν, ἐπετέρπετο δ’ οὔρεα πάντα
καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δ’ ἄφθιτος αἰθὴρ
ἄντρα τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.
καὶ τὰ μὲν ἂρ Νηλῆος ἐῢς πάϊς Ἀργείοισι
πάντα μάλ’ ἱεμένοις κατελέξατο· τοὶ δ’ ἀΐοντες
τέρπονθ’· ὃς δ’ Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα
μέλπε μέσῳ ἐν ἀγῶνι· πολὺς δ’ ἀμφίαχε λαὸς
ἀσπασίως. ὁ δ’ ἄρ’ ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα
ἐκπάγλως κύδαινεν ἀρηραμένοις ἐπέεσσι,
δώδεχ’ ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν,
ἕνδεκα δ’ αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς δ’ ἐδάϊξε
Τήλεφον, ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος
Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ
υἷα Ποσειδάωνος ἰδ’ ἀντίθεον Πολύδωρον
καὶ Τρώιλον θηητὸν ἀμύμονά τ’ Ἀστεροπαῖον,
αἵματι δ’ ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα
Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε
πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν
νοσφίσατ’ ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,
Ἕκτορά θ’ ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν,
ἠδὲ καὶ υἱέα δῖον ἐϋθρόνου Ἠριγενείης.
καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς
μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔτις
ἔσθενε δηριάασθαι ἐναντίον, οὔτ’ ἐν ἀέθλοις
αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται,
οὐδὲ μὲν ἱππασίῃ, οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ,
κάλλεΐ θ’ ὡς Δαναούς μέγ’ ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ
ἔπλετ’ ἀπειρεσίη, ὁπότ’ Ἄρεος ἔσσυτο δῆρις.
εὔχετο δ’ ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι
κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα.
Ἀργεῖοι δ’ ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν
αὐτή τ’ ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους
ὠκύποδας, τούς πρόσθεν ἐϋμμελίῃ Ἀχιλῆι
Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,
εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν
ἠκέσατ’ ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα
αὐτὸς ἔσω μηροῖο, διήλασε δ’ ὄβριμον αἰχμήν·
καὶ τοὺς μέν Νέστωρ Νηλήιος οἶς ἑτάροισιν
ὤπασεν· οἱ δ’ ἐς νῆας ἄγου μέγα κυδαίνοντες
ἀντίθεον βασιλῆα. Θέτις δ’ ἐς μέσσον ἀγῶνα
θῆκεν ἄρ’ ἀμφὶ δρόμοιο βόας δέκα· τῇσι δὲ πάσῃς
καλαὶ πόρτιες ᾖσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι·
τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο
ἤλασεν ἐξ Ἴδης μεγάλῳ ἐπὶ δουρὶ πεποιθώς.
τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης·
Τεῦκρος μὲν πρῶτος Τελαμώνιος, ἄν δὲ καὶ Αἴας,
Αἴας, ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν.
ἀμφὶ δ’ ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ
φάρεα, πάντα δ’ ἔνερθεν, ἅπερ θέμις, ἐκρύψαντο
αἰδόμενοι Πηλῆος ἐϋσθενέος παράκοιτιν
ἄλλας τ’ εἰναλίας Νηρηίδας, ὅσσαι ἅμ’ αὐτῇ
ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους.
τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο
Ἀτρείδης, ὅς πᾶσι μετ’ Ἀργείοισιν ἄνασσε.
τοὺς δ’ Ἔρις ὀτρύνεσκεν ἐπήρατος· οἱ δ’ ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι·
τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος· οἱ δ’ ἑκάτερθεν
Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος.
ἀλλ’ ὅτε τέρματ’ ἔμελλον ἱκανέμεναι μεμαῶτες,
δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν
ἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη
ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης·
τῷ δ’ ἄρ’ ἐνιχριμφθεὶς χαμάδις πέσε· τοῦ δ’ ἀλεγεινῶς
ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἱ δ’ ὑπανέσταν
οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. οἱ δ’ ἰάχησαν
Ἀργεῖοι κατ’ ἀγῶνα· παρήιξεν δέ μιν Αἴας
γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,
Λοκροί· αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων·
ἐκ δ’ ἔλασαν κατὰ νῆας ἀγοῦ βόας, ὄφρα νέμωνται.
Τεῦκρον δ’ ἐσσυμένως ἕταρο; περιποιπνύοντες
ἦγου ἐπισκάζοντα· θοῶς δέ οἱ ἰητῆρες
ἐκ ποδὸς αἷμ’ ἀφέλοντο, θέσαν δ’ ἐφύπερθε μοτάων
εἴρἰ ἄδην δεύσαντες ἀλείφασιν· ἀμφὶ δὲ μίτρην
δήσαντ’ ἐνδυκέως· ὀλοὰς δ’ ἐκέδασσαν ἀνίας.
ἄλλω δ’ αὖθ’ ἑτέρωθι παλαισμοσύνης ὑπερόπλου
καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε,
Τυδέος ἱπποδάμοιο πάϊς καὶ ὑπέρβιος Αἴας,
οἵ ῥ’ ἴσαν ἐς μέσσον· θάμβος δ’ ἔχεν ἀθρήσαντας
Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσαν ὁμοῖοι.
σὺν δ’ ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τ’ ἐν ὄρεσσιν
ἀμφ’ ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες,
ἶσον δ’ ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν
λείπεται οὐδ’ ἠβαιὸν ἀταρτηρῶν μάλ’ ἐόντων·
ὥς οἵ γ’ ἶσον ἔχον κρατερὸν μένος. ὀψὲ δ’ ἄρ’ Αἴας
Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν
ἆξαι ἐπειγόμενος. ὁ δ’ ἄρ’ ἰδρείῃ τε καὶ ἀλκῇ
πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα
ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας
ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλίξας ἑτέρωσε
κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
ἕζετο· τοὶ δ’ ὁμάδησαν. ὁ δ’ ἀσχαλόων ἐνὶ θυμῷ
Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖθις
ὁρμαίνων ἐς δῆριν ἀμείλιχον· αἶψα δὲ χερσὶ
σμερδαλέῃσι κόνιν κατεχεύατο, καὶ μέγα θύων
Τυδείδην ἐς μέσσον ἀΰτεεν· ὅς δέ μιν οὔτι
ταρβήσας οἴμησε καταντίον· ἀμφὶ δὲ πολλὴ
ποσσὶν ὕπ’ ἀμφοτέρων κόνις ὤρνυτο· τοὶ δ’ ἑκάτερθε
ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τ’ ἐν ὄρεσσι
θαρσαλέου μένεος πειρώμενοι εἰς ἕν ἵκωνται
ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι
βρυχῇ ὕπ’ ἀμφοτέρων, τοὶ δ’ ἄσχετα μαιμώωντες
κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος
δηρόν ἐπ’ ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο
λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δηριόωνται,
πουλὺς δ’ ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός·
ὥς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν.
ἀμφοτέρων δ’ ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες
χερσὶ περικτυπέοντο τετριγότες, εὖτ’ ἐν ὄρεσσι
δένδρἐ ἐπ’ ἀλλήλοισι βαλόντ’ ἐριθηλέας ὄζους.
πολλάκι δ’ Αἴαντος μέγαλου στιβαροὺς ὑπὸ μηροὺς
κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔτι
ἄψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα·
τὸν δ’ Αἴας καθυπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν
ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων·
ἄλλοτε δ’ ἀλλοίως ὑπὸ χείρεσι δηριόωντο.
λαοὶ δ’ ἔνθα καὶ ἔνθα μέγ’ ἴαχον εἰσορόωντες,
οἱ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες,
οἱ δὲ βίην Αἴαντος· ὁ δ’ ἄλκιμον ἄνδρα τινάξας
ἐξ ὤμων ἑκάτερθε, βαλὼν δ’ ὑπὸ νηδύα χεῖρας
ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠΰτε πέτρην
ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δ’ ἴαχε Τρώιον οὖδας
Τυδείδαο πεσόντος· ἐπηΰτησε δὲ λαός.
ἀλλὰ καὶ ὥς ἀνόρουσεν ἐελδόμενος πονέετθαι
τὸ τρίτον ἀμφ’ Αἴαντα πελώριον· ἀλλ’ ἄρα Νέστωρ
ἔστη ἐνὶ μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα·
‘ἴσχεσθ’, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου·
ἴδμεν γὰρ δὴ πάντες, ὅσον προφερέστεροί ἐστε
Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.’
ὥς φάτο· τοὶ δ’ ἴσχοντο πονεύμενοι· ἐκ δὲ μετώπων
χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα·
κύσσαν δ’ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.
τοῖς δ’ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων
δῖα Θέτις· τὰς δ’ αὐτοὶ ἐθηήσαντο ἰδόντες
ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων
ληιάδων προφέρεσκον ἐϋφροσύνῃ τε καὶ ἔργοις
νόσφιν ἐϋπλοκάμου Βρισηίδος, ἅς ποτ’ Ἀχιλλεὺς
ληίσατ’ ἐκ Λέσβοιο, νόον δ’ ἐπετέρπετο τῇσι·
καί ῥ’ ἡ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,
ἡ δ’ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,
ἄλλη δ’ αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν
ἡ δ’ ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τράπεζας.
τὰς δ’ ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας
δασσάμενοι προέηκαν ἐϋπρώρους ἐπὶ νῆας.
ἀμφὶ δὲ πυγμαχίης πρῶτον σθένος Ἰδομενῆος
ὤρνυτ’, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου.
τῷ δ’ οὔτις κατέναντα κίεν· μάλα γάρ μιν ἅπαντες
αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν.
τῷ δ’ ἄρ’ ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους
ὠκύποδας, τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο
ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας·
καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι
Ἰδομενεύς· αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε.
Φοῖνιξ δ’ Ἀργείοισιν ἐϋσθενέεσσι μετηύδα·
‘νῦν μέν ἄρ’ Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον
αὕτως, οὔτι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις,
ἀλλ’ ἄρ’ ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες·
ἀλλ’ ἄλλον, νέοι ἄνδρες, ἐπεντύνεσθαι ἄεθλον
χεῖρας ἐπ’ ἀλλήλοισι δαήμονας ἰθύνοντες
πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος.’
ὣς φάτο· τοὶ δ’ ἀΐοντες ἐπέδρακον ἀλλήλοισιν·
ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον,
εἰ μή σφεας ἐνένιπεν ἀγαυοῦ Νηλέος υἱός·
‘ὦ φίλοι, οὔτι ἔοικε δαήμονος ἄνδρας ἀϋτῆς
πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι
τερπωλὴ πέλεται, καμάτῳ δ’ ἐπὶ κῦδος ἀγινεῖ.
ὣς εἴθ’ ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο,
οἶον ὅτ’ ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς,
αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἕν ἰόντες,
ὁππότ’ ἄρ’ ἀμφήριστος ἐγώ Πολυδεύκεϊ δίῳ
πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον·
ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων
Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη
ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκ’ ἄρ’ αὐτὸν
ἤδη που τὸ πάροιθε παρ’ ἀγχεμάχοισιν Ἐπειοῖς
νίκης’ ἠῢν ἐόντα, πεσὼν δ’ ἐκονίσατο νῶτα
σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δ’ ἄρ’ αὐτῷ
πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο·
τῷ νύ μοι οὐκέτι κεῖνος ἐναντίου ἤρατο χεῖρας
καὶ κρατερός περ ἐών, ἔλαβον δ’ ἀκόνιτος ἄεθλον·
νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα· τοὔνεκ’ ἄνωγα
ὑμέας, οἶσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι·
κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπ’ ἀγῶνος ἄεθλον.’
ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς,
υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος,
ὅς τε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληι
ὕστερον· ἀλλ’ οὔ οἵ τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
εἵνεκα πυγμαχίης· πολέμου δ’ οὐ πάγχυ δαήμων
ἔπλετο λευγαλέου, ὁπότ’ Ἄρεος ἔσσυτο δῆρις.
καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς
ἤμελλεν τότ’ ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν,
εἰ μή οἱ σχεδὸν ἦλθεν ἀγαυοῦ Θησέος υἱὸς
αἰχμητὴς Ἀκάμας μέγ’ ἐνὶ φρεσὶ κάρτος ἀέξων,
ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι,
τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος
ἀμφέβαλεν παλάμῃσιν ἐποτρύνων βασιλῆα.
ὡς δ’ αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος
θαρσύνεσκον Ἐπειόν· ὁ δ’ ἐν μέσσοισι λέων ὣς
εἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος
ῥινοὺς ἀζαλέας. μέγα δ’ ἴαχον ἔνθα καὶ ἔνθα
λαοὶ ἐποτρύνοντες ἐϋσθενέων μένος ἀνδρῶν
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας· οἱ δὲ καὶ αὐτοὶ
ἔσταν μαιμώωντες ἐνὶ ξυνοχῇσιν ἀγῶνος,
ἄμφω χεῖρας ἑὰς πειρώμενοι, εἴπερ ἔασιν
ὡς πρὶν ἐϋτρόχαλοι, μηδ’ ἐκ πολέμου βαρύθοιεν.
αἶψα δ’ ἄρ’ ἀλλήλοισι καταντία χεῖρας ἄειραν
ταρφέα παπταίνοντες, ἐπ’ ἀκροτάτοις δὲ πόδεσσι
βαίνοντες κατὰ βοιὸν ἀεὶ γόνυ γουνὸς ἄμειβον
ἀλλήλων ἐπὶ δηρὸν ἀλευόμενοι μέγα κάρτος.
σὺν δ’ ἔβαλον νεφέλῃσιν ἐοικότες αἰψηρῇσιν,
αἳ τ’ ἀνέμων ῥιπῇσιν ἐπ’ ἀλλήλῃσι θοροῦσαι
ἀστεροπὴν προϊᾶσι, μέγας δ’ ὀροθύνεται αἰθὴρ
θηγομένων νεφέων, βαρὺ δὲ κτυπέουσιν ἄελλαι·
ὣς τῶν ἀζαλέῃσι περικτυπέοντο γένεια
ῥινοῖς· αἷμα δὲ πουλὺ κατέρρεεν, ἐκ δὲ μετώπων
ἱδρὼς αἱματόεις θαλερὰς ἐρύθαινε παρειάς.
οἱ δ’ ἄμοτον πονέοντο μεμαότες· οὐδ’ ἄρ’ Ἐπειὸς
λῆγεν, ἐπέσσυτο δ’ αἰὲν ἑῷ μέγα κάρτεϊ θύων.
τὸν δ’ ἄρα Θησέος υἱὸς ἐϋφρονέων ἐν ἀέθλῳ
πολλάκις ἐς κενεὸν κρατερὰς χέρας ἰθύνεσθαι
θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε
χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι
ὀστέον· ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο.
ἀλλὰ καὶ ὣς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας
τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα·
αὐτὰρ ὅ γ’ αἶψ’ ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ,
πλῆξε δέ οἱ κεφαλήν· ὁ δ’ ἄρ’ ἔμπαλιν ἀΐσσοντος
βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον,
ἄλλῃ δ’ ἤλασε ῥῖνας ἐπάλμενος· ὃς δὲ καὶ αὐτὸς
μήτι παντοίῃ χέρας ὤρεγε· τοὺς δ’ ἄρ’ Ἀχαιοὶ
ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι
νίκης ἀμφ’ ἐρατῆς. τῶν δ’ ἐσσυμένως θεράποντες
ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν ἀπὸ χειρῶν
λῦσαν· τοὶ δ’ ἄρα τυτθὸν ἀπέπνευσαν καμάτοιο
μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.
τοὺς δ’ ἕταροί τε φίλοι τε παρηγορέοντες ἄγεσκον
ἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος
ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι.
ἀλλ’ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων·
ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί·
κύσσαν δ’ ἀλλήλους, ἔριδος δ’ ἐπελήθετο θυμὸς
λευγαλέης. τοῖς δ’ αἶψα Θέτις κυανοκρήδεμνος
ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε
δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸς
ὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν
ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ·
τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέϊ Διονύσῳ
δῶρον, ὅτ’ εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτιν
Μίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς
κάλλιπεν οὐκ ἐθέλων γε περικλύστῳ ἐνὶ Δίῃ.
τοὺς δ’ ἠΰς Διόνυσος ἑῷ πόρεν υἱέϊ δῶρον
νέκταρος ἐμπλήσας, ὁ δ’ ἄρ’ ὤπασεν Ὑψιπυλείῃ
πολλοῖς σὺν κτεάτεσσι Θόας, ἡ δ’ υἱέϊ δίῳ
κάλλιπεν, ὃς δ’ Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε.
τῶν δ’ ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,
ἄλλον δ’ ἠῢς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε
γηθόσυνος. τῶν δ’ ἀμφιδεδρυμμένα τύμματα πάντα
ἠκέσατ’ ἐνδυκέως Ποδαλείριος, οὕνεκ’ ἄρ’ αὐτὸς
πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι
ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακ’ ἔθηκε
κεῖνα, τά οἱ τὸ πάροιθε πατὴρ ἑὸς ἐγγυάλιξε·
τοῖσι δ’ ἄρ’ ἐσσυμένως καὶ ἀναλθέα τύμματα φωτῶν
αὐτῆμαρ μορόεντος ὑπὲκ κακοῦ ἰαίνονται·
τῶν δ’ ἄφαρ ἀμφὶ πρόσωπα καὶ εὐκομόωντα κάρηνα
τύμματ’ ἀπαλθαίνοντο, κατηπιόωντο δ’ ἀνῖαι.
ἀμφὶ δὲ τοξοσύνης Τεῦκρος καὶ Ὀϊλέος υἱὸς
ἕστασαν, οἳ καὶ πρόσθε δρόμου πέρι πειρήσαντο.
τῶν δ ἄρα τηλόσε θῆκεν ἐϋμμελίης Ἀγαμέμνων
ἱππόκομον τρυφάλειαν, ἔφη δέ τε· ‘πολλὸν ἀμείνων
ἔσσεται, ὂς κέρσειεν ἄπο τρίχας ὀξέϊ χαλκῷ.’
Αἴας δ’ αὐτίκα πρῶτος ἑὸν προέηκε βέλεμνον,
πλῆξε δ’ ἄρα τρυφάλειαν, ἐπηΰτησε δὲ χαλκὸς
ὀξύτατον. Τεῦκρος δὲ μέγ’ ἐγκονέων ἐνὶ θυμῷ,
δεύτερος ἧκεν ὀϊστόν, ἄφαρ δ’ ἀπέκερσεν ἐθείρας
ὀξὺ βέλος· λαοὶ δὲ μέγ’ ἴαχον ἀθρήσαντες,
καί μιν κυδαίνεσκον ἀπείριτον, οὕνεκ’ ἄρ’ αὐτὸν
πληγὴ ἔτ’ ἀλγύνεσκε θοοῦ ποδός, ἀλλά μιν οὔτι
βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα.
καί οἱ τευχεα καλὰ πόρεν Πηλῆος ἄκοιτις
ἀντιθέου Τρωίλοιο, τὸν ἠιθέων μέγ’ ἄριστον
Τροίῃ ἐν ἠγαθέῃ Ἑκάβη τέκετ’, οὐδ’ ἀπόνητο
ἀγλαΐης· δὴ γάρ μιν ἀταρτηροῦ Ἀχιλῆος
ἔγχος ὁμοῦ καὶ κάτος ἀπήμερσαν βιότοιο·
ὡς δ’ ὁπόθ’ ἑρσήεντα καὶ εὐθαλέοντ’ ἀνὰ κῆπον
ὑδρηλῆς καπέτοιο μάλ’ ἀγχόθι τηλεθάοντα
ἢ στάχυν ἢ μήκωνα, πάρος καρποῖο τυχῆσαι,
κέρσῃ τις δρεπάνῳ νεοθηγέϊ, μηδ’ ἄρ’ ἐάσῃ
ἐς τέλος ἡδὺ μολεῖν μηδ’ ἐς σπόρον ἄλλον ἱκέσθαι,
ἀμήσας κενεόν τε καὶ ἄσπορον ἐσσομένοισι
μέλλονθ’ ἑρσήεντος ὑπ’ εἴαρος ἀλδαίνεσθαι·
ὣς υἱὸν Πριάμοιο θεοῖς ἐναλίγκιον εἶδος
Πηλείδης κατέπεφνεν, ἔτ’ ἄχνοον, εἰσέτι νύμφης
νηίδα, νηπιάχοισιν ὁμῶς ἔτι κουρίζοντα·
ἀλλά μιν ἐς πόλεμον φθισίμβροτον ἤγαγε Μοῖρα
ἥβης ἀρχόμενον πολυγηθέος, ὁππότε φῶτες
θαρσαλέοι τελέθουσιν, ὅτ’ οὐκέτι δεύεται ἦτορ.
αὐτίκα δ’ αὖτε σόλον περιμήκεά τε βριαρόν τε
πολλοὶ πειρήσαντο θοῆς ἀπὸ χειρὸς ἰῆλαι·
τὸν δ’ οὔτις βαλέειν δύνατο στιβαρὸν μάλ’ ἐόντα
Ἀργείων· οἶος δ’ ἔβαλεν μενεδήιος Αἴας
χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο
ὄζον ἀπαυανθέντα θέρευς εὐθαλπέος ὥρῃ,
ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται.
θάμβησαν δ’ ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη
χαλκός, ὂν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν·
τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε
ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς,
πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος·
Ἡρακλέης δέ μιν ἠῢς ἑλὼν σὺν ληίδι πολλῇ
ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ
ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότ’ ἄρ’ αὐτῷ
Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ,
κεῖνος δ’ υἱέϊ δῶκεν, ὁ δ ὠκυπόροις ἐνὶ νηυσὶν
ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος
μνωόμενος Τρώεσσιν ἐϋσθενέεσσι μάχηται
προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς·
τόν ῥ’ Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός.
καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε
Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο
Ἀργεῖοι· λίην γὰρ ἔσαν περιμήκεα πάντα·
καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ·
οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖσι μέλεσσιν
ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα·
αὐτὸς δ’ αὖτ’ ἀνάειρε μέγαν σόλον, ὄφρα οἱ εἴη
τερπωλὴ μένος ἠῢ λιλαιομένῳ πονέεσθαι.
οἱ δ’ ἄρα δηριόωντες ἐφ’ ἅλματι πολλοὶ ἀνέσταν.
τῶν δ’ ἄρ’ ὑπέρθορε πολλὸν ἐϋμμελίης Ἀγαπήνωρ
σήματα· τοὶ δ’ ὁμάδησαν ἑπ’ ἀνέρι μακρὰ θορόντι·
καί οἱ τεύχεα καλὰ πόρεν μεγάλοιο Κύκνοιο
δῖα Θέτις· τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου
πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς
πρῶτον ἀριστήων· Τρῶας δ’ ἄχος ἀμφεκάλυψεν.
αἰγανέῃ δ’ ἄρα πολλὸν ὑπέρβαλε δῃριόωντας
Εὐρύαλος· λαοὶ δὲ μέγ’ ἴαχον· οὐ γὰρ ἔφαντο
κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ.
τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι
μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτ’ Ἀχιλλεὺς
ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα,
ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον ἄστυ.
Αἴας δ’ ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι
χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν
ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. οἱ δ’ ὁρόωντες
θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον· οὐδέ τις ἔτλη
ἄντα μολεῖν· πάντων γὰρ ὑπέκλασε δεῖμ’ ἀλεγεινὸν
ἠνορέην, φοβέοντο δ’ ἀνὰ φρένα, μή τινα χερσὶ
τύψας ἀκαμάτῃσιν ὑπὸ πληγῇσι πρόσωπον
συγχέῃ ἐσσυμένως, μέγα δ’ ἀνέρι πῆμα γένηται.
ὀψὲ δὲ πάντες ἔνευσαν ἐπ’ Εὐρυάλῳ μενεχάρμῃ
ἴδμονα πυγμαχίης εὖ εἰδότες· ὃς δ’ ἐνὶ μέσσοις
τοῖον ἔπος προέηκεν ὑποτρομέων θρασὺν ἄνδρα·
‘ὦ φίλοι, ἄλλον μέν τιν’ Ἀχαιῶν, ὅν κ’ ἐθέλητε,
τλήσομαι ἀντιόωντα, μέγαν δ’ Αἴαντα τέθηπα·
πολλὸν γὰρ προβέβηκε· διαρραίσει δέ μοι ἦτορ,
ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος· οὐ γὰρ ὀΐω
ἀνδρὸς ἀπ’ ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι.’
ὣς φαμένοιο γέλασσαν· ὁ δ’ ἐν φρεσὶ πάμπαν ἰάνθη
Αἴας ὀβριμόθυμος· ἄειρε δὲ δοιὰ τάλαντα
ἀργύρου αἰγλήεντος, ἅ οἱ Θέτις εἵνεκ’ ἀέθλου
δῶκεν ἄτερ καμάτοιο· φίλου δ’ ἐμνήσατο παιδὸς
Αἴαντ’ εἰσορόωσα· γόος δέ οἱ ἔμπεσε θυμῷ.
οἱ δ’ αὖθ’ ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες
ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου·
πρῶτος μὲν Μενέλαος ἰδ’ Εὐρύπυλος θρασυχάρμης
Εὔμηλος δὲ Θόας τε καὶ ἰσόθεος Πολυποίτης.
ἵπποις δ’ ἀμφὶ λέπαδνα βάλον καὶ ὑφ’ ἅρματ’ ἔρυσσαν
πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης·
αἶψα δ’ ἄρ’ εἰς ἓν ἅμα ξύνισαν δίφροις βεβαῶτες
χῶρον ἀν’ ἠμαθόεντ’· ἐπὶ νύσσης δ’ ἔσταν ἕκαστοι·
καρπαλίμως δ’ εὔληρα λάβον κρατερῇς παλάμῃσιν.
ἵπποι δ’ ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον
ὅππως τις προάλοιτο, πόδας δ’ ὑπεκίνυον αὕτως,
οὔατα δ’ ὠρθώσαντο καὶ ἄμπυκας ἀφρῷ ἔδευσαν.
οἱ δ’ ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων
μάστιον· οἱ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι
καρπαλίμως ζεύγλῃσι μέγ’ ἔκθορον ἀσχαλόωντες,
ἅρματα δ’ ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀΐσσοντα·
οὐδ’ ἁρματροχιὰς ἰδέειν ἦν οὐδὲ ποδοῖιν
ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι.
πουλὺς δ’ αἰθέρ’ ἵκανε κονίσαλος ἐκ πεδίοιο,
καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τ’ ἐν ὄρεσσιν
ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἤ Ζεφύροιο
χείματος ἐγρομένου, ὁπότ’ οὔρεα δεύεται ὄμβρῳ.
ἵπποι δ’ Εὐμήλοιο μέγ’ ἔκθορον, οἱ δ’ ἐφέποντο
ἀντιθέοιο Θόαντος· ἐπ’ ἄλλῳ δ’ ἄλλος ἀΰτει
ἅρματι· τοὶ δ’ ἐφέροντο δι’ εὐρυχόρου πεδίοιο
‘
Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε
παρφθάμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,
ὅς ῥα τότ’ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον
κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης·
ἀλλ’ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς
ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλ’ ἄρα πολλὸν
ποσσὶν ἀφαυροτέρους· οἱ γάρ ῥ’ εἴδοντ’ ἀνέμοισιν.’
ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν
Ἀτρείδην· ὁ γὰρ ἧσι περὶ φρεσὶ γήθεε θυμῷ.
τοὺς δὲ μέγ’ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν
ζεύγλης· οἱ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους
πάντες, ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.
ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην
ἠκέσατ’ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα,
ὅσσα περιδρύφθησαν ἀπὲκ δίφροιο πεσόντες.
Ἀτρείδης δ’ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης·
καί οἱ ἐϋπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον
χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,
πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.
ἄλλοι δ’ αὖθ’ ἑτέρωθι μονάμπυκας ἔντυον ἵππους
ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας
μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφ’ ἵππων
ἕζονθ’· οἱ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες
δάπτον, καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες
ἐκθορέειν. τοῖς δ’ αἶψα τάθη δρόμος· οἱ δ’ ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,
εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις
ἠὲ Νότου κελάδοντος, ὅτ’ εὐρέα πόντον ὀρίνει
λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτ’ ἀλεγεινὸν
ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀϊζύν·
ὥς οἵ γ’ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν
ἐν πεδίῳ κλονέοντες ἀπείριτον· οἱ δ’ ἐλατῆρες
ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλην
ταρφέα πεπληγώς, ἑτέρῃ δ’ ἐνὶ χειρὶ τινάσσων
νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.
ἵπποι δ’ ἐρρώοντο· βοὴ δ’ ἀνὰ λαὸν ὀρώρει
ἄσπετος· οἱ δ’ ἐπέτοντο διὰ πλατέος πεδίοιο.
καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἴππος
νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,
εἰ μὴ ἄρ’ ἐξήρπαξε δρόμου, πεδίον δ’ ἀφίκανε
πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς
κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥ’ ἔτι νῆις ἀέθλων
ἵππος ἔην· γενεῇ γε μὲν οὐ κακός, ἀλλὰ θοοῖο
θεσπέσιον γένος ἔσκεν Ἀρίονος, ὃν τέκεν ἵππων
Ἅρπυια Ζεφύρῳ πολυηχέϊ φέρτατον ἄλλων
πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι
πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος
ἐκ μακάρων ἔχε δῶρον, ὅθεν γένος ἔπλετο κείνου·
καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ
Τροίῃ ἐνὶ ξαθέῃ· ὁ δέ οἱ μέγα ποσσὶ πεποιθὼς
ὠκὺν ἐόντ’ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων
αὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος
ἱππασίης ἀνελέσθαι· ὁ δ’ οὔτι οἱ ἦτορ ἴηνεν
ἀμφ’ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἔμιμνε
δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα
ἰδρείῃ. λαοὶ δ’ Ἀγαμέμνονα κυδαίνεσκον,
ἵππον τε Σθενελοῖο θρασύφρονος ἠδὲ καὶ αὐτόν,
οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης
ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ οἷς ποσὶ θύων.
καὶ τότ’ ἄρ’ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι
ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου·
δῶκε δ’ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου
χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.
ἄλλοις δ’ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ
ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβον,
δῶρα πόρεν πάντεσσιν. ἐπὶ σφίσι δ’ ἄχνυτο θυμὸν
υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκ’ ἄρ’ αὐτὸν
ἀλκῆς ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων
ἕλκος ἀνιηρόν, τό μιν οὔτασεν ὄβριμος Ἄλκων
ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.

ἀλλ’
ὅτε
δή
ῥ’ ἄλλοι
μὲν
ἀπηνύσθησαν
ἄεθλοι,
δὴ τότ’ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη
θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις· ἀμφὶ δὲ πάντη
δαίδαλα μαρμαίρεσκεν, ὅσα σθένος Ἡφαίστοιο
ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.
πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ
οὐρανὸς ἠδ’ αἰθήρ, γαίῃ δ’ ἅμα κεῖτο θάλασσα·
ἐν δ’ ἄνεμοι νεφέλαι τε σελήνη τ’ ἠέλιός τε
κεκριμέν’ ἄλλυδις ἄλλα, τέτυκτο δὲ τείρεα πάντα,
ὁππόσα δινήεντα κατ’ οὐρανὸν ἀμφιφέρονται.
τῷ δ’ ἄρ’ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτ’ ἀήρ·
ἐν τῷ δ’ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο·
φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.
Τηθὺς δ’ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα·
τῶν δ’ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν κελαδεινῶν
κυκλόθεν ἄλλυδις ἄλλη ἑλισσομένων διὰ γαίης.
ἀμφὶ δ’ ἄρ’ εὖ ἤσκηντο κατ’ οὔρεα μακρὰ λέοντες
σμερδαλέοι καὶ θῶες ἀναιδέες· ἐν δ’ ἀλεγειναὶ
ἄρκτοι πορδάλιές τε, σύες θ’ ἅμα τῇσι πέλοντο
ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι
θήγοντες καναχηδὸν ἐΰ κτυπέοντας ὀδόντας·
ἐν δ’ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες,
ἄλλοι δ’ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι
βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.
ἐν δ’ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ
ἀργαλέοι ἐνέκειντο· περικτείνοντο δὲ λαοὶ
μίγδ’ ἅμ’ ἑοῖς ἵπποισι· πέδον δ’ ἅπαν αἵματι πολλῷ
δευομένῳ ἤικτο κατ’ ἀσπίδος ἀκαμάτοιο.
ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τ’ Ἐνυὼ
αἵματι λευγαλέῳ πεπαλαγμένη ἅψεα πάντα,
ἐν δ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,
ἡ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας
ἐλθέμεν, αἱ δ’ ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν.
ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δ’ ἄρα τῇσι
φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντη
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ίδρώς.
ἐν δ’ ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δ’ ἄρα σφι
σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
αἰνὸν λιχμώωντες· ἀπειρέσιον δ’ ἄρα θαῦμα
δαίδαλα κεῖνα πέλοντο μέγ’ ἀνδράσι δεῖμα φέροντα
οὕνεκ’ ἔσαν ζωοῖσιν ἐοικότα κινυμενοισι.
καὶ τὰ μὲν ἄρ πολέμοιο τεράατα πάντα τέτυκτο.
εἰρήνης δ’ ἀπάνευθεν ἔσαν περικαλλέος ἔργα·
ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων
ἄστεα καλὰ νέμοντο· δίκη δ’ ἐπέδερκετο πάντα·
ἄλλοι δ’ ἄλλ’ ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δ’ ἀλωαὶ
καρποῖς ἐβρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει.
Αἰπύτατον δ’ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ
καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ
εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατ’ ἄκρης
ὑψηλή, ψαύουσα πρὸς οὐρανόν· ἀμφὶ δὲ πάντη
ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκοπέλοισιν
ἀνθρώπων ἀπέρυκον ἐῢν πάτον, οὕνεκα πολλοὶ
εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα,
παῦροι δ’ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.
ἐν δ’ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες
σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δ’ ὑπὸ χερσὶ
ἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δ’ ἔσαν ἄλλοι
πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δ’ ἐς μέγα ἔργον.
ἐν δὲ βόες ζεύγλῃσιν ὑπ’ αὐχένας αἰὲν ἔχοντες,
οἱ μὲν ἀπήνας εἷλκον ἐϋσταχύεσσιν ἀμάλλαις
βριθομένας, οἱ δ’ αὖθις, ἀροτρεύεσκον ἀρούρας·
τῶν δὲ πέδον μετόπισθε μελαίνετο, τοὶ δ’ ἐφέποντο
αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δ’ ἄσπετον ἔργον.
ἐν δ’ αὐλοὶ κιθάραι τε παρ’ εἰλαπίνῃσι πέλοντο·
ἐν δὲ νέων παρὰ ποσσὶ χοροὶ ἵσταντο γυναικῶν·
αἱ δ’ ἄρ’ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.
ἄγχι δ’ ἄρ’ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς
ἀφρὸν ἔτ’ ἀμφὶ κόμῃσιν ἔχους’ ἀνεδύετο πόντου
Κύπρις ἐϋστέφανος, τὴν δ’ Ἵμερος ἀμφεποτᾶτο
μειδιόων ἐρατεινὰ σύν ἠϋκόμοις Χαρίτεσσιν.
ἐν δ’ ἄρ’ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες
ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
ἐς γάμον Αἰακίδαο δαΐφρονος· ἀμφὶ δὲ πάντες
ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην·
ἀμφὶ δ’ ἄρ’ ὕδρηλοί τε καὶ εὐθαλέες λειμῶνες
ἔσκον ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης,
ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ
νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο,
αἱ μὲν ἄρ’ ἐσσύμεναι ἐπικάρσιαι, αἱ δὲ κατ’ ἰθὺ
νισσόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμ’ ἀλεγεινὸν
ὀρνύμενον· ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος
ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
λαίφεα λεύκ’ ἐρύοντες, ἵν’ ἐκ θανάτοιο φύγωσιν·
οἱ δ’ ἕζοντ’ ἐπ’ ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ
πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.
τοῖς δ’ ἔπι κυδιόων μετὰ κήτεσιν εἰναλίοισιν
ἤσκητ’ Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι
ὡς ἐτεὸν σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον
χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα
στόρνυτ’ ἐπεσσυμένων, ὁμαλὴ δ’ ἄρα πρόσθε γαλήνη
ἔπλετο· τοὶ δ’ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα
ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο
σαίνοντες βασιλῆα, κατ’ ἠερόεν δ’ ἁλὸς οἶδμα
νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.
ἄλλα δὲ μυρία κεῖτο κατ’ ἀσπίδα τεχνήεντα
χερσὶν ὑπ’ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο·
πάντα δ’ ἄρ’ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,
οὕνεκ’ ἔην ἔκτοσθε κατ’ ἄντυγος, ᾗ ἔνι πᾶσα
ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.
τῇ δ’ ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα·
Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγ’ ἀσχαλόωντι ἐοικώς,
οὐρανῷ ἐμβεβαώς· περὶ δ’ ἀθάνατοι πονέοντο
Τιτήνων ἐριδαινομένων Διὶ συμμεμαῶτες·
τοὺς δ’ ἤδη κρατερὸν πῦρ ἄμφεχεν· ἐκ δὲ κεραυνοὶ
ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο
οὐρανόθεν· Ζηνὸς γὰρ ἀάσπετον ὤρνυτο κάρτος·
οἱ δ’ ἄρ’ ἔτ’ αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.
ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο καλὸν
ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα.
κνημῖδες δ’ ἤσκηντο πελώριαι· ἀμφὶ δ’ ἐλαφραὶ
μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι.
ἀγχόθι δ’ ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε
χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε
κουλεῷ ᾧ ἔπι κώπη ἀρηραμένη ἐλέφαντος
θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.
τοῖς δὲ παρεκτετάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος,
Πηλιὰς ὑψικόμῃσιν ἐειδομένη ἐλάτῃσι
λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.
καὶ τότ’ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος
θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος·
‘νῦν μὲν δὴ κατ’ ἀγῶνος ἀέθλια πάντα τελέσθη,
ὅσς’ ἐπὶ παιδὶ θανόντι μέγ’ ἀχνυμένη κατέθηκα·
ἀλλ’ ἴτω ὅς τ’ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν,
καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχἐ ἕσασθαι
δώσω, ἅ καὶ μακάρεσσι μέγ’ εὔαδεν ἀθανάτοισιν.’
ὥς φάτο· τοὶ δ’ ἀνόρουσαν ἐριδμαίνοντ’ ἐπέεσσιν
υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
Αἴας, ὅς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν,
ἀστὴρ ὡς ἀρίδηλος ἀν’ οὐρανὸν αἰγλήεντα
ἕσπερος, ὅς μέγα πᾶσι μετ’ ἀστράσι παμφαίνησι·
τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο·
ᾔτεε δ’ Ἰδομενῆα κριτὴν καὶ Νηλέος υἷα
ἠδ’ ἄρα μητιόεντ’ Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει
ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο·
ὥς δ’ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει·
οἱ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.
Νέστωρ δ’ Ἰδομενῆι καὶ Ἀτρέος υἱέϊ δίῳ
ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπ’ ἄλλων·
‘ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε
ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες
Αἴαντος μεγάλοιο περιφραδέος τ’ Ὀδυσῆος
ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε·
τῶν γάρ ῥ’ ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι
γηθήσει κατὰ θυμόν, ὁ δ’ αὖ μέγα πένθος ἀέξει
πάντας ἀτεμβόμενος Δαναούς, περὶ δ’ ἔξοχα πάντων
ἡμέας· οὐδ’ ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε
στήσεται ἐν πολέμῳ· μέγα δ’ ἔσσεται ἄλγος Ἀχαιοῖς,
κείνων ὅντινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων
ἡρώων προφέρουσιν, ὁ μὲν πολέμῳ, ὁ δὲ βουλῇ.
ἀλλ’ ἄγ’ ἐμοὶ πείθεσθον, ἐπεί ῥα γεραίτερός εἰμι
λίην, οὐκ ὀλίγον περ, ἔχω δ’ ἐπὶ γήραϊ πολλῷ
καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα·
αἰεὶ δ’ ἐν βουλῇσι γέρων πολύϊδρις ἀμείνων
ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε·
τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐΰφροσι [ταῦτα] δικάσσαι
ἀντιθέῳ τ’ Αἴαντι φιλοπτολέμῳ τ’ Ὀδυσῆι,
ὅντινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα,
ἠδ’ ὅτις ἐξεσάωσε νέκυν Πηληιάδαο
ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν
πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπ’ ἀνάγκῃ·
οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται.
οὔτινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς
ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης.’
ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
‘ὦ γέρον, ὡς οὔτις πινυτώτερος ἄλλος ἐν ἡμῖν
σεῖο πέλει Δαναῶν οὔτ’ ἂρ νέος οὔτε παλαιός,
ὅς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
ἄνδρα τόν, ὅντινα τῶνδε θεοὶ μετόπισθε βάλωνται
νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται·
καί ῥά μοι ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,
ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν·
τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα
Τρωσὶν ἐϋπτολέμοισι, χόλον δ’ οὐκ ἄμμιν ὀπάσσει.’
ὣς φάτο· τοὶ δ’ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες
ἀμφαδὸν ἠνήναντο δικασπολίην ἀλεγεινήν·
τῶν δ’ ἄρ’ ἀναινομένων Τρώων ἐρικυδέες υἷες
ἕζοντ’ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,
ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
Αἴας δ’ ἐν μέσσοισι μέγ’ ἀσχαλόων φάτο μῦθον·
‘ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων
ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκαμάτοιο;
ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος
βλημένου ἐν κονίῃσιν, ὅτ’ ἀμφί ἑ Τρῶες ἔβησαν,
ὁππότ’ ἐγὼ κείνοισι φόνον στονόεντ’ ἐφέηκα
σεῖο καταπτώσσοντος; ἐπεί νύ σε γείνατο μήτηρ
δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,
ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος·
οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,
ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος καὶ ἀτάσθαλα ἔργα.
ἠὲ τόδ’ ἐξελάθου, ὅτ’ ἐς Ἰλίου ἱερὸν ἄστυ
ἐλθέμεναι ἀλέεινες ἅμ’ ἀγρομένοισιν Ἀχαιοῖς,
καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντ’ ἐφέπεσθαι
ἤγαγον Ἀτρεῖδαι; ὡς μὴ ὤφειλες ἱκέσθαι·
σῇς γὰρ ὑπ’ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα
Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα·
οὐκ οἴῳ δ’ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,
ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,
ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐΰφρονι βουλῇ.
νῦν δ’ ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης,
οὔτ’ εὐεργεσίης μεμνημένος, οὔτε τι θυμῷ
ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς σ’ ἐνὶ χάρμῃ
ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν
δυσμενέων, ὅτε σ’ ἄλλοι ἀνὰ μόθον οἰωθέντα
κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν·
ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ
αὐτὸς Ζεὺς ἐφόβησεν ἀπ’ αἰθέρος, ὄφρα σε Τρῶες
ἀμφιτόμοις ξιφέεσσι διαμελεϊστὶ κέδασσαν
δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας
ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς.
σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων
εὐχόμενος μέσσοισιν ἔχεις νέας, οὐδέ τι θυμῷ
ἔτλης ὥσπερ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι
νῆας; ἐπεί νύ σε τάρβος ἐπήιεν. οὐδὲ μὲν αἰνὸν
πῦρ νηῶν ἀπάλαλκες· ἐγὼ δ’ ὑπ’ ἀταρβέϊ θυμῷ
ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μοι ὕπεικε
πάντη ἐν ὑσμίνῃ· σὺ δέ μιν περιδείδιες αἰεί.
ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον
θῆκεν, ὅτ’ ἀμφ’ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,
ὄφρ’ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ
ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα
αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι· νῦν δ’ ἄρα μύθων
ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων·
οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι
δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μέγ’ ἔγχος
νωμῆσαι παλάμῃσιν· ἐμοὶ δ’ ἄρα πάντα τέτυκται
ἄρμενα, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη
οὔτι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.
ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν
ἕσταμεν ἀμφ’ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη;
ἀλλ’ ἄγε χαλκείῃς πειρήσομεν ἐγχείῃσιν
ὅστις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ
ἀλκῆς γὰρ τόδ’ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν
θῆκεν ἐνὶ μέσσοισιν ἐπέων Θέτις ἀργυρόπεζα·
μύθων δ’ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·
οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων
εἰμί· γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι.’
ὣς φάτο· τὸν δ’ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν
υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν·
‘Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
οὐτιδανόν τέ μ’ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν
ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι
μήδεσι καὶ μύθοισι, τά τ’ ἀνδράσι κάρτος ἀέξει·
καὶ γάρ τ’ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν
μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
ῥηιδίως, μήτι δὲ μέγαν βαρυηχέα πόντον
ναῦται ὑπεκπερόωσιν, ὅτ’ ἄσπετα κυμαίνηται·
τέχνῃσιν δ’ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας
πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν·
ταῦροι δ’ ὀβριμόθυμοι ὑπὸ ζεύγλαις δαμόωνται
ἀνθρώπων ἰότητι· νόῳ δέ τε πάντα τελεῖται.
αἰεὶ δ’ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι
πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύϊδρις ἀμείνων·
τοὔνεκ’ ἐϋφρονέοντα θρασὺς πάϊς Οἰνείδαο
λέξατό μ’ ἐκ πάντων ἐπιτάρροθον, ὄφρ’ ἀφίκωμαι
ἐς φύλακας· μέγα δ’ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω·
καὶ δ’ αὐτὸν Πηλῆος ἐϋσθενέος κλυτὸν υἷα
ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον· ἢν δὲ καὶ ἄλλου
ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,
οὐδ’ ὅγε χερσὶ τεῇσιν ἐλεύσεται, οὐδὲ μὲν ἄλλων
Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν
ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι
δῆριν ἐς αἰζηῶν· μέγα γὰρ κράτος ἀνδράσι μῦθος
γίνετ’ ἐϋφροσύνῃ μεμελημένος· ἠνορέη δὲ
ἄπρηκτος τελέθει μέγεθός τ’ εἰς οὐδὲν ἀέξει
ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.
αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν
ἀθάνατοι· τεῦξαν δὲ μέγ’ Ἀργείοισιν ὄνειαρ.
οὐδὲ μὲν ὡς σύ μ’ ἔφησθα πάρος φεύγοντα σάωσας
δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλ’ ἅμα πάντας
Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἱ δ’ ἐπέχυντο
ἀλκῇ μαιμώωντες· ἐγὼ δ’ ὑπὸ κάρτεϊ χειρῶν
πολλῶν θυμὸν ἔλυσα· σὺ δ’ οὐκ ἄρ’ ἐτήτυμα βάζεις·
οὐ γὰρ ἔμοιγ’ ἐπάμυνας ἀνὰ μόθον ἀλλὰ σοὶ αὐτῷ
ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ
φεύγοντ’ ἐκ πολέμοιο. νέας δ’ ἐς μέσσον ἔρυσσα
οὔτι περιτρομέων δηίων μένος, ἀλλ’ ἵνα μῆχος
αἰὲν ἅμ’ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι·
καὶ σὺ μὲν ἔκτοσθε στήσας νέας· αὐτὰρ ἔγωγε
αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν
ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι,
ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.
οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς
ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων
κείνῳ, ὅτ’ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.
νῦν δέ σευ ἀμφ’ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας
δυσμενέων, ἐσάωσα δ’ ὁμῶς τεύχεσσι θανόντα.
οὐδέ μὲν ἐγχείην τρομέω σέθεν, ἀλλά με λυγρὸν
ἕλκος ἔτ’ ἀμφ’ ὀδύνῃς περινίσσεται εἵνεκα τευχέων
τῶνδ’ ὑπερουτηθέντα δαϊκταμένου τ’ Ἀχιλῆος·
καὶ δ’ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα.’
ὣς ἄρ’ ἔφη· τὸν δ’ αὖθις ἀμείβετο καρτερὸς Αἴας·
‘ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,
οὔ νύ σ’ ἐκεῖς’ ἐνόησα πονεύμενον, οὐδέ τις ἄλλος
Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα
ἑλκέμεναι μενέαινον· ἐγὼ δ ὑπὸ δουρὶ καὶ ἀλκῇ
τῶν μὲν γούνατ’ ἔλυσα κατὰ μόθον, οὓς δ’ ἐφόβησα
αἰὲν ἐπεσσύμενος· τοὶ δ’ ἀργαλέως φοβέοντο
χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς ἐπορούσῃ
αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν·
ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ
Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.
σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔτι μευ ἄγχι
μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς
ἀμφ’ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ
ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει.’
ὣς φάτο· τὸν δ’ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ·
‘Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι
οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμος ἐσσί·
ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέ1στερός εἰμι
σεῖο μετ’ Ἀργείοισι, βίῃ δέ τοι ἀμφήριστος
ἢ καὶ ἀγαυότερος· τὸ δέ που καὶ Τρῶες ἴσασιν,
οἵ με μέγα τρομέουσι καὶ ἢν ἀπάτερθεν ἴδωνται.
καὶ δ’ αὐτὸς σάφα οἶδας ἐμὸν μένος ἠδὲ καὶ ἄλλοι
ἀμφὶ παλαισμοσύνῃ πολυτειρέϊ πολλὰ μογήσας,
ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο
Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.’
ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντ’ ἀλεγεινὴν
αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι·
τοῦ δ’ ἄμοτον γήθησε νόος· στονάχησε δὲ λαός.
παχνώθη δ’ Αἴαντος ἐῢ σθένος· αἶψα δ’ ἄρ’ αὐτῷ
ἄτη ἀνιηρὴ περικάππεσε· πὰν δέ οἱ εἴσω
ἔζεσε φοίνιον αἷμα· χολὴ δ’ ὑπερέβλυσεν αἰνή·
ἥπατι δ’ ἔγκατ’ ἔμικτο· περὶ κραδίην δ’ ἀλεγεινὸν
ἷξεν ἄχος, καὶ δριμὺ δι’ ἐγκεφάλοιο θεμέθλων
ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,
σὺν δ’ ἔχεεν νόον ἀνδρός· ἐπὶ χθονὶ δ’ ὄμματα πήξας
ἔστη ἀκινήτῳ ἐναλίγκιος· ἀμφὶ δ’ ἑταῖροι
ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας
πολλὰ παρηγορέοντες· ὁ δ’ ὑστατίην ποσὶν οἶμον
ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.
ἀλλ’ ὅτε δὴ κατὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον,
Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
καὶ τότ’ ἔσω μεγάλοιο Θέτις κατεδύσατο πόντου·
σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δ’ ἄρα σφι
νήχετο κήτεα πολλά τά τε τρέφει ἁλμυρὸν οἶδμα.
αἱ δὲ μέγα σκύζοντο Προμηθέϊ μητιόεντι
μνώμεναι, ὡς κείνοιο θεοπροπίῃσι Κρονίων
δῶκε Θέτιν Πηλῆι καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.
Κυμοθόη δ’ ἐν τῇσι μέγ’ ἀσχαλόως’ ἀγόρευεν·
‘ὤ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθ’ ὑπέτλη
δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ
κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.’
ὣς φάτο Κυμοθόη κυανοπ λοκάμοις ἁλίῃσιν.
ἠέλιος δ’ ἀπόρουσεν, ἐπεσκιόωντο δ’ ἀλωαὶ
νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δ’ οὐρανὸν ἄστρα.
Ἀργεῖοι δ’ ἐπὶ νηυσὶ τανυπρώροισιν ἴαυον
ὕπνῳ ὑπ’ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ
ἡδέϊ, τὸν Κρήτηθε παρ’ Ἰδομενῆος ἀγαυοῦ
ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.
Αἴας δ’ Ἀργείοισι χολούμενος οὔτ’ ἄρα δόρπου
μνήσατ’ ἐνὶ κλισίῃ μελιηδέος, οὔτε μιν ὕπνος
ἄμφεχεν, ἀλλ’ ὅ γ’ ἑοῖσιν ἐν ἔντεσι δύσατο θύων·
εἵλετο δὲ ξίφος ὀξύ, καὶ ἄσπετα πορφύρεσκεν,
ἢ ὅ γ’ ἐνιπρήσῃ νῆας καὶ πάντας ὀλέσσῃ
Ἀργείους, ἢ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι
δῃώσῃ μελεϊστὶ θοῶς δολόεντ’ Ὀδυσῆα.
καὶ τὰ μὲν ὥς ὥρμαινε, τὰ δὴ τάχα πάντ’ ἐτέλεσσεν,
εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε λύσσαν·
κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος
ἱρῶν μνωομένη, τά οἱ ἔμπεδα κεῖνος ἔρεξε·
τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο
τρέψεν ἀπ’ Ἀργείων. ὁ δ’ ἄρ’ ἤιε λαίλαπι ἶσος
σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,
ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,
Πληιὰς εὖτ’ ἀκάμαντος ἐς ὠκεανοῖο ῥέεθρα
δύεθ’ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα,
ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·
τῇ εἰκὼς οἴμησεν, ὅπῃ μιν γυῖα φέρεσκον.
πάντη δ’ ἀμφιθέεσκεν ἀναιδέϊ θηρὶ ἐοικώς,
ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης
ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν
ἢ κυσὶν ἢ ἀγρόταις, οἵ οἱ τέκνα δῃώσωνται
ἄντρων ἐξερύσαντες, ὁ δ’ ἀμφὶ γένυσσι βεβρυχώς,
εἴ που ἔτ’ ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα·
τῷ δ’ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,
αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ·
ὥς ὅ γ’ ἀμείλιχα θῦνε, μέλαν δέ οἱ ἔζεεν ἦτορ,
εὖτε λέβης ἀλίαστον ἐπ’ ἐσχάρῃ Ἡφαίστοιο
ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,
γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,
ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,
εὐτραφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ·
ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.
μαίνετο δ’ ἠΰτε πόντος ἀπείριτος ἠὲ θύελλα
ἤ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτ’ ἀλίαστον
μαίνηται κατ’ ὄρεσφι βίη μεγάλου ἀνέμοιο,
πίπτῃ δ’ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·
ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ
μαίνετο λευγαλέως· ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς
ἐκ στόματος, βρυχὴ γναθμοῖσιν ὀρώρει·
τεύχεα δ’ ἀμφ’ ὤμοισιν ἐπέβραχε, τοὶ δ’ ὁρόωντες
πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.
καὶ τότ’ ἀπ’ Ὠκεανοῖο κίε χρυσήνιος Ἠώς·
Υπνος δ’ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,
Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ
Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·
ἡ δέ ἑ κύσσεν ἑλοῦς’ ὅτι οἱ πέλε γαμβρὸς ἀμύμων,
ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·
αἶψα δ’ ἄρ’ ἡ μὲν ἔβη Ζηνὸς δόμον, ὅς δ’ ἐπὶ λέκτρα
Πασιθέης οἴμησεν· ἀνέγρετο δ’ ἔθνεα φωτῶν.
Αἴας δ’ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα λύσσαν·
ἐν δ’ ἔθορεν μήλοισι, λέων ὥς ὀβριμόθυμος
λιμῷ ὑπ’ ἀργαλέῳ δεδμημένος ἄγριον ἦτορ·
καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερ’ ἄλλοθεν ἄλλα
κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο
χεύῃ, ὅτ’ ἀνομένου θέρεος μετὰ χεῖμα τράπηται·
ὥς Αἴας μήλοισι μέγ’ ἀσχαλόων ἐνόρουσεν
ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν.
καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
κρύβδ’ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·
‘σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
ὅς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας
πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.
ὡς ὄφελον μὴ τῶνδε Θέτις πέρι δῆριν ἔθηκε,
μηδ’ ἄρα Λαέρταο πάϊς μέγ’ ἀμείνονι φωτὶ
ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.
νῦν δὲ μέγ’ ἀασάμεσθα, κακὸς δέ τις ἤπαφε δαίμων·
ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο
μοῦνον ἔτ’ ἦν Αἴαντος ἐΰ σθένος· ἀλλ’ ἄρα καὶ τὸν
ἡμῖν ἐξολέσουσι θεοὶ κακὰ νῶιν ἄγοντες,
ὥς κεν πάντες ἄϊστον ἀναπλήσωμεν ὄλεθρον.’
ὥς;φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
‘μὴ νῦν, ὦ Μενέλαε, μέγ’ ἀχνύμενος περὶ θυμῷ
σκύζεο μητιόεντι Κεφαλλήνων βασιλῆι·
οὐ γὰρ ὅ γ’ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν
γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δ’ ἄρα δυσμενέεσσιν.’
ὣς οἱ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.
μηλονόμοι δ’ ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις
πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα·
ὡς δ’ ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ
θάμνοις ἐν λασίοισιν, ὁ δ’ ἐγγύθεν ὀξὺ κεκληγὼς
πωτᾶτ’ ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν·
ὣς οἵ γ’ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.
ὀψὲ δ’ ὄ γ’ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
καί ῥ’ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε·
‘κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδ’ οἰωνῶν·
οὐ γάρ σ’ οὐδ’ Ἀχιλῆος ἐρύσσατο κύδιμα τεύχη,
ὧν ἕνεκ̔ ἀφραδέων μέγ’ ἀμείνονι δηριάασκες·
κεῖσο, κύον· δὲ γὰρ οὔτι γοήσεται ἀμφιπεσοῦσα
κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,
οὐ τοκέες· τοῖς οὔτι μετέσσεαι ἐλδομένοισι
γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τήλ’ ἀπὸ πάτρης
οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.’
ὣς ἄρ’ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
κεῖσθαι ἰϊόμενος μεμορυγμένον αἵματι πολλῷ·
καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
ἐσκέδασεν Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον·
ἡ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰπὰ ῥέεθρα,
ῇχι θοαὶ ναίουσιν Ἐριννύες, αἵ τε βροτοῖσιν
αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.
Αἴας δ’, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀΐσατο γὰρ δόλον εἶναι
ἐκ μακάρων· πάντεσσι δ’ ὑπεκλάσθη μελέεσσι
βλήμενος ἄλγεσι θυμὸν ἀπήιον· οὐδ’ ἄρα πρόσσω
ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτ’ ἄρ’ ὀπίσσω,
ἀλλ’ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τ’ ἐν ὄρεσσι
πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
ἀλλ’ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
λυγρὸν ἀνεστονάχησεν, ἔπος δ’ ὀλοφύρετο τοῖον·
‘ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;
οἵ με φρένας βλάψαντο, κακὴν δ’ ἐπὶ λύσσαν ἔθεντο,
μῆλα κατακτεῖναι, τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.
ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ
χερσὶν ἐμῇς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
λυγρὸς ἐὼν μάλα πάγχυ· πάθοι γε μὲν ἄλγεα θυμῷ,
ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν
ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα,
αὐτῷ τ’ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδ’ ὅ γ’ ἀπήμων
ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι.
ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν
ἄσχετος· οὐ γὰρ ἔτ’ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων
τιμήεις τε πέλει καὶ φίλτερος· ἦ γὰρ Ὀδυσσεὺς
τίετ’ ἐν Ἀργείοισιν, ἐμεῦ δ’ ἐπὶ πάγχυ λάθοντο
ἔργων θ’, ὁππός’ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν.’
ὣς εἰπὼν πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
Ἑκτόρεον ξίφος ὦσε δι’ αὐχένος· ἐκ δέ οἱ αἷμα
ἐσσύμενον κελάρυζεν. ὁ δ’ ἐν κονίῃσι τανύσθη
Τυφὼν ὥς, τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί·
ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.
καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο
κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔτις ἵκανεν
ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
αἶψα δ’ ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα
πρηνέες ἐκχύμενοι κόνιν ἄσπετον ἀμφεχέοντο,
καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν·
ὡς δ’ ὅταν εἰροπόκων ὀΐων ἄπο νήπια τέκνα
ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
αἱ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι
μητέρες ἐκ τεκέων σηκούς πέρι χηρωθέντας·
ὥς οἵ γ’ ἀμφ’ Αἴαντα μέγα στένον ἤματι κείνῳ
πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη
καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.
Τεῦκρος δ’ ἀμφ’ αὐτῷ μάλα μήδετο κῆρας ἐπισπεῖν
ἀργαλέας· τὸν δ’ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο
εἶργον. ὁ δ’ ἀσχαλόων περικάππεσε τεθνειῶτι
δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,
ὅς τε παρ’ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις
κάκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ
μητρὸς ἀποφθιμένης, ἥ μιν τρέφε νήιδα πατρός·
ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος
ἑρπύζων περὶ νεκρόν, ἔπος δ’ ὀλοφύρετο τοῖον·
‘Αἶαν καρτερόθυμε, τί ἤ νύ τοι ἐβλάβετ’ ἦτορ
οἷ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;
ἦ ἵνα Τρώιοι υἷες ὀϊζύος ἀμπνεύσωσιν,
Ἀργείους δ’ ὀλέσωσι σέθεν κταμένοιο κιόντες;
οὐ γὰρ τοῖσδ’ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν
ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ·
οὐδ’ ἔτ’ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος
ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ἐέλδομαι ἐνθάδ’ ὀλέσθαι,
ὄφρα με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ·
οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτ’ εἰσίν,
εἴ που ἔτ’ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.’
ἦ ῥα μέγα στενάχων· ἐπὶ δ’ ἔστενε δῖα Τέκμησσα
Αἴαντος παράκοιτις ἀμύμονος, ἥνπερ ἐοῦσαν
ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἄνασσαν
πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες
ἐδνωταὶ μεδέουσι παρ’ ἀνδράσι κουριδίοισιν·
ἡ δέ οἱ ἀκαμάτῃσιν ὑπ’ ἀγκοίνῃσι δαμεῖσα
Εὐρυσάκην τέκεθ’ υἱὸν ἐοικότα πάντα τοκῆι·
ἀλλ’ ὁ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο·
ἡ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα·
καί ῥ’ ὀλοφυδνὸν ἄϋσε μέγ’ ἀχνυμένη κέαρ ἔνδον·
‘ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες, οὔτι δαϊχθεὶς
δυσ μενέων παλάμῃσιν ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ·
τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν
σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι
ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν·
ὥς μ’ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,
πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερόν ποτ’ ἐσήλυθεν ἐς φρένα πῆμα,
οὐδ’ ὅτε με πρώτιστον ἐμῆς ἀποτηλόθι πάτρης
καὶ τοκέων εἴρυσσας ἅμ’ ἄλλῃς ληιάδεσσι
πόλλ’ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν
αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ·
ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,
οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
καί ῥά μ’ ἔθηκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μ’ ἔφησθα
τεύξειν αὐτίκ’ ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος
νοστήσας Τροίηθε· τὰ δ’ θεὸς ἄμμι τέλεσσεν·
ἀλλὰ σὺ μέν μοι ἄϊστος ἀποίχεαι, οὐδέ νύ σοί περ
μέμβλετ’ ἐμεῦ καὶ παιδός, ὅς οὐ πατρὶ τέρψεται ἦτορ,
οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
δμῶα λυγρόν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτ’ ἐόντος
νηπίαχοι κομέονται ὑπ’ ἄνδρεσσιν μάλα πολλὸν
χειροτέροις· ὀλοῇ γὰρ ὑπ’ ὀρφανίῃ βαρὺς αἰὼν
παισὶ πέλει, καὶ πήματ’ ἐπ’ ἄλλοθεν ἄλλα χέονται·
καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ
οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὥς ἐτέτυξο.’
ὥς φ;μένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·
‘ὦ γύναι, οὔ νύ σέ τις δμωήν ποτε θήσεται ἄλλος
Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδ’ ἐμεῦ αὐτοῦ·
ἀλλά σε τίσομεν αἰέν ἀπειρεσίοις γεράεσσι,
τίσομεν ὥστε θεήν, καὶ σὸν τέκος, ὡς ἔτ’ ἐόντος
ἀντιθέου Αἴαντος, ὅς ἔπλετο κάρτος Ἀχαιῶν.
αἴθ’ ὄφελον μηδ’ ἄλγος Ἀχαιίδα θήκατο πάσῃ
αὐτὸς ἐῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων
δυσμενέων σθένε λαός ὑπ’ Ἄρεϊ δῃώσασθαι.’
ὣς ἔφατ’ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δ’ Ἑλλήσποντος
μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατ’ ἀνίη.
καὶ δ’ αὐτόν λάβε πένθος Ὀδυσσέα μητιόεντα
κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς·
‘ὦ φίλοι, ὡς οὔπω τι κακώτερον ἄλλο χόλοιο
γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει·
ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
ἀμφ’ ἐμοὶ ἐν φρεσὶν ᾖσι χολούμενον· ὡς ὄφελόν μοι
μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων
νίκην ἀμφεβάλοντ’ ἐρικυδέα, τῆς πέρι θυμὸν
ἀχνύμενος πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
ὤλετο χερσὶν ἑῇσι· χόλου δέ οἱ οὔτι ἔγωγε
αἴτιος, ἀλλά τις Αἶσα πολύστονος, ἥ μιν ἐδάμνα·
εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει
κεῖνον ἀλαστήσειν καθ’ ἑὸν νόον, οὔτ’ ἄν ἔγωγε
ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτε τιν’ ἄλλον
ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι,
ἀλλὰ καὶ αὐτὸς ἔγωγε θεουδέα τεύχἐ ἀείρας
προφρονέως ἄν ὄπασσα, καὶ εἴ τί περ ἄλλο μενοίνα.
νῦν δέ μιν οὔτι ἔγωγε μέγ’ ἀχνύμενον χαλεπῆναι
ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς
οὔτε περὶ πτόλιος μαχόμην οὔτ’ εὐρέος ὄλβου,
ἀλλά μοι ἀμφ’ ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις
τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι·
κεῖνος δ’ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ
ἤλιτεν· οὐ γὰρ ἔοικε μέγ’ ἀσχαλάαν ἐνὶ θυμῷ·
ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλ’ ἐπιόντα
τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδ’ ἀκάχησθαι.’
ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
ἀλλ’ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ·
δὴ τότε Νηλέος υἱὸς ἔτ’ ἀχνυμένοισιν ἔειπεν·
‘ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι
ἡμῖν αἶψ’ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος
Αἴαντος φθιμένοιο πολυσθενέος τ’ Ἀχιλῆος
ἄλλων τ’ Ἀργείων ἠδ’ υἱέος ἡμετέροιο
Ἀντιλόχου. ἀλλ’ οὔτι θέμις κταμένους ἐνὶ χάρμῃ
κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ,
ἀλλὰ γόου λήσασθαι ἀεικέος, οὕνεκ’ ἄμεινον
ἕρδειν, ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,
πυρκαϊήν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι·
νεκρὸς δ’ οὔτι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε
φράσσασθ’, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.’
ἦ ῥα παρηγορέων· περὶ δ’ ἀντίθεοι βασιλῆες
ἀθρόοι αἶψ’ ἀγέροντο μέγ’ ἀχνύμενοι κέαρ ἔνδον,
καί ἑ μέγαν περ’ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν
πολλοὶ ἀείραντες· κατὰ δὲ σπείροισι κάλυψαν
αἷμ’ ἀποφαιδρύναντες, ὅ οἱ βριαροῖς μελέεσσι
τερσόμενον περίκειτο καὶ ἔντεσι σὺν κονίῃσι·
καὶ τότ’ ἀπ’ Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην
αἰζηοί, πάντη δὲ νέκυν πέρι νηήσαντο·
πολλὰ δ’ ἄρ’ ἀμφ’ αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα
φάρεά τ’ εὐποίητα βοῶν τ’ ἐρικυδέα φῦλα
ἠδὲ καὶ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους
χρυσόν τ’ αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν,
ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ,
ἤλεκτρόν τ’ ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν
ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν
δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο
μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο,
καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υίέϊ τεύχων
ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι,
τόν ῥα τότ’ εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο
Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες
Αἴαντ’· ἀμφὶ δέ οἱ μέγαλα στενάχοντες ἔθεντο
τιμήεντ’ ἐλέφαντα καὶ ἄργυρον ἱμερόεντα
ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλα τε πάντα,
ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει.
ἐν δ’ ἔβαλον κρατεροῖο πυρὸς μένος· ἦλθε δὲ πνοιὴ
ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέρηται
Αἴαντος μεγάλοιο βίη· ὁ δὲ νύκτα καὶ ἠῶ
καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο·
οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ
Ἐγκέλαδος δέδμητο κατ’ ἀκαμάτοιο θαλάσσης
Θρινακίης ὑπένερθεν, ὅλη δ’ ὑπετύφετο νῆσος·
ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι
Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς,
ὁππότ’ ἔτλη μέγα ἔργον, ὅλη δ’ ἀμφέστενεν Οἴτη
ζωοῦ καιομένοιο, μίγη δέ οἱ ἠέρι θυμὸς
ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν
αὐτός, ἐπεί οἱ σῶμα πολύκμητον χάδε γαῖα·
τοῖος ἄρ’ ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο
Αἴας σὺν τεύχεσσι· πολὺς δ’ ἐστείνετο λαὸς
αἰγιαλοῖς· Τρῶες δ’ ἐγάνυντ’, ἀκάχοντο δ’ Ἀχαιοι.
ἀλλ’ ὅτε δὴ δέμας ἠῢ κατήνυσε πῦρ ἀΐδηλον,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ’ αὐτοῦ
χηλῷ ἐνὶ χρυσέῃ θῆκαν· περὶ δέ σφισι γαῖαν
χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς.
αὐτίκα δ’ ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας
θυμὸν ἀκηχέμενοι· τὀν γὰρ τίον ἶσον Ἀχιλλεῖ.
νὺξ δ’ ἐπόρουσε μέλαινα μετ’ ἀνέρας ὕπνον ἄγουσα·
οἱ δ’ ἄρα δαῖτ’ ἐπάσαντο καὶ Ἠριγένειαν ἔμιμνον,
βαιὸν ἀποβρίξαντες ἀραιοῖσι βλεφάροισιν·
αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα, μή σφισι Τρῶες
νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.

Ἠὼς
δ’ Ὠκεανοῖο
ῥόον
καὶ
λέκτρα
λιποῦσα
Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντη
κίδνατο παμφανόωσα· γέλασσε δὲ γαῖα καὶ αἰθήρ·
τοὶ δ’ εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες·
ἄλλος δ’ ἀλλοίοισιν ἐπῴχετο· αὐτὰρ Ἀχαιοὶ
εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου·
καί ῥ’ ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο,
δὴ τότ’ ἐνὶ μέσσοισιν ἀγειρομένοισι μετηύδα·
‘κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,
ὡς ἐρέω· μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ
λαῶν ὀλλυμένων, οἵ ῥ’ ἤλυθον εἵνεκ’ ἐμεῖο
δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος,
οὐ τοκέες· πολέας γὰρ ὑπέκλασε δαίμονος Αἶσα.
ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο
αὐτῷ ἐμοὶ ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι·
νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐνεθήκατο δαίμων,
ὄφρ’ ὁρόω κακὰ πολλά· τίς ἂν φρεσὶ γηθήσειεν
εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο;
ἀλλ’ ἄγεθ’ ὅσσοι ἔτ’ εἰμὲν ἐπ’ ὠκυπόροισι νέεσσι
καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος,
Αἴαντος φθιμένοιο πολυσθενέος τ’ Ἀχιλῆος,
τῶν ἐγὼ οὐκ ὀΐω κταμένων ὑπαλύξαι ὄλεθρον
ἡμέας, ἀλλ’ ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν
εἵνεκ’ ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔτι
μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι
ἐν πολέμῳ· κείνη δ’ ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ
ἐρρέτω· ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων
ἐκ κραδίης, ὅτ’ ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν.
ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει·
ἡμεῖς δ’ αἶψα νεώμεθ’, ἐπεὶ πολὺ λώιόν ἐστιν
ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι.’
ὣς ἔφατ’ Ἀργείων πειρώμενος· ἄλλα δέ οἱ κῆρ
ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ,
Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος
ῥήξῃ ἐκ θεμέθλων, μάλα δ’ αἵματος ἄσῃ Ἄρηα
δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος·
οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο.
καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δ’ ἐπιίζανεν ἕδρῃ.
καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτ’ ἐνὶ μέσσοις,
καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον·
‘ἆ δείλ’ Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει
ἀργαλέον, καὶ τοῖα μετ’ Ἀργείοις ἀγορεύεις,
ὡς πάϊς ἠὲ γυνή, τῶνπερ σθένος ἔστ’ ἀλαπαδνόν;
ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες
πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι·
θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δ’ ὄνειδος.
εἰ δ’ ἄρα τις καὶ τῶνδ’ ἐπιπείσεται, ὡς ἐπιτέλλεις,
αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ,
ῥίψω δ’ οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.
ἀλλ’ ἄγεθ’, οἷσι μέμηλεν ὀρινέμεναι μένἐ ἀνδρῶν,
λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας
δούρατα θηγέμεναι, παρά τ’ ἀσπίδας ἄλλα τε πάντα
εὖ θέσθαι, καὶ δεῖπνον ἄφαρ πάσσασθαι ἅπαντας
ἀνέρας ἠδ’ ἵππους, οἵ τ’ ἐς πόλεμον μεμάασιν·
ἐν πεδίῳ δ’ ὤκιστα διακρινέει μένος Ἄρης.’
ὣς φάτο Τυδείδης· κατὰ δ’ ἕζετο, ᾗχι πάρος περ·
τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν
ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστ’ ἀγορεύειν·
‘κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων·
ἴστε γάρ, ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν.
ἤδη μὲν καὶ πρόσθ’ ἐφάμην δεκάτῳ λυκάβαντι
πέρσειν Ἴλιον αἰπύ· τὸ δὴ νῦν ἐκτελέουσιν
ἀθάνατοι· νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν.
ἀλλ’ ἄγε, Τυδέος υἷα μενεπτόλεμόν τ’ Ὀδυσῆα
πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηὶ μελαίνῃ,
οἵ ῥα παραιπεπίθοντες Ἀχιλλέος ὄβριμον υἷα
ἄξουσιν· μέγα δ’ ἄμμι φάος πάντεσσι πελάσσει.’
ὣς φάτο Θέστορος υἱὸς ἐΰφρονος· ἀμφὶ δὲ λαοὶ
γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει
Κάλχαντος φάτιν ἔμμεν’ ἐτήτυμον, ὡς ἀγόρευε·
καὶ τότε Λαέρταο πάϊς μετέειπεν Ἀχαιοῖς·
‘ὦ φίλοι, οὐκέτ’ ἔοικε μεθ’ ὑμῖν πόλλ’ ἀγορεύειν
σήμερον· ἐν γὰρ δὴ κάματος πέλει ἀχνυμένοισιν·
οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτ’ ἀγορητὴς
ἁνδάνει οὔτ’ ἄρ’ ἀοιδός, ὃν ἀθάνατοι φιλέουσι
Πιερίδες· παύρων δ’ ἐπέων ἔρος ἔνθ’ ἀνθρώποις.
νῦν δ’, ὅπερ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι,
Τυδείδαο μάλιστα συνεσπομένου τελέσαιμι·
ἄμφω γάρ κεν ἰόντε φιλοπτολέμου Ἀχιλῆος
ἄξομεν ὄβριμον υἷα παρακλίναντ’ ἐπεεσσιν,
εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκει
μήτηρ ἐν μεγάροισιν, ἐπεὶ κρατεροῖο τοκῆος
ἔλπομ’ ἐμὸν κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα.’
ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος·
‘ὦ Ὀδυσεῦ, μέγ’ ὄνειαρ ἐϋσθενέων Ἀργείων,
ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς
σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς
ἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις οὐρανιώνων
νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἱκῶμαι,
δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην
Ἑρμιόνην, καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ
προφρονέως· οὐ γάρ μιν ὀΐομαι οὔτε γυναῖκα
οὔτ’ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.’
ὣς ἄρ’ ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.
καὶ τότε λῦτ’ ἀγορή· τοὶ δ’ ἐσκίδναντ’ ἐπὶ νῆας
ἱέμενοι δείπνοιο, τὸ δὴ πέλει ἀνδράσιν ἀλκή·
καί ῥ’ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγ’ ἐδωδῆς,
δὴ τόθ’ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς
νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω·
καρπαλίμως δ’ ἤια καὶ ἄρμενα πάντα βάλοντο·
ἐν δὲ καὶ αὐτοὶ ἔβαν· μετὰ δέ σφισιν εἴκοσι φῶτες
ἴδμονες εἰρεσίης, ὁπότ’ ἀντίαι ὦσιν ἄελλαι,
ἠδ’ ὁπότ’ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.
καί ῥ’ ὅτε δὴ κληῖσιν ἐπ’ εὐτύκτοισι κάθισσαν,
τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δ’ ἀμφέζεεν ἀφρός·
ὑγραὶ δ’ ἀμφ’ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι
νηὸς ἐπεσσυμένης· τοὶ δ’ ἱδρώοντες ἔρεσσον·
ὡς δ’ ὅθ’ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες
δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην
ἄχθεϊ τετριγυῖαν ὑπ’ ἄξονι δινήεντι
τειρόμενοι, πουλὺς δὲ κατ’ αὐχένος ἠδὲ καὶ ὤμων
ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπ’ οὖδας·
ὣς τῆμος μογέεσκον ὑπὸ στιβαρῇς ἐλάτῃσιν
αἰζηοί· μάλα δ’ ὦκα διήνυον εὐρέα πόντον.
τοὺς δ’ ἄλλοι μὲν Ἀχαιοὶ ἀποσκοπίαζον ἰόντας·
θῆγον δ’ αἰνὰ βέλεμνα καὶ ἔγχεα, τοῖσι μάχοντο.
Τρῶες δ’ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο
ἐς πόλεμον μεμαῶτες ἰδ’ εὐχόμενοι μακάρεσσι
λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.
τοῖσι δ’ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ
ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος·
καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο
πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου
ναίεσκον κρατερῇσι πεποιθότες ἐγχείῃσιν.
ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες·
ὡς δ’ ὁπόθ’ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν
ἥμεροι ἀνέρα χῆνες, ὅτις σφίσιν εἴδατα βάλλῃ,
ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες
σαίνουσιν, τοῦ δ’ ἦτορ ἰαίνεται εἰσορόωντος·
ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτ’ ἐσίδοντο
ὄβριμον Εὐρύπυλον, τοῦ δ’ ἐν φρεσὶ θαρσαλέον κῆρ
τέρπετ’ ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες
θάμβεον ἀνέρα δῖον· ὁ δ’ ἔξοχος ἔσσυτο λαῶν
ἠΰτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.
τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον·
τοῦ γὰρ ἀνεψιὸς ἔσκεν, ἰῆς τ’ ἐτέτυκτο γενέθλης·
τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο
Ἀστυόχη κρατερῇσιν ὑπ’ ἀγκοίνῃσι μιγεῖσα
Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέϊ Ἡρακλῆι
λάθρῃ ἑοῖο τοκῆος ἐϋπλόκαμος τέκεν Αὔγη·
καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος
θρέψε θοή ποτε κεμμάς, ἑῷ δ’ ἴσα φίλατο νεβρῷ
μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει
ἔκγονον Ἡρακλῆος ὀϊζυρῶς ἀπολέσθαι.
τοῦ δ’ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ
ἦγεν ἑὸν ποτὶ δῶμα δι’ εὐρυχόροιο πόληος
σῆμα πάρ’ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα
νηόν τε ζάθεον Τριτωνίδος, ἔνθα οἱ ἄγχι
δώματ’ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο·
καί μιν ἀδελφειῶν πηῶν θ’ ὕπερ ἠδὲ τοκήων
εἴρετο προφρονέως· ὁ δέ οἱ μάλα πάντ’ ἀγόρευεν·
ἄμφω δ’ ὣς ὀάριζον ἅμ’ ἀλλήλοισι κιόντες.
ἦλθον δ’ ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθα δ’ ἄρ’ ἧστο
ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος·
καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,
ἄλλαι δ’ αὖτ’ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο
ἔργα τιτυσκόμεναι, ὁπόσα δμωῇσιν ἔοικεν.
Εὐρύπυλον δ’ Ἑλένη μέγ’ ἐθάμβεεν εἰσορόωσα,
κεῖνος δ’ αὖθ’ Ἑλένην· μετὰ δ’ ἀλλήλους ἐπέεσσιν
ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι·
δμῶες δ’ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·
αἶψα δ’ Ἀλέξανδρος κατ’ ἄρ’ ἕζετο, πὰρ δ’ ἄρα τῷ γε
Εὐρύπυλος. λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,
ᾗχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι·
αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους
στῆσαν ἔτι πνείοντας ὀϊζυροῖο μόγοιο·
ἐν δὲ φάτνῃσι βάλοντο, τά τ’ ὠκέες ἵπποι ἔδουσι.
καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δ’ αἶα καὶ αἰθήρ·
οἱ δ’ ἄρα δαῖτ’ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο
Κήτειοι Τρῶές τε· πολὺς δ’ ἐπὶ μῦθος ὀρώρει
δαινυμένων· πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος
δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δ’ ἠπύτα σύριγξ
αὐλοί τε λιγυροῖσιν ἀρηράμενοι καλάμοισιν,
ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα.
Ἀργεῖοι δ’ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες
ἐν πεδίῳ πυρὰ πολλὰ καὶ ἄσπετον εἰσαΐοντες
αὐλῶν φορμίγγων τ’ ἰαχὴν ἀνδρῶν καὶ ἵππων
σύριγγός θ’, ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι·
τοὔνεκ’ ἄρ’ οἷσιν ἕκαστος ἐπὶ κλισίῃσι κέλευσε
νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,
μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες
οἵ ῥα τότ’ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.
ὣς δ’ αὕτως κατὰ δώματ’ Ἀλεξάνδροιο δαΐφρων
δαίνυτο Τηλεφίδης μετ’ ἀγακλειτῶν βασιλήων·
πολλὰ δ’ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες
ἑξείης ηὔχοντο μιγήμεναι Ἀργείοισιν
αἴσῃ ἐν ἀργαλέῃ· ὁ δ’ ὑπέσχετο πάντα τελέσσειν.
αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθ’ ἕκαστος·
Εὐρύπυλος δ’ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν
ἐς τέγος εὐποίητον, ὅπῃ πάρος αὐτὸς ἴαυεν
ἠῢς Ἀλέξανδρος μετ’ ἀγακλειτῆς ἀλόχοιο·
κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·
ἔνθ’ ὅ γε λέξατ’ ἰών· τοὶ δ’ ἄλλοσε κοῖτον ἕλοντο
μέχρις ἐπ’ Ἠριγένειαν ἐΰθρονον. αὐτὰρ ἅμ’ ἠοῖ
Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε
σύν τ’ ἄλλοις βασιλεῦσιν, ὅσοι κατὰ Ἴλιον ἦσαν·
λαοὶ δ’ αὐτίκ’ ἔδυσαν ἐν ἔντεσι μαιμώωντες,
πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι·
ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις
τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι·
καί οἱ δαίδαλα πολλὰ κατ’ ἀσπίδα δῖαν ἔκειτο,
ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.
ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες
δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δράκοντες
σμερδαλέον μεμαῶτες· ὁ δέ σφεας ἄλλοθεν ἄλλον
νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς
ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει
ἐξ ἀρχῆς· οὐ γάρ τι θεῶν γένος οὐρανιώνων
ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ
ἕσπετ’ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι.
ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος
ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι
τειρόμενος κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν
αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δ’ ἐῴκει.
ἄγχι δέ οἱ πεπόνητο μένος πολυδειράδος ὕδρης
αἰνὸν λιχμώωσα· καρήατα δ’ ἀλγινόεντα
ἄλλα μὲν ἄρ δέδμητο κατὰ χθονός, ἄλλα δ’ ἄεξεν
ἐξ ὀλίγων μάλα πολλά· πόνος δ’ ἔχεν Ἡρακλῆα
θαρσαλέον τ’ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε
ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα
ἅρπῃ ὑπ’ ἀγκυλόδοντι θοῶς, ὁ δὲ καῖε σιδήρῳ
αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή.
ἑξείης δ’ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο
ἀφριόων γενύεσσι· φέρεν δέ μιν, ὡς, ἐτεόν περ,
ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο.
Κεμμὰς δ’ εὖ ἤσκητο θοὴ πόδας, ἥ τ’ ἀλεγεινῶν
ἀμφὶ περικτιόνων μέγ’ ἐσίνετο πᾶσαν ἀλωήν·
καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως
ἄμφεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν.
ἀμφὶ δ’ ἄρα στυγεραὶ Στυμφηλίδες̔ αἱ μὲν ὀϊστοῖς
βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἱ δ’ ἔτι φύζης
μνωόμεναι πολιοῖο δι’ ἠέρος ἐσσεύοντο·
τῇσι δ’ ἔφ’ Ἡρακλέης κεχολωμένος ἄλλον ἐπ’ ἄλλῳ
ἰὸν ἀεὶ προΐαλλε μάλα σπεύδοντι ἐοικώς.
ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο
τεχνήεις ἤσκητο κατ’ ἀκαμάτοιο βοείης·
τῷ δ’ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο
ὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι
θάμβεον ἄσπετον ἔργον. ἀπόπροθι δ’ ἔπλετο ταῦρος
πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα
γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἱ δέ οἱ ἄμφω
ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·
καί ῥ’ ὁ μέν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ἄγχι δ’ ἄρ’ αὐτοῦ
ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος
Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι
δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων
εἶλε κόμης ἵπποιο κατ’ ὠκέος· αἱ δ’ ἀπάτερθεν
ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ἀμφὶ δὲ λυγραὶ
Θρηικίην ἀνά γαῖαν ἔσαν Διομήδεος ἵπποι
ἀνδροβόροι· καί τάς μέν ἐπὶ στυγερῇσι φάτνῃσιν
αὐτῷ σύν βασιλῆι κακὰ φρονέοντι δάϊξεν.
ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος
τεθναότος παρὰ βουσί· καρήατα δ’ ἐν κονίῃσιν
αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα·
πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων
ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν
Κερβέρῳ, ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δ’ ἔκειτο
βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ.
ἀμφὶ δέ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα
Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
σμερδαλέος δέδμητο δράκων· ταὶ δ’ ἄλλοθεν ἄλλαι
πτώσσουσαι θρασύν υἷα Διός μεγάλοιο φέβοντο.
ἐν δ’ ἄρ’ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι
Κέρβερος, ὅν ῥ’ ἀκάμαντι Τυφωέϊ γείνατ’ Ἔχιδνα
ἄντρῳ ὑπ’ ὀκρυόεντι μελαίνης ἀγχόθι νυκτὸς
ἀργαλέης· ὁ δ’ ἄρ’ ἦεν ἀεικέλιόν τι πέλωρον
ἀμφ’ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο
εἴργων νεκρὸν ὅμιλον ὑπ’ ἠερόεντι βερέθρῳ·
ῥεῖα δέ μιν Διός υἱὸς ὑπὸ πληγῇσι δαμάσσας
ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,
ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον
θαρσαλέως. ἐτέτυκτο δ’ ἀπόπροθεν ἄγκεα μακρὰ
Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα
αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίαις
λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο
αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ.
Κενταύρων δ’ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος
ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δ’ ὀρόθυνε καὶ οἶνος
ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι·
καὶ ῥ’ οἱ μὲν πεύκῃσι περὶ δμηθέντες ἔκειντο,
τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος· οἱ δ’ ἔτι μακρῇς
δηριόωντ’ ἐλάτῃσι μεμαότες, οὐδ’ ἀπέληγον
ὑσμίνης· πάντων δὲ καρήατα δεύετο λύθρῳ
θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ·
οἴνῳ δ’ αἷμα μέμικτο, συνηλοίητο δὲ πάντα
εἴδατα καὶ κρητῆρες ἐΰξεστοί τε τράπεζαι.
Νέσσον δ’ αὖθ’ ἑτέρωθι παρὰ ῥόον Εὐηνοῖο
κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατ’ ὀϊστῷ
ἀμφ’ ἐρατῆς αλόχοιο χολούμενος, ἐν δ’ ἐτέτυκτο
ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν
ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα
ὑψοῦ ἀειράμενος κρατερῇς συνέαξε χέρεσσι.
κεῖτο δ’ ἐπὶ προχοῇσιν ἐϋρρόου Ἑλλησπόντου
ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀϊστοῖς
βλήμενον· Ἡσιόνης δέ κακούς ἀπελύετο δεσμούς.
ἄλλα δ’ ἄρ’ Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα
ἄμφεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ.
φαίνετο δ’ ἶσος Ἄρηι μετὰ στίας ἀΐσσοντι·
Τρῶες δ’ ἀμφιέποντες ἐγήθεον, εὖτ’ ἐσίδοντο
τεύχεά τ’ ἠδέ καί ἄνδρα θεῶν ἐπιειμένον εἶδος·
τὸν δὲ Πάρις ποτὶ δῆριν ἐποτρύνων προσέειπε·
‘χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι. ἦτορ ἔολπεν
Ἀργείους μάλα πάντας ὀϊζυρῶς ἀπολέσθαι
αὐτῇς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔποτε τοῖον
ἔδρακον ἐν Τρώεσσιν ἐϋπτολέμοισί τ’ Ἀχαιοῖς.
ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος,
τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας,
κείνου μνωόμενος φρονέων τ’ ἀντάξια ἔργα
θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον,
ἤν πως ἀμπνεύσωμεν· ἐπεὶ σέγε μοῦνον όΐω
ἄστεος ὀλλυμένοιο κακὰς ἀπό κῆρας ἀλέξαι.’
ἦ μέγ’ ἐποτρύνων· ὁ δέ μιν προσεφώνεε μύθῳ·
‘Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,
ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται,
ὅς τε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ·
ἡμεῖς δ’, ὥσπερ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι,
στησόμεθα πρὸ πόληος· ἔπειτα δέ καὶ τόδ’ ὀμοῦμαι,
μὴ πρὶν ὑποστρέψειν, πρὶν ἢ κτάμεν ἢ ἀπολέσθαι.’
ὣς φάτο θαρσαλέως· Τρῶες δ’ ἐπὶ μακρὰ χάροντο.
καὶ τότ’ Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον
Πουλυδάμαντά τ’ ἐϋμμελίην καὶ Πάμμονα δῖον
Δηίφοβόν τ’ ἐπὶ τοῖσι καὶ Αἴθικον, ὃς περὶ πάντων
Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,
τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,
ὅππως δυσμενέεσσιν ἐπὶ πρώτοισι μάχωνται
ἐν πολέμῳ· μάλα δ’ ὦκα κίον προπάροιθεν ὁμίλου·
προφρονέως δ’ οἴμησαν ἀπ’ ἄστεος· ἀμφὶ δέ λαοὶ
πολλοὶ ἕπονθ’, ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα
ἡγεμόνεσσιν ἑοῖσι κατηρεφέος σίμβλοιο
ἐκχύμεναι καναχηδόν, ὅτ’ εἴαρος ἦμαρ ἵκηται·
ὥς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι·
τῶν δ’ ἄρα νισσομένων πολὺς αἰθέρα δοῦπος ἵκανεν
αὐτῶν ἠδ’ ἵππων· περὶ δ’ ἔβρεμεν ἄσπετα τεύχη.
ὡς δ’ ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα
κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο,
κύματα δ’ ὦκα κελαινὰ πρὸς ἠιόνας βοόωντα
φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος,
ἠχὴ δ’ ἀτρυγέτοισι παρ’ αἰγιαλοῖσιν ὄρωρεν·
ὣς τῶν ἐσσυμένων μέγ’ ὑπέβραχε γαῖα πελώρη.
Ἀργεῖοι δ’ ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο
ἀμφ’ Ἀγαμέμνονα δῖον· ἀϋτὴ δ’ ἔπλετο λαῶν
ἀλλήλοις ἐπικεκλομένων, ὀλοοῦ πολέμοιο
ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν
μίμνειν πὰρ νήεσσιν· ἐπειγομένων μαχέσασθαι.
Τρωσὶ δ’ ἄρ’ ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι
πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν
ἐκ νομοῦ εἰαρινοῖο κατ’ οὔρεος, ὁππότ’ ἄρουραι
πυκνὸν τηλεθάουσι, βρύει δ̓ἅλις ἄνθεσι γαῖα,
πλήθει δ’ αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν,
μυκηθμὸς δ’ ἄρα πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα
μισγομένων, γάνυται δὲ μετὰ σφίσι, βουκόλος ἀνήρ·
ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς
ὠρώρει· δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθεν.
οὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον· ἐν δέ Κυδοιμὸς
στρωφᾶτ’ ἐν μέσσοισι μετ’ ἀργαλέοιο Φόνοιο·
σὺν δ’ ἔπεσον ῥινοί τε καἲ ἔγχεα καὶ τρυφάλειαι
πλησίον· ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε·
φρῖξε δ’ ἄρ’ ἐγχείῃσι μάχη· περὶ δ’ αἵματι πάντῃ
δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων
ἵππων τ’ ὠκυπόδων, οἵ θ’ ἅρμασιν ἀμφεκέχυντο,
οἱ μὲν ἔτ’ ἀσπαίροντες ὑπ’ ἄξοσιν, οἱ δ’ ἐφύπερθεν
πίπτοντες· στυγερὴ δὲ δι’ ἠέρος ἔσσυτ’ ἀϋτή·
ἐν γὰρ δὴ χάλκειος ἔρις πέσεν ἀμφοτέροισι·
καί ῥ’ οἱ μὲν λάεσσιν ἀταρτηροῖσι μάχοντο,
οἱ δ’ αὖτ’ αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν,
ἄλλοι δ’ ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι
καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν,
ἄλλος δ’ ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.
πρῶτοι δ’ Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας
βαιὸν ἀπὸ σφείων· τοὶ δ’ ἔμπαλιν ὁρμήσαντες
αἵματι δεῦον Ἄρηα μετ’ Ἀργείοισι θορόντες·
Εὐρύπυλος δ’ ἐν τοῖσι μελαίνῃ λαίλαπι ἶσος
λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε
θαρσαλέως· μάλα γάρ οἱ ἀάσπετον ὤπασε κάρτος
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἡρακλῆι.
ἔνθ’ ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα
μαρνάμενον Τρώεσσι βάλευ περιμήκεϊ δουρὶ
βαιὸν ὑπὲρ πρότμησιν· ὁ δ’ ἐς πέδον ἤριπε γαίης·
ἐκ δέ οἱ αἷμ’ ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη,
δεύετο δ’ ἀγλαὸν εἶδος ἄμ’ εὐθαλέεσσι κόμῃσι·
κεῖτο δ’ ἄρ’ ἐν κονίῃσι καὶ αἵματι σὺν κταμένοισιν,
ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο,
ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα
σύν τ’ ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας
ῥιζόθεν, ἡ δ’ ἄρα κεῖται ὑπ’ ἄνθεσι βεβριθυῖα·
ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας
ἐξεχύθη δέμας ἠῢ καὶ ἀγλαΐη ἐρατεινή·
τῷ δ’ ἄρ’ ἔπ’ Εὐρύπυλος μεγάλ’ εὔχετο δῃωθέντι·
‘κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν
οὔτι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά σ’ ἔγωγε
νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι·
σχέτλιος, οὐδ’ ἐνόησας ἀμείνονος ἀντίον ἐλθών·
οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει.’
ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχἐ ἑλέσθαι
μήδετ’ ἐπεσσύμενος· τοῦ δ’ ἀντίος ἦλθε Μαχάων
χωόμενος Νιρῆος, ὅ οἱ σχεδὸν αἶσαν ἀνέτλη·
δουρὶ δέ μιν στονόεντι κατ’ εὐρέος ἤλασεν ὤμου
δεξιτεροῦ, σύτο δ’ αἷμα πολυσθενέος περ ἐόντος·
ἀλλ’ οὐδ’ ὣς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ,
ἀλλ’, ὥς τίς τε λέων ἢ ἄγριος οὔρεσι κάπρος
μαίνετ’ ἐνὶ μέσσοισιν, ὅπως κ’ ἐπιόντα δαμάσσῃ,
ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος δι’ ὁμίλου·
τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα
οὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε
δεξιτερὸν κατὰ γλουτόν· ὁ δ’ οὐκ ἀνεχάζετ’ ὀπίσσω,
οὐδ’ ἐπιόντ’ ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο·
ἀλλ’ ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας
κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο·
τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμ’ ἀπάλαλκεν
ἐσσυμένως· ὁ δ’ ἔπειτα κραταιῷ χώσατο φωτὶ
Εὐρύπυλος μᾶλλον, μέγα δ’ ἀσχαλόων ἐνὶ θυμῷ
ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος.
αἰχμὴ δ’ αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν·
ἤριπε δ’ ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος·
ἀμφὶ δέ οἱ μελέεσσι μέγ’ ἔβραχεν αἰόλα τεύχη.
Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἰρύσατ’ αἰχμὴν
ἐκ χροὸς οὐταμένοιο, καὶ εὐχόμενος μέγ’ ἀΰτει·
‘ἆ δείλ’, οὔ νύ τοι ἦτορ ἀρηράμενον φρεσὶ πάμπαν
ἔπλετ’, ὃς οὐτιδανός περ ἐὼν μέγ’ ἀμείνονι φωτὶ
ἄντα κίες· τῷ καί σε κακὴ λάχε δαίμονος Αἶσα.
ἀλλὰ σοὶ ἔσσετ’ ὄνειαρ, ὅτ’ οἰωνοὶ δατέονται
σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἢ ἔτ’ ἐέλπῃ
νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;
ἐσσὶ μὲν ἰητήρ, μάλα δ’ ἤπια φάρμακα οἶδας,
τοῖς πίσυνος τάχ’ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ.
ἀλλ’ οὐ μὰν οὐδ’ αὐτὸς ἀπ’ ἠνεμόεντος Ὀλύμπου
σεῖο πατὴρ τεὸν ἦτορ ἔτ’ ἐκ θανάτοιο σαώσει,
οὐδ’ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.’
ὣς φάτο· τὸν δ’ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν·
‘Εὐρύπυλ’, οὐδ’ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι
ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ
Τρώιον ἂμ πεδίον, τῷ καὶ νῦν αἴσυλα βάζεις.’
ὣς φάμενον λίπε θυμός· ἔβη δ’ ἄφαρ Ἄϊδος εἴσω·
τὸν δὲ καὶ οὐκέτ’ ἐόντα προσηύδα κύδιμος ἀνήρ·
‘νῦν μὲν δὴ σύγε κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε
ὕστερον οὐκ ἀλέγω, εἰ καὶ πραὰ ποσσὶν ὄλεθρος
σήμερον ἡμετέροισι πέλει λυγρός· οὔτι γὰρ ἄνδρες
ζώομεν ἤματα πάντα· πότμος δ’ ἐπὶ πᾶσι τέτυκται.’
ὣς εἰπὼν οὔταζε νέκυν· μέγα δ’ ἴαχε Τεῦκρος,
ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα· τοῦ γὰρ ἄπωθεν
εἰστήκει μάλα πάγχυ πονεύμενος· ἐν γὰρ ἔκειτο
δῆρις ἐνὶ μέσσοισιν· ἐπ’ ἄλλῳ δ’ ἄλλος ὀρώρει.
ἀλλ’ οὐδ’ ὣς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ
Νιρῆός δ’, ὃς κεῖτο παραυτόθι· τὸν δ’ ἐνόησεν
ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν·
αἶψα δ’ ὅ γ’ Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας·
‘ἔσσυσθ’, Ἀργεῖοι, μηδ’ εἴκετε δυσμενέεσσιν
ἐσσυμένοις· νῶιν γὰρ ἀάσπετον ἔσσετ’ ὄνειδος,
αἴ κε Μαχάονα δῖον ἅμ’ ἀντιθέῳ Νιρῆι
Τρῶες ἐρυσσάμενοι ποτὶ Ἴλιον ἀπονέωνται.
ἀλλ’ ἄγε δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ,
ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ
κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη
οἶσιν ἀμυνέμεναι, μηδ’ ἄλλοις κύρμα λιπέσθαι·
οὐ γὰρ ἀνιδρωτί γε μετ’ ἀνδράσι κῦδος ἀέξει.’
ὣς ἄρ’ ἔφη· Δαναοῖσι δ’ ἄχος γένετ’· ἀμφὶ δ’ ἄρ’ αὐτοῖς
πολλοὶ γαῖαν ἔρευθον ὑπ’ Ἄρεϊ δῃωθέντες
μαρναμένων ἑκάτερθεν· ἴση δ’ ἐπὶ δῆρις ὀρώρει.
ὀψὲ δ’ ἀδελφειοῖο φόνον στονόεντα νόησε
βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν
ἧστο παρ’ ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν
ἕλκἐ ἀκειόμενος. περὶ δ’ ἔντεα δύσατο πάντα
θυμὸν ἀδελφειοῖο χολούμενος· ἐν δέ οἱ ἀλκὴ
σμερδαλέον στέρνοισιν ἀέξετο μαιμώωντι
ἐς πόλεμον στονόεντα· μέλαν δέ οἱ ἔζεεν αἷμα
λάβρον ὑπὸ κραδίῃ· τάχα δ’ ἔνθορε δυσμενέεσσι
χερσὶ θοῇσιν ἄκοντα τανυγλώχινα τινάσσων·
εἶλε δ’ ἄρ’ ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον
κλεῖον, ὃν ἠΰκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις
Παρθενίου, ὅς τ’ εἶσι διὰ χθονὸς ἠΰτ’ ἔλαιον
πόντον ἐπ’ Εὔξεινον προχέων καλλίρροον ὕδωρ.
ἄλλον δ’ ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα
Λᾶσσον, ὃν ἀντίθεος Προνόη τέκεν ἀμφὶ ῥεέθροις
Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου,
ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν
ἱρὸν Νυμφάων, ὁπόσαι περὶ μακρὰ νέμονται
οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν
ναίους’ Ἡράκλειαν· ἔοικε δὲ κεῖνο θεοῖσιν
ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι
λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ
κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ
λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν
αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται·
ἀμφ’ αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τ’ ἐρατειναί,
ἱστοί τ’ ἠλακάται τε, καὶ ἄλλ’ ὅσα τεχνήεντα
ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν
εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο·
τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι τ’ ἄνοδοί τε,
ἡ μὲν πρὸς βορέαο τετραμμένη ἠχήεντος
πνοιάς, ἡ δὲ νότοιο καταντίον ὑγρὸν ἀέντος,
τῇ θνητοὶ νίσσονται ὑπὸ σπέος εὐρὺ θεάων·
ἡ δ ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες
ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται
μέχρις ἐπ’ Ἀΐδονῆος ὑπερθύμοιο βέρεθρον·
ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι.
τῶνδ’ αὖτ’ ἀμφὶ Μαχάον’ ἰδ’ Ἀγλαΐης κλυτὸν υἷα
μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος·
ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες
πολλά περ· αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν
παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατ’ ὀϊζὺς
ἀργαλέου πολέμοιο· πόνῳ δ’ ἐνέμιμνον ἀνάγκῃ.
ἀλλ’ ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς
κῆρας ἀν’ αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,
δὴ τότ’ ἄρ’ Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν,
ὅσσους Εὐρύπυλος μέγ’ ἐπῴχετο πῆμα κυλίνδων.
παῦροι δ’ ἀμφ’ Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ
μίμνον ἐν ὑσμίνῃ· καὶ τάχα πάντες ὄλοντο
δυσμενέων παλάμῃσι περιστρωφῶντες ὁμίλῳ,
εἰ μὴ Ὀϊλέος υἱὸς εΰφρονα Πουλυδάμαντα
ἔγχεϊ τύψε παρ’ ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ·
ἐκ δέ οἱ αἷμ’ ἐχύθη· ὁ δ’ ἐχάσσατο τυτθὸν ὁπίσσω.
Δηίφοβον δ’ οὔτησε περικλειτὸς Μενέλαος
δεξιτερὸν παρὰ μαζόν· ὁ δ̓ἔκφυγε ποσσὶ θοοῖσιν.
ἔνθ’ Ἁγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον
πληθύος ἐξ ὀλοῆς· μετὰ δ’ Αἴθικον ᾤχετο δῖον
θύων ἐγχείῃσιν· ὁ δ’ εἰς ἑτάρους ἀλέεινε.
τοὺς δ’ ὁπότ’ Εὐρύπυλος λαοσσόος εἰσενόησε
χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,
αὐτίκα κάλλιπε λαόν, ὅσον κατὰ νῆας ἔλασσε,
καί ῥα θοῶς οἴμησεν ἐπ’ Ἀτρέος υἷε κραταιὼ
παῖδά τε καρτερόθυμον Ὀϊλέος, ὃς περὶ μὲν θεῖν
ἔσκε θοός, περὶ δ αὖτε μάχῃ ἔνι φέρτατος ἦεν.
τοῖς ἔπι κραιπνὸν ὄρουσεν ἔχων περιμήκετον ἔγχος·
σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος,
ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ
κὰκ κόρυθα κρατερήν· ὁ δ’ ἄρ’ ἐν κονίῃσι τανυσθεὶς
ψυχὴν οὐ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ
ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι·
καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες
βαιὸν ἔτ’ ἀμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν.
καὶ τότ’ ἄρ’ οἰώθησαν ἀγακλειτοὶ βασιλῆες
Ἀτρεῖδαι· περὶ δέ σφιν ὀλέθριος ἵσταθ’ ὅμιλος
βαλλόντων ἑκάτερθεν, ὅ τι σθένε χερσὶν ἑλέσθαι·
οἱ μὲν γὰρ στονόεντα βέλη χέον, οἱ δέ νυ λᾶας,
ἄλλοι δ’ αἰγανέας· τοὶ δ’ ἐν μέσσοισιν ἐόντες
στρωφῶντ’, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες
ἤματι τῷ, ὅτ’ ἄνακτες ἀολλίσσως’ ἀνθρώπους
ἀργαλέως τ’ εἰλέωσι κακὸν τεύχοντες ὄλεθρον
θηρσὶν ὑπὸ κρατεροῖς, οἱ δ’ ἕρκεος ἐντὸς ἐόντες
δμῶας δαρδάπτουσιν, ὅ τις σφίσιν ἐγγὺς ἵκηται·
ὣς οἵ γ’ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάϊζον.
ἀλλ’ οὐδ’ ὣς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,
εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος
Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης,
οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,
καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,
εἰ μὴ ἄρ’ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο
ἄντην Εὐρυπύλοιο· μάχη δ’ ἀΐδηλος ἐτύχθη.
ἔνθα τότ’ Αἰνείαο κατ’ ἀσπίδος ἔγχος ἔρεισε
Τεῦκρος ἐϋμμελίης· τοῦ δ’ οὐ χρόα καλὸν ἴαψεν·
ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον·
ἀλλὰ καὶ ὣς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.
Μηριόνης δ’ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι
Παιονίδῃ, τὸν ἐγείνατ’ ἐϋπλόκαμος Κλεομήδη
Ἀξιοῦ ἀμφὶ ῥέεθρα· κίεν δ’ ὅ γε Ἴλιον ἱρὴν
Τρωσὶν ἀρηξέμεναι μετ’ ἀμύμονος Ἀστεροπαίου·
τὸν δ’ ἄρα Μηριόνης νύξ̓ ἔγχεϊ ὀκριόεντι
αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ
ἔγκατα· τοῦ δ’ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός.
Αἴαντος δ’ ἄρ’ ἑταῖρος Ὀϊλιάδαο δαΐφρων
Ἀλκιμέδης ἐς ὅμιλον ἐϋσθενέων βάλε Τρώων·
ἧκε δ’ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν
σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δ’ ἔτρεσαν ἄνδρες
ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.
τὸν δ’ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα
Πάμμονος Ἱππασίδην· τὸν δ’ ἡνία χερσὶν ἔχοντα
πλῆξε κατὰ κροτάφοιο· θοῶς δέ μιν ἔκβαλε δίφρου
πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος
λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετ’ ὀπίσσω
ἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα
ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα·
Πάμμονι δ’ ἔμπεσε πένθος· ἄφαρ δέ ἑ θῆκεν ἀνάγκη
ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα·
καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη,
εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα
ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα
ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.
ἀντίθεον δ’ Ἀκάμαντα καταντίον ἀΐσσοντα
Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν·
ἕλκεϊ δ’ οὐλομένῳ στυγερὰς ὑπεδύσατ’ ἀνίας·
χάσσατο δ’ ἐκ πολέμοιο· λίπεν δ’ ἑτάροισι κυδοιμὸν
δακρυόεντ’· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.
καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο
τύψε Θόαντος ἑταῖρον Ἐχέμμονα δηϊοτῆτι
ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχος
ἷξεν ἀνιηρόν· σὺν δ’ αἵματι κήκιεν ἱδρὼς
ψυχρὸς ἀπὸ μελέων· καί μιν στρεφθέντα φέρεσθαι
εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο·
κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δ’ ἀέκοντες ἔμιμνον
αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών.
ἐσσυμένως δὲ Θόας νύξεν Πάριν ὀξέϊ δουρὶ
δεξιτερὸν κατὰ μηρόν· ὁ δ’ ᾤχετο τυτθὸν ὀπίσσω
οἰσόμενος θοὰ τόξα, τά οἱ μετόπισθε λέλειπτο.
Ἰδομενεὺς δ’ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας
κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε
κάππεσε λοίγιον ἔγχος· ἄφαρ δ’ ἀνεχάσσατ’ ὀπίσσω
οἰσέμεν ἐγχείην· τὴν γάρ τ’ ἔχεν ἔκβαλε χειρός.
Ἀτρεῖδαι δ̓ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο.
τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεγκαν
ἀαγὲς δόρυ μακρόν, ὃ πολλῶν γούνατ’ ἔλυσε·
δεξάμενος δ’ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,
κτείνων ὅν κε κίχῃσι, πολὺν δ’ ὑπεδάμναθ’ ὅμιλον.
Ἔνθ’ οὔτ’ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτε τις ἄλλος
ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας
ἀργαλέον· πᾶσιν γὰρ ἐπέσσυτο πῆμα κορύσσων
Εὐρύπυλος· μετόπισθε δ’ ἐπισπόμενος κεράϊζε.
κέκλετο δ’ αὖ Τρώεσσιν ἰδ’ ἱπποδάμοις ἑτάροισιν·
‘ὦ φίλοι, εἰ δ’ ἄγε θυμὸν ἐνὶ στέρνοισι λαβόντες
τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρ’ ἀΐδηλον,
οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται
νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες
ὑσμίνης ὀλοῆς, ἧς παιδόθεν ἴδμονές εἰμεν.’
ὣς φάτο· τοὶ δ’ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν·
οἱ δὲ μέγα τρομέοντες ἀπ’ ἀργαλέοιο κυδοιμοῦ
φεῦγον· τοὶ δ’ ἐφέποντο κύνες ὣς ἀργιόδοντες
κεμμάσιν ἀγροτέρῃσιν ἀν’ ἄγκεα μακρὰ καὶ ὕλην.
πολλοὺς δ’ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας
ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.
Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα
νῆσόν τε Χρόμιόν τε καὶ Ἄντιφον· οἱ δὲ Μυκήνην
ᾤκεον εὐκτέανον, τοὶ δ’ ἐν Λακεδαίμονι ναῖον·
τοὺς ἄρ’ ὅ γ’ ἐξενάριξεν ἀριγνώτους περ ἐόντας.
ἐκ δ’ ἄρα πληθύος εἷλεν ἀάσπετα φῦλ’ ἀνθρώπων
ὅσσα μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι,
οὐδ’ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη.
Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν
ἀμφοτέρους Κρήτηθεν ἅμ’ Ἰδομενῆι κιόντας.
αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,
ὅς περ ἀπ’ Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι·
τὸν βάλεν αἰγανέῃ νεοθηγέϊ πολλὸν ὀπίσσω
φεύγοντ’ ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης
δεξιτερῆς· αἰχμὴ δέ διὰ πλατὺ νεῦρον ἔκερσεν
ἄντικρυς ἱεμένη· παρὰ δ’ ἔθρισεν ὀστέα φωτὸς
ἀργαλέως· ὀδύνῃ δὲ μίγη μόρος, ἔφθιτο δ’ ἀνήρ.
ἔνθα Πάρις Μόσυνόν τ’ ἔβαλεν καὶ ἀγήνορα Φόρκυν
ἄμφω ἀδελφειούς, οἵ τ’ ἐκ Σαλαμῖνος ἵκοντο
Αἴαντος νήεσσι, καὶ οὐκέτι νόστον ἴδοντο.
τοῖσι δ’ ἔπι Κλεόλαον εῢν θεράποντα Μέγητος
εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν· ἀμφὶ δέ μιν νὺξ
μάρψε κακή, καὶ θυμὸς ἀπέπτατο· τοῦ δὲ δαμέντος
ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ
ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον.
ἄλλον δ’ ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα
ἐσσυμένως· τοῦ δ’ αἶψα διὰ γναθμοῖο πέρησε
χαλκός· ὁ δ’ ἐστονάχησε· μίγη δέ οἱ αἵματι δάκρυ.
ἄλλος δ’ ἄλλον ἔπεφνε· πολὺς δ’ ἐστείνετο χῶρος
Ἀργείων ἰληδὸν ἐπ’ ἀλλήλοισι πεσόντων.
καί νύ κε δὴ τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,
εἰ μὴ νὺξ ἐπόρουσε βαθύσκιον ἠέρ’ ἄγουσα.
χάσσατο δ’ Εὐρύπυλος, σὺν δ’ ἄλλοι Τρώιοι υἷες
νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος
ᾗχί περ αὖλιν ἔθεντο γεγηθοτες. οἱ δ’ ἐνὶ νηυσὶν
Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες
πολλὰ μάλ’ ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκ’ ἄρ’ αὐτῶν
πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.

ἦμος
δ’ οὐρανὸς
ἄστρα
κατέκρυφεν,
ἔγρετο
δ’ Ἠὼς
λαμπρὸν παμφανόωσα, κνέφας δ’ ἀνεχάσσατο νυκτός,
δὴ τότ’ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
οἱ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν
ἀντίον Εὐρυπύλοιο μεμαότες, οἱ δ’ ἀπάτερθεν
αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο
Νιρέα θ’, ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει
κάλλεΐ τ’ ἀγλαΐῃ τε· βίῃ δ’ οὐκ ἄλκιμος ἦεν·
οὐ γὰρ ἅμ’ ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα·
ἀλλ’ ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης·
ὣς Νιρῆι ἄνακτι παρ’ ἀγλαΐῃ ἐρατεινῇ
κεῖτ’ ἀλαπαδνοσύνη· Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν,
ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντ’ ἐπὶ τύμβῳ,
ὅσσα Μαχάονα δῖον, ὃν ἀθανάτοισι θεοῖσιν
ἶσον ἀεὶ τίεσκον, ἐπεὶ πυκνὰ μήδεα ᾔδη
αἶψα δ’ ἀρ’ ἀμφοτέροις αὐτὸν περὶ σῆμα βάλοντο.
καὶ τότ’ ἄρ’ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης·
ὦρτο δ’ ἄρ’ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀϋτὴ
ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν·
καί ῥ’ οἱ μὲν πονέοντο πολυκμήτῳ ὑπ’ Ἄρηι·
νωλεμέως δ’ ἄρ’ ἄπαστος ἐδητύος ἐν κονίῃσι
κεῖτο μέγα στενάχων Ποδαλείριος· οὐδ’ ὅ γε σῆμα
λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε
χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι.
καί ῥ’ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δ’ αὖτε
δίζετο φάρμακον αἰνόν· ἑοὶ δέ μιν εἶργον ἑταῖροι
πολλὰ παρηγορέοντες· ὁ δ’ οὐκ ἀπέληγεν ἀνίης.
καί νύ κε θυμόν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν
ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,
εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν, οὐδ’ ἀμέλησεν
αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που
ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δ’ αὖτε
ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ
θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
οἷο κασιγνήτοιο· περιστενάχοντο δ’ ἄνακτα
δμῶες ὁμῶς ἑτάροισι· κακὴ δ’ ἔχε πάντας ὀϊζύς.
καί ῥ’ ὅγε μειλιχίοισι μέγ’ ἀχνύμενον προσέειπεν·
‘ἴσχεο λευγαλέοιο γόου καὶ πένθεος αἰνοῦ,
ὦ τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
μύρεσθ’ οἷα γυναῖκα παρ’ οὐκέτ’ ἐόντι πεσόντα·
οὐ γὰρ ἀναστήσεις μιν ἔτ’ ἐς φάος, οὕνεκ’ ἄϊστος
ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δ’ ἄνευθεν
πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα·
αὕτως δ’, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. τέτλαθι δ’ ἄλγος
ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔτι χερείω
παῖδ’ ὀλέσας δηίοισιν ὑπ’ ἀνδράσιν εὖ μὲν ἄκοντι
εὖ δὲ σαοφροσύνῃσι κεκασμένον. οὐδέ τις ἄλλος
αἰζηῶν φιλέεσκεν ἑὸν πατέρ’ ὡς ἐμὲ κεῖνος,
κάτθανε δ’ εἵνεκ’ ἐμεῖο σαωσέμεναι μενεαίνων
ὃν πατέρ’· ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι
σῖτον ἔτλην καὶ ζωὸς ἔτ’ Ἠριγένειαν ἰδέσθαι,
εὖ εἰδώς, ὅτι πάντες ὁμὴν Ἀΐδαο κέλευθον
νισσόμεθ’ ἄνθρωποι, πᾶσίν τ’ ἐπὶ τέρματα κεῖται
λυγρὰ μόρου στονόεντος. ἔοίκε δὲ θνητὸν ἐόντα
πάντα φέρειν, ὁπός’ ἐσθλὰ διδοῖ θεὸς ἠδ’ ἀλεγεινά.’
ὣς φάθ’· ὁ δ’ ἀχνύμενός μιν ἀμείβετο· τοῦ δ’ ἀλεγεινὸν
ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια·
‘ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ
ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μ’ ἀτίταλλεν
οἰχομένοιο τοκῆος ἐς οὐρανὸν ὡς ἑὸν υἷα
σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων
ἐκ θυμοῖο δίδαξε· μιῇ δ’ ἐνὶ δαιτὶ καὶ εὐνῇ
τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι·
τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐδ’ ἔτι κείνου
τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι.’
ὣς φάτο· τὸν δ’ ὁ γεραιὸς ἀκηχέμενον προσέειπε.
‘πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων
ὀρφανίην, πάντας δὲ καὶ ἡμέας αἶα καλύψει,
οὐ μὲν ἄρ’ ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον,
οὐδ’ οἵην τις ἕκαστος ἐέλδεται, οὕνεχ’ ὕπερθεν
ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται
μυρία, εἰς ἓν πάντα μεμιγμένα· καὶ τὰ μὲν οὔτις
δέρκεται ἀθανάτων, ἀλλ’ ἀπροτίοπτα τέτυκται
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένα· τοῖς δ’ ἐπὶ χεῖρας
οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόως’ ἀπ’ Ὀλύμπου
ἐς γαῖαν προΐησι· τὰ δ’ ἄλλυδις ἄλλα φέρονται
πνοιῇς ὡς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷ
ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δ’ ἐπικάππεσεν ὄλβος
οὐκ εἰκώς. ἀλαὸς δὲ πέλει βίος ἀνθρώποιο·
τοὔνεκ’ ἄρ’ ἀσφαλέως οὐ νίσσεται, ἀλλὰ πόδεσσι
πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλος οἶμος
ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δ’ αὖτε
εἰς ἀγαθόν· μερόπων δὲ πανόλβιος οὔτις ἐτύχθη
ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δ’ ἕτερ’ ἀντιόωσι.
παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔτι ἔοικε
ζωέμεν. ἔλπεο δ’ αἰὲν ἀρείονα, μηδ’ ἐπὶ λυγρῷ
θυμὸν ἔχειν· καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν
ἐσθλὼν μὲν νίσσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ
ψυχάς, ἀργαλέων δὲ ποτὶ ζόφον· ἔπλετο δ’ ἄμφω
σεῖο κασιγνήτῳ· καὶ μείλιχος ἔσκε βροτοῖσι,
καὶ πάϊς ἀθανάτοιο· θεῶν δ’ ἐς φῦλον ὀΐω
κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν.’
ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα
παρφάμενος μύθοισιν, ἄγεν δ’ ἀπὸ σήματος αἰνοῦ
ἐντροπαλιζόμενον καὶ ἔτ’ ἀργαλέα στενάχοντα·
ἐς δ’ ἄρα νῆας ἵκοντο· πόνον δ’ ἔχον ἄλλοι Ἀχαιοὶ
ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.
Εὐρύπυλος δ’ ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι
χερσὶν ὑπ’ ἀκαμάτῃσι καὶ ἔγχεϊ μαιμώωντι
δάμνατο δήϊα φῦλα· νεκρῶν δ’ ἐστείνετο γαῖα
κτεινομένων ἑκάτερθεν. ὁ δ’ ἐν νεκύεσσι βεβηκὼς
μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας
καὶ πόδας· οὐδ’ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ·
ἀλλ’ ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
ἀντιόωντ’ ἀνὰ δῆριν ἀμείλιχον· ἀμφὶ δὲ πολλοὺς
ἔκτανεν· οὐδ’ ὅ γε χεῖρας ἀπέτρεπε δηϊοτῆτος,
ἀλλ’ ἕπετ’ Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν
ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα
Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,
τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας
καὶ κρατεροὺς ὀλοοῦ τε δαήμονας ἰωχμοῖο·
ὣς ὅ γ’ ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητάων
δάμνατ’ ἐπεσσύμενος· τοὶ δ’ ἰλαδὸν ἄλλοθεν ἄλλος
ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο.
ὣς δ’ ὅτ’ ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο
ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ
μυρίαι ἀμφροτέρωθεν, ὁ δ’ εἰς ἁλὸς ἔσσυται οἶδμα
παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ
κρημνοὶ ἐπικτυπέουσι, βρέμει δ’ ἄρα μακρὰ ῥέεθρα
αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα·
ὥς ἄρα κύδιμοι υἷες ἑϋπτολέμων Ἀργείων
πολλοὶ ὑπ’ Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι,
τοὺς κίχεν αἱματόεντα κατὰ μόθον· οἱ δ’ ὑπάλυξαν,
ὅσσους ἐξεσάωσε ποδῶν μένος· ἀλλ’ ἄρα καὶ ὥς
Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιο
νῆας ἐπὶ σφετέρας, καίπερ ποσὶ καρπαλίμοισι
κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον.
πανσυδίῃ ἔντοσθε νεῶν φύγον· οὐδέ τι θυμῷ
ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,
οὕνεκ’ ἄρα σφίσι φύζαν ὀϊζυρὴν ἐφέηκεν
Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων.
οἱ δ’ ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον,
αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αὶνὸν ἀήτην,
ὅς τε φέρει νιφετόν τε πολὺν κρυερήν τε χάλαζαν
ψυχρὸς ἐπαΐσσων, ταὶ δ’ ἐς νομὸν ἐσσύμεναί περ
ῥιπῆς οὔτι κατιθὺς ὑπερκύπτουσι κολώνης,
ἀλλ’ ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας
ἀγρόμεναι, θάμνοισι δ’ ὑπὸ σκιεροῖσι νέμονται
ἰλαδόν, ὄφρ’ ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι·
ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον
Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.
αὐτὰρ ὁ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν,
εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
ὀψέ περ· οἱ δ’ ἄλληκτον ἀφ’ ἕρκεος αἰπεινοῖο
δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ
λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.
αὕτως δ’ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο
Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,
ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δ’ ἀμφὶ μακεδνὸν
τεῖχος, ἐπεὶ πέλε μῶλος ἀάσχετος· ἀλλ’ ἄρα καὶ ὥς
ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης
παύσανθ’, οὕνεχ’ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα
ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ·
αὐτὰρ ὅ γ’ αἶψ’ ἐπίθησε, καὶ ἀργαλέοιο κυδοιμοῦ
παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο
ἐν κονίῃς ἐριπόντας· Ἀχαιοὶ δ’ ἔξοχα πάντων
Πηνέλεων μύροντο· βάλον δ’ ἐπὶ σῆμα θανόντι
εὐρὺ μάλ’ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον·
πληθὺν δ’ αὖτ’ ἀπάνευθε δαϊκταμένων ἡρώων
θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμὸν
πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες
καὶ τάφον. ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
τάρχυσαν κταμένους. ὀλοὴ δ’ Ἔρις οὐκ ἀπέληγεν,
ἀλλ’ ἔτ’ ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο
ἀντιάαν δηίοισιν· ὁ δ’ οὔπω χάζετο νηῶν,
ἀλλ’ ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.
τοὶ δ’ ἐς Σκῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες·
εὗρον δ’ υἷ’ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,
ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,
ἄλλοτε δ’ αὖθ’ ἵπποισι πονεύμενον ὠκυπόδεσσι·
γήθησαν δ’ ἐσιδόντες ἀταρτηροῦ πολέμοιο
ἔργα μετοιχόμενον, καίπερ μέγα τειρόμενον κῆρ
ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ τὸ πάροιθε πέπυστο.
αἶψα δέ κίον ἄντα τεθηπότες, οὕνεχ’ ὁρῶντο
θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον·
τοὺς δ’ ἄρ’ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν·
‘ὦ ξεῖνοι, μέγα χαίρετ’ ἐμὸν ποτὶ δῶμα κιόντες·
εἴπατε δ’ ὁππόθεν ἐστὲ καὶ οἵτινες, ἠδ’ ὅ τι χρειὼ
ἤλθετ’ ἔχοντες ἐμεῖο δι’ οἴδματος ἀτρυγέτοιο.’
ὣς ἔφατ’ εἰρόμενος· ὁ δ’ ἀμείβετο δῖος Ὀδυσσεύς·
‘ἡμεῖς τοι φίλοι εἰμὲν ἐϋπτολέμου Ἀχιλῆος,
τῷ νύ σέ φασι τεκέσθαι εΰφρονα Δηιδάμειαν·
καὶ δ’ αὐτοὶ τεὸν εἶδος ἐΐσκομεν ἀνέρι κείνῳ
πάμπαν· ὁ δ ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.
εἰμὶ δ’ ἐγὼν Ἰθάκηθεν, ὁ δ’ Ἄργεος ἱπποβότοιο,
εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομ’ ἄκουσας,
ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι
αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκ’ ἐλθών·
ἀλλ’ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον
ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετ’ Ἄρηι.
καί τοι δῶρ’ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί·
τεύχεα δ’ αὐτὸς ἔγωγε τεοῦ πατρὸς ἀντιθέοιο
δώσω, ἅπερ φορέων μέγα τέρψεαι· οὐ γὰρ ἔοικε
θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις
ἶσα πέλει· πουλὺς δὲ περί σφισι πάμπαν ἄρηρε
χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι κοὶ αὐτὸς
Ηφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη
τεύχων ἄμβροτα κεῖνα, τά σοι μέγα θαῦμα ἰδόντι
ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τ’ ἐνὶ κύκλῳ
ζῷα πέριξ ἤσκηνται ἐοικότα κινυμένοισι,
θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δ’ οὐπώποτε τοῖα
οὔτε τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτ’ ἐφόρησεν,
εἰ μὴ σός γε πατήρ, τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ
πάντες, ἐγὼ δὲ μάλιστα φάλα φρονέων ἀγάπαζον·
καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα
πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·
τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε
δῖα Θέτις· τὰ δ’ ἄρ’ αὖθις ἐελδόμενός περ ἔγωγε
δώσω προφρονέως, ὁπότ’ Ἴλιον εἰσαφίκηαι.
καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα
πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἢν ἐθέλῃσθα,
ἀμφ’ εὐεργεσίης· δώσει δέ τοι ἄσπετ’ ἄγεσθαι
κτήματά τε χρυσόν τε μετ’ ἠϋκόμοιο θυγατρός,
ὅσς’ ἐπέοικεν ἕπεσθαι ἐϋκτεάνῳ βασιλῆι.’
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
‘εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,
αὔριον αἶψα νεώμεθ’ ἐπ’ εὐρέα βένθεα πόντου,
ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι·
νῦν δ’ ἴομεν ποτὶ δώματ’ ἐΰξεινόν τε τράπεζαν,
οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι·
ἀμφὶ δ’ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει.’
ὣς εἰπὼν ἡγεῖθ· οἱ δ’ ἑσπόμενοι μέγα χαῖρον·
καί ῥ’ ὅτε δὴ μέγα δῶμα κίον καὶ κάλλιμον αὐλήν,
εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ
τηκομένην δ’ , ὡσεί τε χιὼν κατατήκετ’ ὄρεσσιν
Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο·
ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ·
καί μιν ἔτ’ ἀχνυμένην περ ἀγακλειτοὶ βασιλῆες
ἠσπάζοντ’ ἐπέεσσι· πάϊς δέ οἱ ἐγγύθεν ἐλθὼν
μυθεῖτ’ ἀτρεκέως γενεὴν καὶ οὔνομ’ ἑκάστου·
χρειὼ δ’, ἥντιν’ ἵκανον, ἐπέκρυφε μέχρις ἐς ἠῶ,
ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη,
καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.
αἶψα δὲ δαῖτ’ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν
πάντες, ὅσοι Σκύροιο πέδον περιναιετάασκον
εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης
κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο·
ἀλλ’ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν
οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος
ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω
εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος
παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρ’ ἀφίκηται
δήϊον εἰς ἐνοπήν· τῷ δ’ ἄτροπος ἤντετο Μοῖρα,
ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δ’ ἄρα πένθος
πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.
τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμφεχε δεῖμα
παιδὸς ἐπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,
μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.
Ἠὼς δ’ εἰσανέβη μέγαν οὐρανόν· οἱ δ’ ἀπὸ λέκτρων
καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια·
αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα
ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα·
ἠΰτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα
πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακραὶ
οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι·
ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον
πάντοθεν ἐκ μυχάτων, μέγα δ’ ἀσχαλόως’ ἀγόρευε·
‘τέκνον, ποῖ δὴ νῦν σοὶ ἐῢς νόος ἐκπεπότηται
Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,
ᾗχι πολεῖς ὀλέκονται ὑπ’ ἀργαλέης ὑσμίνης,
καίπερ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;
νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔπω δήϊα ἔργα
οἶδας, ἅ τ’ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ·
ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δ’ ἐνὶ μίμνε δόμοισι,
μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθ’ ἵκηται
σεῖο καταφθιμένοιο κατὰ μόθον· οὐ γὰρ ὀΐω
ἐλθέμεναί σ’ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο·
οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρ’ ἀΐδηλον,
ἀλλ’ ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων
ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,
τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἵ σε καὶ αὐτὸν
δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι·
τοὔνεκ’ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,
μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται
εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν·
οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν,
ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,
χηρωθῇ δὲ μέλαθρον ὑπ’ ἀργαλέου θανάτοιο·
αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,
κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας·
τοὔνεκ’ ἄρ’ οὔ τι τέτυκται ὀϊζυρώτερον ἄλλο
χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός.’
ἦ μέγα κωκύουσα· πάϊς δέ μιν ἀντίον ηὔδα·
‘θάρσει, μῆτερ ἐμεῖο, κακὴν δ’ ἀποπέμπεο φήμην·
οὐ γὰρ ὑπὲρ κῆράς τις ὑπ’ ἄρεϊ δάμναται ἀνήρ·
εἰ δέ μοι αἴσιμόν ἐστι δαμήμεναι εἵνεκ’ Ἀχαιῶν,
τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν.’
ὣς φάτο· τῷ δ’ ἄγχιστα κίεν γεραρὸς Λυκομήδης,
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
‘ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,
οἶδ’ ὅτι καρτερός ἐσσι καὶ ὄβριμος· ἀλλ’ ἄρα καὶ ὣς
καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης
λευγαλέον· ναῦτοι γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου.
ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπήν πλόον εἰσαφίκηαι
ὕστερον ἢ Τροίηθεν ἤ ἄλλοθεν, οἷά τε πολλὰ
πλαζόμεθ’ ἄνθρωποι ἐπ’ ἀπείριτα νῶτα θαλάσσης
τῆμος, ὅτ’ αἰγοκερῆι συνέρχεται ἠερόεντι
ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων
τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,
ἢ ὁπότ’ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται
ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος·
δείδιε δ’ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινήν,
ᾗ ἔνι συμφορέονται ἀν’ εὐρέα βένθεα πόντου
ἔκποθεν ἀΐσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,
ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν
δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα
ἄστρα, τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι
δυόμεν’ ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης.’
ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου
ἱμείροντα μόθοιο δυσηχέος· ὃς δ’ ἐρατεινὸν
μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι.
ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε
δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.
ὡς δ’ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα
εἴργει ἐφεζόμενος, ὁ δ’ ἐρυκανόωντα χαλινὸν
δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος
δεύεται, οὐδ’ ἵστανται ἐελδόμενοι πόδες οἴμης,
πουλὺς δ’ ἀμφ’ ἔνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται
ῥώοντ’ ἐσσυμένοιο, κάρη δ’ εἰς ὕψος ἀείρει
φυσιόων μάλα πολλά, νόος δ’ ἐπιτέρπετ’ ἄνακτος·
ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος
μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·
ἡ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.
ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην
μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός·
οἵη δ’ ἀμφὶ μέλαθρα μέγ’ ἀσχαλόωσα χελιδὼν
μύρεται αἰόλα τέκνα, τά που μάλα τετριγῶτα
αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,
ἡ δ’ ὁτέ μέν χήρην περιπἐπταται ἀμφὶ καλιήν,
ἄλλοτε δ’ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται
αἰνὰ κινυρομένη τεκέων ὕτερ· ὣς ἄρα κείνου
μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που
εὐνὴν ἀμφιχυθεῖσα μέγ’ ἴαχεν, ἄλλοτε δ’ αὖτε
κλαῖεν ἐπὶ φλιῇσι· φίλῳ δ’ ἐγκάτθετο κόλπῳ,
εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα,
ᾦ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν·
ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,
ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα
ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. οὐδ’ ὅ γε μητρὸς
ἄσπετ’ ὀδυρομένης ἔτ’ ἐπέκλυεν, ἀλλ’ ἀπάτερθε
βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα
ἀστέρι παμφανόωντι πανείκελον. ἀμφὶ δ’ ἄρ’ αὐτῷ
ἕσπετ’ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,
ἄλλοι τ’ εἴκοσι φῶτες ἀρηράμενοι φρεσὶ θυμόν,
τοὺς ἔχε κεδνοτάτους ἐν δώμασι Δηιδάμεια,
καί σφας ἐῷ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας.
οἱ τότ’ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον
ἐσσύμενον ποτὶ νῆα δι’ ἄστεος· ὅς δ’ ἐνὶ μέσσοις
ἤιε καγχαλόων· κεχάροντο δὲ Νηρηῖναι
ἀμφὶ Θέτιν· καὶ δ’ αὐτὸς ἐγήθεε Κυανοχαίτης
εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα,
ὡς ἤδη πολέμοιο λιλαίετο δακρυόεντος
καίπερ ἐὼν ἔτι παιδνός, ἔτ’ ἄχνοος· ἀλλά μιν ἀλκὴ
καὶ μένος ὀτρύνεσκεν· ἑῆς δ’ ἐξέσσυτο πάτρης,
οἶος Ἄρης, ὅτε μῶλον ἐπέρχεται αἱματόεντα
χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός,
καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δ’ ἄρ’ αὐτῷ
ὄμματα μαρμαίρουσιν ἴσον πυρί, ταὶ δέ παρειαὶ
κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ
φαίνοντ’ ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί·
τοῖος ἔην Ἀχιλῆος ἐῢς πάίς· οἱ δ’ ἀνὰ ἄστυ
εὔχοντ’ ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα
ἀργαλέου παλίνορσον ἀπ’ Ἄρεος· οἱ δ’ ἐσάκουσαν
εὐχομένων· ὁ δὲ πάντας ὑπείρεχεν, οἵ οἱ ἕποντο.
ἐλθόντες δ’ ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης
εὗρον ἔπειτ’ ἐλατῆρας ἐϋξόου ἔνδοθι νηὸς
ἱστία τ’ ἐντύνοντας ἐπειγομένους τ’ ἀνὰ νῆα·
αἶψα δ’ ἐν αὐτοὶ ἔβαν· τοὶ δ’ ἔκτοθι πείσματ’ ἔλυσαν
εὐνάς θ’, αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται.
τοῖσι δ’ ἄρ’ εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης
προφρονέως· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετ’ Ἀχαιῶν
]τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ.
οἱ δ’ Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε
τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργ’ ἐνέποντες,
ὅσσα τ’ ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ
Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν
ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι·
τοῦ δ’ ἄρ’ ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ
πατρὸς ἀταρβήτοιο κλέος καὶ κῦδος ἀρέσθαι
ἥ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ
ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε,
καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπ’ ἀργαλέῃσιν ἀνίῃς
τήκεθ’ ὅπως ἀλαπαδνὸς ἐπ’ ἀνθρακίῃσι μόλιβδος
ἠὲ τρύφος κηροῖο· γόος δέ μιν οὔποτ’ ἔλειπε
δερκομένην ἐπὶ πόντον ἀπείριτον· οὕνεκα μήτηρ
ἄχνυθ’ ἐῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτ’ ἄφίκηται
τηλόθι κεκλόμενος φίλου ἀνδρὸς ἐς ἀλλότριον δῶ.
καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης
ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθ’ ὁμοῖα·
ἀλλ’ ἡ μὲν στονάχιζε πανημερίη γοόωσα.
νηῦς δ’ ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο
τυτθὸν ἐπιψαύουσα πολυρροθίοιο θαλάσσης·
πορφύρεον δ’ ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα·
αἶψα δὲ νηῦς μέγα λαῖτμα διήνυσε ποντοποροῦσα.
ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἔπι κνέφας· ἡ δ’ ὑπ’ ἀήτῃ
πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης
βένθεα· θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς.
τοῖσι δ’ ἄρ’ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι
Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη
τύμβος τ’ Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔτι
υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ
δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ
θυμὸς ἐνὶ στήθεσσι. παρημείβοντο δὲ νήσους
αἶψα Καλυδναίας· Τένεδος δ’ ἀπελείπετ’ ὀπίσσω·
φαίνετο δ’ αὖτ’ Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου
σῆμα πέλει πτελέῃσι κατάσκιον αἰπεινῇσιν,
αἵ ῥ’ ὁπότ’ ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο
Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐαίνεται ἄκρα.
νῆα δ’ ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης·
ἵκετο δ’ ᾗχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες
Ἀργείων, οἵ τῆμος ὀϊζυρῶς πονέοντο
μαρνάμενοι περὶ τεῖχος, ὅπερ πάρος αὐτοὶ ἔδειμαν
νηῶν ἔμμεναι ἕρκος ἐϋσθενέων θ’ ἅμα λαῶν
ἐν πολέμῳ· τὸ δ’ ἄρ’ ἤδη ὑπ’ Εὐρυπύλοιο χέρεσσι
μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ,
εἰ μὴ ἄρ’ αἶψ’ ἐνόησε κραταιοῦ Τυδέος υἱὸς
βαλλόμεν’ ἕρκεα μακρά· θοῆς δ’ ἄφαρ ἔκθορε νηός,
θαρσαλέως δ’ ἐβόησεν, ὅσον χάδε οἱ κέαρ ἔνδον·
‘ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι
σήμερον· ἀλλ’ ἄγε θάσσον ἐς αἰόλα τεύχεα δύντες
ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν·
ἤδη γὰρ πύργοισιν ἐφ’ ἡμετέροισι μάχονται
Τρῶες ἐϋπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ
ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλ’ αἰνῶς·
νῶϊν δ’ οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν
ἔσσεται· ἀλλὰ καὶ αὐτοὶ ὑπέρ μόρον αἶψα δαμέντες
κεισόμεθ’ ἐν Τροίῃ, τεκέων ἑκὰς ἠδὲ γυναικῶν.’
ὣς φάτο· τοὶ δ’ ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν
πανσυδίῃ· πάντας γὰρ ἕλε τρόμος εἰσαΐοντας
νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὕνεκ’ ἐῴκει
πατρὶ φίλῳ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης.
καρπαλίμως δ’ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος·
ἡ γὰρ ἔην ἄγχιστα νεὼς κυανοπρώροιο·
πολλὰ δ’ ἄρ’ ἐξημοιβὰ παραυτόθι τεύχεα κεῖτο,
ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων
ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.
ἔνθ’ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια
δῦσαν, ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ·
αὐτὰρ Ὀδυσσεὺς δύσαθ’ ἅ οἱ Ἰθάκηθεν ἕποντο·
δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη
κεῖνα, τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν·
υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἐδύσατο τεύχεα πατρός,
καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δ’ ἐλαφρὰ
Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,
καίπερ ἐόνθ’ ἑτέροισι πελώρια· τῷ δ’ ἅμα πάντα
φαίνετο τεύχεα κοῦφα· κάρη γε μὲν οὔτι βάρυνε
πήληξ οὐ παλάμῃσιν ἐπέβρισεν δόρυ μακρὸν
Πηλιάς, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν
ῥηιδίως ἀνάειρεν ἔθ’ αἵματος ἰσχανόωσαν.
Ἀργείων δέ μιν ὅσσοι ἐπέδρακον, οὔτι δύναντο
καίπερ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκ’ ἄρ’ αὐτοὺς
πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός·
ὡς δ’ ὅτ’ ἀν’ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ
ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν
ἀνέρες, οὕς τ’ ἀνέμοιο καταιγίδες ἀντιόωσαι
εἴργουσιν μάλα πολλὸν ἐπὶ χρόνον, οἱ δ’ ἀλεγεινοὶ
νηὶ περιτρωχῶσι, καταφθινύθει δ’ ἄρα πάντα
ἤια, τειρομένοισι δ’ ἐπιπνεύσῃ λιγὺς οὖρος·
ὣς ἄρ’ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν
ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι
ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο.
ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,
ὅς τε κατ’ οὔρεα μακρὰ μέγ’ ἀσχαλόων ἐνὶ θυμῷ
ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη
ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες
σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων
βήσσῃ ἐνὶ σκιερῇ, ἑ δ’ ἄρ’ ὑψόθεν ἔκ τινος ἄκρης
ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·
ὥς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο
θυμὸν ἐπὶ Τρώεσσιν ἐϋπτολέμοισιν ὄρινεν·
οἴμησεν δ’ ἄρα πρῶτον, ὅπῃ μάλα δῆρις ὀρώρει
ἄμ πεδίον· τῇ γάρ φρεσὶν ἔλπετο τεῖχος Ἀχαιῶν
ῥηίτερον δηΐοισι κατὰ κλόνον ἐσσυμένοισιν,
οὕνεκ’ ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο.
σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι·
εὗρον δ’ Εὐρύπυλον κρατερόφρονα, τῷ δ’ ἅμ’ ἑταίρους
πύργῳ ἐπεμβεβαῶτας, ὀϊομένους περὶ θυμῷ
ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν
πανσυδίῃ· τοῖς δ’ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ·
ἀλλά σφεας Ὀδυσεύς τ’ ἠδὲ σθεναρὸς Διομήδης
ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς
ἄψ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν.
ὡς δ’ ὅτ’ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες
κάρτεϊ καὶ φωνῇ κρατεροὺς δεύουσι λέοντας
πάντοθεν ἐσσύμενοι, τοὶ δ’ ὄμμασι γλαυκιόωντες
στρωφῶντ’ ἔνθα καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ
πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι,
ἀλλὰ καὶ ὣς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων
σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες·
βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν·
οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπονόσφι φέβεσθαι
Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε
μίμνειν, εἰσόκε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ
Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.
αὐτίκα δ’ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην
ἧκεν ἐπεσσυμένως κατὰ τείχεος ἠλιβάτοιο·
σμερδαλέον δ’ ἄρα πάντα περιπλατάγησε θέμεθλα
ἕρκεος αἰπεινοῖο· δέος δ’ ἕλε πάντας Ἀχαιοὺς
τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.
ἀλλ’ οὐδ’ ὣς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,
ἀλλ’ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,
μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕσ τ’ ἐν ὄρεσσιν
ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιὼται
ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι
ἐσσυμένως, τοὶ δ’ οὔτι βιαζόμενοι βελέεσσι
χάζοντ’, ἀλλὰ μένοντες ἀμύνουσιν τεκέεσσιν·
ὥς οἵ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν
μίμνον ἐν ὑσμίνῃ· τοῖς δ’ Εὐρύπυλος θρασυχάρμης
ἠπείλει μέγα πᾶσι νεῶν προπάροιθε θοάων·
‘ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες,
οὐκ ἄν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα
ἠλάσατ’, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν·
νῦν δέ μοι εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ
μάρνασθ’ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν·
ἤν δέ ποτ’ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,
ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας
ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλ’ ἅμα πάντες
κείσεσθ’ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.’
ὣς ἔφατ’ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη
ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθεν
χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὅς μιν ἔμελλε
δάμνασθ’ οὐ μετὰ δηρὸν ὑπ’ ἔγχεϊ μαιμώωντι
οὐδὲ μὲν οὐδὲ τότ’ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,
ἀλλ’ ἄρα Τρῶας ἔναιρεν ἀφ’ ἕρκεος· οἱ δ’ ἐφέβοντο
βαλλόμενοι καθύπερθε· περικλονέοντο δ’ ἀνάγκῃ
Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει·
ὡς δ’ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο
πτώσσουσι βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι
ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστοναχίζεται αἰθήρ·
ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν
ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο
πᾶν θ’ ὅ τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα,
δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἅρηα.
οἱ δ’ ἄρ’ ἀμηχανὶῃ βεβολημένοι ἔνδοθεν ἦτορ
Τρῶες ἔφαντ’ Ἀχιλῆα πελώριον εἰσοράασθαι
αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν
κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται
ἐς φρένα Κητείων μηδ’ Εὐρυπύλοιο ἄνακτος·
αὐτοῦ δ’ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες
μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο·
αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμ’ ἀλεγεινόν.
ὡς δ’ ὅτε παιπαλόεσσαν ὁδὸν κάτα ποσσὶν ἰόντες
ἀνέρες ἀθρήσωσιν ἀπ’ οὔρεος ἀΐσσοντα
χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτῃ,
οὐδ’ ἔτι οἱ μεμάασιν ἀνὰ ῥόον ἠχὴεντα
δύμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον
δερκόμενοι τρομέουσι καὶ οὐκ ἀλέγουσι κελεύθου·
ὣς ἅρα Τρῶες ἔμιμνον ἐελδόμενοί περ ἀλύξαι
τεῖχος ὔπ’ Ἀργείων· τοὺς δ’ Εὐρύπυλος θεοειδὴς
αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπει
πολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα
χεῖρα καμεῖν καὶ κάρτος· ὁ δ’ οὐκ ἀπέληγε μόθοιο.
τῶν δ’ ἄρ’ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα
κάλλιπεν Οὐλύμποιο θυωδέος αἰπὰ μέλαθρα·
βῆ δ’ ἄρ’ ὑπὲρ κορυφὰς ὀρέων· οὐδ’ ἴχνεσι γαίης
ψαῦε μέγ’ ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ
εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δ’ ἀνέμοιο.
Τροίην δ’ αἶψ’ ἀφίκανε, πόδας δ’ ἐπέθηκε κολώνῃ
Σιγέου ἠνεμόεντος· ἐδέρκετο δ’ ἔνθεν ἀϋτὴν
ἀγχεμάχων ἀνδρῶν, κύδαινε δὲ πολλὸν Ἀχαιούς.
υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων
θάρσος ὁμοῦ καὶ κάρτος, ἅ τ’ ἀνδράσιν εἰς ἕν ἰόντα
τεύχουσιν μέγα κῦδος· ὁ δ’ ἀμφοτέροισι κέκαστο,
οὕνεκ’ ἔην Διὸς αἷμα, φίλῳ δ’ ἤικτο τοκῆι·
τῷ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.
ὡς δ’ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης
τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο
νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δ’ ὑπ’ ἀϋτμῇ
μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἱ δὲ κελαίνης
ἐξ ἁλὸς ἀΐσσουσι μεμαότες ὕστατον αἴγλην
εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ
κτείνει ἑπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπ’ ἄγρῃ·
ὣς ἄρα κύδιμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήϊα φῦλα
ἀντἲ ἐπεσσυμένων· πονέοντο δὲ πάντες Ἀχαιοὶ
ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δ’ εὐρὺς
αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ
τείχεα βαλλομένων. κάματος δ’ ὑπεδάμνατο λαοὺς
ἄσπετος ἀμφοτέρωθε, λύοντο δὲ γυῖα καὶ ἀλκὴ
αἰζηῶν· ἀλλ’ οὔτι μενεπτολέμου Ἀχιλῆος
ἄμφεχεν υἱέα δῖον, ἐπεὶ δέ οἱ ὄβριμον ἦτορ
πάμπαν ἔην ἄτρυτον, ἀνιηρὸν δέος οὔτι
ἥψατο μαρναμένοιο· μένος δ’ ἀκάμαντι ἐῴκει
ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ
οὔποτ’ ἰοῦς’ ἐφόβησε, καὶ εἰ μέγα μαίνετ’ ἀήτης
Ἡφαίστου κλονέων ἱερὸν μένος, ἤν γὰρ ἵκηται
ἐγγὺς ἐπὶ προχοῇσι μαραίνεται, οὐδέ οἱ ἀλκὴ
ἅψασθ’ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο·
ὥς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ
οὔτε μόγος στονόεις οὔτ’ ἄρ δέος ἥψατο γούνων
αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.
οὐ μὴν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε
πολλῶν βαλλομένων· ἀλλ’ ὡς νιφάδες περὶ πέτρην
πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ
εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο·
τοῖς ἐπικαγχαλόων κρατερὸς πάϊς Αἰακίδαο
φοίτα μακρὰ βοῶν περὶ τείχεϊ πολλὰ κελεύων
ἐς μόθον Ἀργείοισιν ἀταρβέσιν, οὕνεκα πάντων
πολλὸν ἔην ὄχ’ ἄριστος, ἔχεν δ’ ἔτι θυμὸν ὁμοκλῆς
λευγαλέης ἀκόρητον, ἑοῦ δ’ ἄρα μήδετο πατρὸς
τίσεσθ’ ἀλγινόεντα φόνον· κεχάροντο δ’ ἄνακτι
Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀϋτή.
Ἕνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος,
ὅς γόνος ἔσκε Δύμαντος, ἔχεν δ’ ἐρικυδέας υἷας,
εἰδότας εἶ μὲν ἄκοντα βαλεῖν, εὖ δ’ ἵππον ἐλάσσαι
ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,
τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρ’ ὄχθῃς
Σαγγαρίου, Κέλτον τε καὶ Εὔβιον· οὐδ’ ἀπόναντο
ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι
παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο·
ἄμφω δ’ ὡς ἴδον ἦμαρ ὁμῶς, ὥς κάτθανον ἄμφω
χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι
βλήμενος ἐς κραδίην, ὁ δὲ χερμαδίῳ ἀλεγεινῷ
κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ,
ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.
ἀμφὶ δ’ ἄρα σφίσι φῦλα περικτείνοντο καὶ ἄλλων
μυρία δυσμενέων· μέγα δ’ Ἄρεος ἔργον ὀρώρει,
μέσφ’ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δ’ ἠὼς
ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο
χάσσατο τυτθὸν ἄπωθε νεῶν· οἱ δ’ ἀγχόθι πύργων
βαιὸν ἀνέπνευσαν· καὶ δ’ αὐτοὶ Τρώιοι υἷες
ἀμπαύοντο μόθοιο δυσηχέος, οὕνεκ’ ἐτύχθη
φύλοπις ἀργαλέη περὶ τείχεϊ. καί νύ χ’ ἅπαντες
Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,
εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάϊς ἤματι κείνῳ
δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν
Εὐρύπυλον. τῷ δ’ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ,
καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι·
ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,
ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφ’ Ἀχιλῆος,
χάρμα δ’ ἄρ’, οὕνεκά οἱ κρατερὸν παῖδ’ εἰσενόησε·
κλαῖε δ’ ὅ γ’ ἀσπασίως, ἐπεὶ οὔποτε φῦλ’ ἀνθρώπων
νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρονται.
ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,
ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγἐ ἀνατλὰς
ἔλθῃ ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι·
ὣς ὁ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν
ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον·
‘χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος, ὅν ποτ’ ἔγωγε
τυτθὸν ἐόντ’ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι
προφρονέως· ὁ δ’ ἄρ’ ὦκα θεῶν ἐρικυδέϊ βουλῇ
ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο· καί οἱ ἔγωγε
γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ ἀλκήν·
ἔσκε δέ μοι μέγ’ ὄνειαρ· ἴσον δέ ἑ παιδὶ τίεσκον
τηλυγέτῳ· ὁ δ’ ἄρ’ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ·
κείνῳ μὲν γὰρ ἔγωγε πατήρ, ὁ δ’ ἄρ’ υἱὸς ἔμοιγε
ἔσκε νόῳ· φαίης κεν ἰδὼν ἑνὸς αἵματος εἶναι
εἵνεχ’ ὁμοφροσύνης· ἀρετῇ δ’ ὅ γε φέρτερος ἦεν
πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει.
τῷ σύγε πάμπαν ἔοικας· ἐγὼ δ’ ἄρα κεῖνον ὀΐω
ζωὸν ἔτ’ Ἀργείοισι μετέμμεναι· οὗ μ’ ἄχος ὀξὺ
ἀμφέχει ἤματα πάντα, λυγρῷ δ’ ἐπὶ γήραϊ θυμὸν
τείρομαι· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
κείνου ἔτι ζώοντος· ὁ καὶ πέλει ἀνέρι κῦδος
κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.
ἀλλά, τέκος, κείνου μὲν ἐγὼν οὐ λήσομαι ἦτορ
ἀχνύμενος· σὺ δὲ μήτι χαλέπτεο πένθεϊ θυμόν·
ἀλλ’ ἄγε Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς
τειρομένοις ἐπάμυνε μέγ’ ἀμφ’ ἀγαθοῖο τοκῆος
χωόμενος δηίοισι· κλέος δέ τοι ἔσσεται ἐσθλὸν
Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα·
τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων
σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος.’
ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
‘ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηϊοτῆτα
αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης.’
ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς
σεύεσθ’ ἐν τεύχεσσιν ἑοῦ πατρός· ἀλλά μιν ἔσχε
νύξ, ἥ τ’ ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα
ἔσσυτ’ ἀπ’ ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ.
Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι
κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκ’ ἄρ’ αὐτοὺς
θαρσαλέους κατέτευξεν ἰὼν ἐπὶ δῆριν ἑτοίμως·
τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν
ἄσπετα δῶρα διδόντες, ἅ τ’ ἀνέρι πλοῦτον ὀφέλλει·
οἱ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ γυναῖκας
δμωίδας, οἱ δ’ ἄρα χαλκὸν ἀάσπετον, οἱ δὲ σίδηρον,
ἄλλοι δ’ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν
ἵππους τ’ ὠκύποδας καὶ ἀρήϊα τεύχεα φωτῶν
φάρεά τ’ εὐποίητα γυναικῶν κάλλιμα ἔργα·
τοῖς ἔπι θυμὸν ἴαινε Νεοπτολέμοιο φίλον κῆρ.
καί ῥ’ οἱ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο
υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες
ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δ’ Ἀγαμέμνων
πόλλ’ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν·
‘ἀτρεκέως πάϊς ἐσσὶ θρασύφρονος Αἰακίδαο,
ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος
καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένα ἔνδον ἔοικας·
τῷ σοι ἐγὼ μέγα θυμὸν ἰαίνομαι· ἦ γὰρ ἔολπα
σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήϊα φῦλα
καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,
οὕνεκα πατρὶ ἔοικας· ἐγὼ δ’ ἄρα κεῖνον ὀΐω
εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα
χωόμενος Πατρόκλοιο δεδουπότος· ἀλλ’ ὁ μὲν ἤδη
ἐστὶ σὺν ἀθανάτοισι· σὲ δ’ ἐκ μακάρων προέηκε
σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι.’

‘εἴθε μιν, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,
ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα
οὔτι καταισχύνοντα βίην πατρός, ὥσπερ ὀΐω
ἔσσεσθ’, ἤν με σάωσιν ἀκηδέες Οὐρανίωνες.’
ὣς ἄρ’ ἔφη πινυτῇσιν ἀρηράμενος φρεσὶ θυμόν·
λαοὶ δ’ ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον.
ἀλλ’ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
δὴ τότ’ ἄρ’ Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς
ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίην ἀφίκανε
πατρὸς ἑοῦ. τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων
ἔντεά οἱ παρέκεινθ’· αἱ δ’ ἀμφί μιν ἄλλοθεν ἄλλαι
χήρην ληιάδες κλισίην ἐπιπορσύνεσκον
ὡς ζώοντος ἄνακτος· ὁ δ’ ὡς ἴδεν ἔντεα Τρώων
καὶ δμωάς, στονάχησεν· ἔρως δέ μιν εἷλε τοκῆος·
ὡς δ’ ὅτ’ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα
σμερδαλέοιο λέοντος ὑπ’ ἀγρευτῇσι δαμέντος
σκύμνος ἐς ἄντρον ἵκηται ἐΰσκιον, ἀμφὶ δὲ πάντῃ
ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δ’ αὐτοῦ
ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ
ἵππων ἠδὲ βοῶν μεγάλ’ ἄχνυται ἀμφὶ τοκῆος·
ὣς ἄρα θαρσαλέοιο πάϊς τότε Πηλείδαο
θυμὸν ἐπαχνώθη· δμωαὶ δέ μιν ἀμφαγάσαντο·
καὶ δ’ αὐτὴ Βρισηίς, ὅτ’ ἔδρακεν υἷ’ Ἀχιλῆος,
ἄλλοτε μὲν θυμῷ μέγ’ ἐγήθεεν, ἄλλοτε δ’ αὖτε
ἄχνυτ’ Ἀχιλλῆος μεμνημένη· ἐν δέ οἱ ἦτορ
ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ
αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο.
Τρῶες δ’ αὖτ’ ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα
Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί,
ὁππόσον Ἕκτορα δῖον, ὅτ’ Ἀργείους ἐδάϊζε
ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν.
ἀλλ’ ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος,
δὴ τότε Τρώιοι υἷες ἰδ’ Ἀργεῖοι μενεχάρμαι
νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.

δ’ ἠελίοιο
φάος
περικίδνατο
γαῖαν
ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,
δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες
θωρήσσονθ’ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν·
καὶ τοὺς μὲν πάϊς ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν
ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,
τοὺς δ’ ἄρα Τηλεφίδαο μέγα σθένος· ἦ γὰρ ἐώλπει
τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τ’ ἀμαθῦναι
ἐν πυρὶ λευγαλέῳ, λαοὺς δ’ ὑπὸ χερσὶ δαΐξαι.
ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ
μαψιδίῃ· κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι
πολλὸν καγχαλάσκον ἐτώσια μητιόωντι.
καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς
θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι·
‘κέκλυτέ μευ, θεράποντες, ἀρήϊον ἐν φρεσὶ θυμὸν
θέντες, ἵν’ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ
δυσμενέεσσι δὲ πῆμα γενώμεθα· μηδέ τις ἡμέων
ταρβείτω· κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ
γίνεται ἀνθρώποισι· δέος δὲ βίην ἀμαθύνει
καὶ νόον· ἀλλ’ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε,
ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλ’ Ἀχιλῆα
φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.’
ὣς εἰπὼν ὤμοισι πατρώια δύσατο τεύχη
πάντοθε μαρμαίροντα· Θέτις δ’ ἠγάλλετο θυμῷ
ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο.
καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο
ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν·
οἷος δ’ ἐκ περάτων ἀναφαίνεται ὠκεανοῖο
ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,
πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρματι συμφέρετ’ ἀστὴρ
Σείριος, ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον·
τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως
υἱὸς Ἀχιλλῆος· φόρεον δέ μιν ἄμβροτοι ἵπποι,
τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι
ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν·
ἵπποι δ’ αὖτ’ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα
εἴκελον Αἰακίδῃ· τῶν δ’ ἄφθιτον ἦτορ ἐώλπει
ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔτι χερείω.
ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν
ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες
λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ
χηραμοῦ ἐκποτέονται, ἐελδόμενοι χρόα θεῖναι
ἀνδρόμεον, πάντες δὲ περὶ στέγος ὁρμαίνοντες
τεύχουσιν μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν
ὣς οἵ γ’ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο
μαιμώωντες Ἄρηι· πολὺς δ’ ἐστείνετο χῶρος.
πᾶν πεδίον δ’ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν
ἠελίου καθύπερθεν ἀπείριτα μαρμαίροντος·
οἷον δὲ νέφος εἶσι δι’ ἠέρος ἀπλήτοιο
πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,
ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη
ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη·
ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε
νηῶν βαιὸν ἄπωθε· κόνις δ’ εἰς οὐρανὸν εὐρὺν
πέπτατ’ ἀειρομένη· κανάχιζε δὲ τεύχεα φωτῶν,
σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δ’ ἐπὶ μῶλον
ἵπποι ἐπεχρεμέτιζον· ἐὴ δ’ ἐκέλευεν ἔκαοτον
ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.
ὡς δ’ ὅτε κύματα μακρὰ δύο κλονέουσιν ἀῆται
σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης
ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,
ὁππότε χεῖμ’ ἀλεγεινὸν ἀν̔ εὐρέα βένθεα πόντου
μαίνετ’, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη
κύμασι λευγαλέοισι, τὰ δ’ ἄλλοθεν ἄλλα φέρονται
οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δ’ ἀλεγεινὴ
ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή·
ὣς οἳ γ’ ἀμφοτέρωθεν ἐπ’ Ἄρεα συμφορέοντο
σμερδαλέον μεμαῶτες· ἔρις δ’ ὀρόθυνε καὶ ἀλκὴ.
σὺν δ’ ἔβαλον βροντῇσιν ἐοικότες ἤ στεροπῇσιν,
αἵ τε μέτα κτυπέουσι δι’ ἠέρος, ὁππότ’ ἀῆται
λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες
σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο
ἀνδράσιν, οἵ τ’ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται·
ὣς οἵ γ’ ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δ’ ἔγχος
συμφέρετ’, ἀσπίδι δ’ ἀσπίς, ἐπ’ ἀνέρα δ’ ἤιεν ἀνὴρ.
πρῶτος δ’ ὄβριμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
δάμνατ’ ἐῢν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα
υἷας Ἀλεξινόμοιο δαΐφρονος, ὅς τ’ ἐνὶ κοίλῃ
Καύνῳ ναιετάασκε διειδέος ἀγχόθι λίμνης
Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο.
κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μένητα,
ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο
Λίνδου ἐϋρρείταο, μενεπτολέμων ὅθι Καρῶν
πείρατα καὶ Λυκίης ἐρικύδεος ἄκρα πέλονται.
εἷλε δ’ ἄρ’ αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα·
τῷ δ’ ἄρ’ ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα,
τὸν μὲν ὑπὸ κραδίην, τὸν δ’ ἐς κληῖδα τυχήσας·
δάμνατο δ’ ἄλλοθεν ἄλλον· ἐπέστενε δ’ αἶα νέκυσσι
Τρώων· οἱ δ’ ὑπόεικον ἐοικότες αὐαλέοισι
θάμνοις, οὓς ὀλοοῖο πυρὸς κατεδάμνατ’ ἀϋτμὴ
ῥηιδίως ἐπιόντος ὀπωρινοῦ Βορέαο·
ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.
Αἰνείας δ’ ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην
πλήξας χερμαδίῳ κατὰ κράατος· ἐν δ’ ἄρ’ ἔθλασσεν
ὀστέα σὺν πήληκι· λίπεν δ’ ἄφαρ ὀστέα θυμός.
Τυδείδης δ’ Εὔμαιον ἕλεν θοόν, ὅς ῥά τ’ ἔναιε
Δάρδανον αἰπήεσσαν, ἵν’ Ἀγχίσαο πέλονται
εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν.
ἔνθ’ Ἀγαμέμνων κτεῖνεν ἐῢν Στράτον· οὐδ’ ὅ γε Θρῄκην
ἵκετ’ ἀπὸ πτολέμοιο, φίλης δ’ ἑκὰς ἔφθιτο πάτρης.
Μηριόνης δ’ ἐδάμασσε Χλέμον Πεισήνορος υἷα
ἀντιθέου Γλαύκοιο φίλον καὶ πιστὸν ἑταῖρον
ὅς ῥά τε ναιετάασκε παρὰ προχοῇς Λιμυροῖο,
καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες
Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος,
πάντες, ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο
αἰπύ τε Μασσικύτοιο ῥίον ῥωχμόν τε Χιμαίρης.
ἄλλος δ’ ἄλλον ἔπεφνε κατὰ μόθον· ἐν δ’ ἄρα τοῖσιν
Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
δυσμενέσιν· πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν
Εὔρυτον, αὐτάρ ἔπειτα Μενοίτιον αἰολομίτρην,
ἀντιθέους ἑτάρους Ἐλεφήνορος· ἀμφὶ δ’ ἄρα σφὶν
Ἅρπαλον, ὅς ῥ’ Ὀδυσῆος ἐΰφρονος ἔσκεν ἑταῖρος·
ἀλλ’ ὁ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον, οὐδ’ ἐπαμύνειν
ἔσθενεν ᾧ θεράποντι δεδουπότι· τοῦ δ’ ἄρ’ ἐταῖρος
Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη,
καὶ βάλεν Εὐρυπύλοιο καταντίον· ἀλλά μιν οὔτι
οὔτασεν, οὕνεκά οἱ κρατερόν δόρυ τυτθὸν ἄπωθεν
ἔμπεσε Μελανίωνι δαΐφρονι, τόν ποτε μήτηρ
γείνατο πὰρ προχοῇσιν ἐϋρρείταο Καΐκου
Κλείτη καλλιπάρῃος ὑποδμηθεῖς’ Ἐρυλάῳ.
Εὐρύπυλος δ’ ἑτάροιο χολωσάμενος κταμένοιο
Ἀντίφῳ αἷψ’ ἐπόρουσεν· ὁ δ’ ἔκφυγε ποσσὶ θοοῖσιν
ἐς πληθὺν ἑτάρων· κρατερὸν δέ μιν οὔτι δάμασσεν
ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκ’ ἔμελλεν
ἀργαλέως ὀλέεσθαι ὑπ’ ἀνδροφόνοιο Κύκλωπος
ὕστερον· ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ.
Εὐρύπυλος δ’ ἑτέρωθεν ἐπῴχετο· τοῦ δ’ ὑπὸ δουρὶ
αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος·
ἠΰτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου
οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας
κεκλιμέν’ ἄλλοθεν ἄλλα κατὰ χθονός· ὣς ἄρ’ Ἀχαιοὶ
δάμναντ’ Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι,
μέσφ’ ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ
υἱὸς Ἀχιλλῆος. τώ δ’ ἄμφω δούρατα μακρὰ
ἐν παλάμῃσι τίνασσον ἐπί σφισι μαιμώωντες·
Εὐρύπυλος δέ ἑ πρῶτος ἀνειρόμενος προσέειπε·
‘τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι;
ἦ σε πρὸς Ἄϊδα Κῆρες ἀμείλικτοι φορέουσιν·
οὐ γάρ τίς μ’ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ·
ἀλλά μοι ὅσσοι .ἔναντα λιλαιόμενοι μαχέσασθαι
δεῦρο κίον, πάντεσσι φάνον στονόεντ’ ἐφέηκα
ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα
ὀστέα τε σάρκας τε κύνες διὰ πάντ’ ἐδάσαντο.
ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δ’ ἐπαγάλλεαι ἵπποις;’
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
‘τίπτε μ’ ἐπισπεύσοντα ποτὶ κλόνον αἱματόεντα
ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις
εἰπέμεναι γενεήν, ἥνπερ μάλα πολλοὶ ἴσασιν;
υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα
σεῖο πάροιθ’ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί·
καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
εἰ μή οἱ στονόεντα θοῶς ἰήσατ’ ὄλεθρον.
ἵπποι δ’ , οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο,
οὓς τέκεθ’ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
ἀκρονυχὶ ψαύοντες, ἴσον δ’ ἀνέμοισι φέρονται.
νῦν δ’ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ,
καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο
γνώμεναι ἄντα βίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι
Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην.’
ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ
πάλλων ἐγχείην περιμήκετον· ὃς δ’ ἑτέρωθεν
χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην,
καί ῥα Νεοπτολέμοιο κατ’ ἀσπίδος ἧκε φέρεσθαι
χρυσείης. τὸν δ’ οὔτι προσεσσυμένη στυφέλιξεν,
ἀλλ’ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
τόν ῥα διιπετέων ποταμῶν μένος οὐδ’ ἅμα πάντων
ἄψ ὦσαι δύναται, ὁ γὰρ ἔμπεδον ἐρρίζωται·
ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
ἀλλ’ οὐδ’ ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο
ἄσχετον υἷ’ Ἀχελῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
θάρσος ἐὸν καὶ κῆρες· ὑπὸ κραδίῃσι δὲ θυμὸς
ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δ’ αἰόλα τεύχη
ἔβραχεν· οἱ δ’ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
σμερδαλέοι, τοῖσίν τε κατ’ οὔρεα δῆρις ἀέξει,
ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ
ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται
ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
μαρναμένων· ὣς οἴ γε συνῄεσαν ἀλλήλοισι
δῆριν συμφορέοντες ἀμείλιχον. ἀμφὶ δὲ μακραὶ
λαῶν ἀμφοτέρωθεν ἄσην πονέοντο φάλαγγες
ἐς μόθον· ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
οἱ δ’ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι
σύν ῥ’ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι
ἀλλήλων· τοὺς δ’ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ
ἐγγύθεν ἱσταμένη· τοὶ δ’ οὐκ ἀπέληγον ὀμοκλῆς,
ἀλλά σφεας ἐδάϊζον ἐς ἀσπίδας, ἄλλοτε δ’ αὖτε
οὔταζον κνημῖδας ἰδ’ ὑψιλόφους τρυφαλείας·
καί τις καὶ χροὸς ἥψατ’ ἐπεὶ πόνος αἰνὸς ἔπειγε
θαρσαλέους ἥρωας· ἔρις δ’ ἐπετέρπετο θυμῷ
κείνους εἰσορόωσα· πολὺς δ’ ἐξέρρεεν ἱδρὼς
ἀμφοτέρων· οἱ δ’ αἰὲν ἐκαρτύνοντο μένοντες·
ἄμφω γὰρ μακάρων ἔσαν αἵματος· οἱ δ’ ἀπ’ Ὀλύμπου—
οἱ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
οἱ δ’ αὖτ’ Εὐρύπυλον θεοειδέα· τοὶ δ’ ἑκάτερθεν
μάρναντ’ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν
ἠλιβάτων ἀρέων· μέγα δ’ ἔβραχον ἀμφοτέρωθεν
θεινόμεναι μελίῃσι θάμ’ ἀσπίδες· ὀψὲ δὲ μακρὴ
Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
πολλὰ πονησαμένη· τοῦ δ’ ἔκχυτο φοίνιον αἷμα
ἐσσυμένως· ψυχὴ δὲ δι’ ἕλκεος ἐξεποτήθη
ἐκ μελέων ὀλοὴ δὲ κατ’ ὀφθαλμῶν πέσεν ὄρφνη.
ἤριπε δ’ ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ
ἢ πίτυς ἤ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
ἐκ ῥιζέων ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖαν
Εὐρυπύλοιο δέμας· μέγα δ’ ἔβραχε Τρώιον οὖδας
καὶ πεδίον. Χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
τῷ δ’ ἐπικαγχαλόων μεγάλ’ εὔχετο καρτερός ἥρως·
‘Εὐρύπυλ’, ἦπου ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς
δῃώσειν καὶ πάντας ἀϊζυρῶς ἀπολέσσειν
ἡμέας· ἀλλὰ σοὶ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ,
ἀλλ’ ὑπ’ ἐμοί δ’ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
πατρὸς ἐμοῖο μέγ’ ἔγχος, ὅπερ βροτὸς οὔτις ἀλύξει
ἡμῖν ἄντα μολὼν οὐδ’ εἰ παγχάλκεος ἦεν.’
ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
ἐσσυμένως· Τρῶες δὲ μέγ’ ἔτρεσαν εἰσορόωντες
ἀνέρα καρτερόθυμον· ὁ δ’ αὐτίκα τεύχἐ ἀπούρας
δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν·
αὐτὸς δ’ ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους
ἤιεν, οἷός τ’ εἶσι δι’ αἰθέρος ἀπλήτοιο
ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός,
ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα
νόσφι Διὸς μεγάλοιο, ὁ δ’ ἐσσύμενος ποτὶ γαῖαν
δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα·
ὣς ὁ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων·
δάμνατο δ’ ἄλλοθεν ἄλλος, ὅσους κίχον ἄμβροτοι ἵπποι·
πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δ’ ἐρυθαίνετο λύθρῳ.
ὡς δ’ ὅτε μυρία φύλλα κατ’ οὔρεος ἐν βήσσῃσι
ταρφέα πεπτηῶτα χυτὴν κατὰ γαῖαν ἐρέψῃ·
ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο
χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων,
ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν
ἀνδρῶν ἠδ’ ἵππων· μάλα δ’ ἄντυγες ἀμφ’ ὀχέεσσι
κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.
καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο,
πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον,
εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων
Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο
κρύβδ’ ἄλλων μακάρων· φόρεον δέ μιν ἐς μόθον ἵπποι
αἴθων καὶ Φλόγιος, Κόναβος δ’ ἐπὶ τοῖσι Φόβος τε,
τοὺς Βορέῃ κελάδοντι τέκε βλοσυρῶπις Ἐριννὺς
πῦρ ὀλοὸν πνείοντας· ὑπέστενε δ’ αἰόλος αἰθὴρ
ἐσσυμένων ποτὶ δῆριν. ὁ δ’ ὀτραλέως ἀφίκανεν
ἐς Τροίην· ὑπὸ δ’ αἶα μέγ’ ἔκτυπε θεσπεσίοισιν
ἵππων ἀμφὶ πόδεσσι· μολὼν δ’ ἄγχιστα κυδοιμοῦ
πῆλε δόρυ βριαρόν· μέγα δ’ ἴαχε Τρωσὶ κελεύων
ἀντιάαν δηίοισι κατὰ κλόνον· οἱ δ’ ἀΐοντες
θεσπεσίην ὄπα πάντες ἐθάμβεον· οὐ γὰρ ἴδοντο
ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους·
ἠέρι γὰρ κεκάλυπτο. νόησε δὲ θέσκελον αὐδὴν
ἔκποθεν ἀΐσσουσαν ἄδην εἰς οὔατα Τρώων
ἀντιθέου Ἑλένοιο κλυτὸς νόος· ἐν δ’ ἄρα θυμῷ
γήθησεν καὶ λαὸν ἀπεσσύμενον μέγ’ ἀΰτει·
‘ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος
υἱέα θαρσαλέον; θνητός νύ τίς ἐστι καὶ αὐτός,
οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος, ὃς μέγ’ ἀρήγει
ἧμιν ἐελδομένοισι· βοᾷ δ’ ὅ γε μακρὰ κελεύων
μάρνασθ’ Ἀργείοισι κατὰ κλόνον· ἀλλ’ ἄγε θυμῷ
τλῆτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε·
οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀΐομαι ἄλλον ἱκέσθαι
ἀλκτῆρα πτολέμοιο· τί γὰρ ποτὶ δῆριν Ἄρηος
λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνει;
ὅς νῦν ἦμιν ἵκανεν ἐπίρροθος· ἀλλὰ καὶ αὐτοὶ
μνήσασθε πτολέμοιο, δέος δ’ ἀπὸ νόσφι βάλεσθε.’
ὣς φάτο· τοὶ δ’ ἵσταντο καταντίον Ἀργείοισιν·
ἠΰτ’ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο
φεύγοντες τὸ πάροιθε βίην τρέψωσι μάχεσθαι
ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν·
ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος
δείματος ἐκτὸς ἔσαν· κατὰ δ’ ἀντίον ἀνέρος ἀνὴρ
μάρνατο θαρσαλέως· περὶ δ’ ἔκτυπεν ἔντεα φωτῶν
θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν·
αἰχμαὶ δ’ ἐς χρόα δῦνον· ἐδεύετο δ’ αἵματι πολλῷ
δεινὸς Ἄρης· ὀλέκοντο δ’ ἀνὰ μόθον ἄλλος ἐπ’ ἄλλῳ
μαρναμένων ἑκάτερθε· μάχη δ’ ἔχεν ἶσα τάλαντα.
ὡς δ’ ὁπότ’ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς
ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ
σπερχόμενοι, τῶν δ’ ἶσον ἀέξεται εἰς ἔριν ἔργον,
οὕνεκ’ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε·
ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα
ἶσα πέλεν· Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ
μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ;
Ἀργεῖοι δ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος.
κτεῖνον δ’ ἀλλήλους· ὀλοὴ δ’ ἀνὰ μέσσον Ἐνυὼ
στρωφᾶτ’ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους
καὶ χέρας· ἐκ δέ οἱ αἰνὸς ἀπὸ μέλεων ῥέεν ἱδρώς·
οὐδ’ ἑτέροισιν ἄμυνεν, ἴσῃ δ’ ἐπετέρπετο χάρμῃ
ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.
ἔνθα Νεοπτόλεμος τηλέκλειτον Περιμήδεα
δάμναθ’, ὃς οἰκί’ ἔναιε παρὰ Σμινθήιον ἄλσος·
τῷ δ’ ἔπι Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον
καὶ κρατερὸν Περίλαον ἐϋμμελίην τε Μενάλκην,
ὃν τέκετ’ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης
τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων·
ἀλλ’ ὁ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐνὶ πατρίδι γαίῃ·
παιδὸς δ’ οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα
χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο
Δηίφοβος δὲ Λυκῶνα μενεπτόλεμον κατέπεφνε
τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δ’ ἔγχεϊ μακρῷ
ἔγκατα πάντ’ ἐχύθησαν· ὅλη δ’ ἐξέσσυτο νηδύς.
Αἰνείας δὲ Δύμαντα κατέκτανεν, ὃς τὸ πάροιθεν
Αὐλίδα ναιετάασκε, συνέσπετο δ’ Ἀρκεσιλάῳ
ἐς Τροίην· ἀλλ’ οὔτι φίλην πάλιν ἔδρακε γαῖαν.
Εὐρύαλος δ’ ἐδάμασσε βαλὼν ἀλεγεινὸν ἄκοντα
Ἀστραῖον· τοῦ δ’ αἶψα διὰ στέρνοιο ποτήθη
αἰχμὴ ἀνιηρή, στομάχου δ’ ἀπέκερσε κελεύθους
ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ.
τοῦ δ’ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ
Ἱππομένην, Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον,
τύψας ἐς κληῖδα θοῶς· σὺν δ’ αἵματι θυμὸς
ἔκθορεν ἐκ μελέων· ὀλοὴ δέ μιν ἀμφεχύθη νύξ.
Τεύκρῳ δ’ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,
καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας·
ἀλλά οἱ οὔτι τύχησεν ἀλευαμένου μάλα τυτθόν·
ἔμπεσε δ’ ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ
λαιὸν ἐς ὀφθαλμόν, διὰ δ’ οὔατος ἐξεπέρησε
δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι
ἀργαλέον βέλος ὦσαν ὅπῃ φίλον· ὃς δ’ ἔτι ποσσὶν
ὀρθὸς ἀνασκαίρεσκε· βαλὼν δ’ ὅ γε δεύτερον ἰὸν
λαιμῷ ἐπερροίζησε· διέθρισε δ’ αὐχένος ἶνας
ἄντικρυς ἀΐξας· τὸν δ’ ἀργαλέη κίχε Μοῖρα.
ἄλλος δ’ ἄλλῳ τεῦχε φόνον· κεχάροντο δὲ Κῆρες
καὶ Μόρος, ἀλγινόεσσα δ’ Ἔρις μέγα μαιμώωσα
ἤϋσεν μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε
σμερδαλέον, Τρώεσσι δ’ ἐνέπνευσεν μέγα θάρσος,
Ἀργείοισι δὲ φύζαν, ἄφαρ δ’ ἐλέλιξε φάλαγγας.
ἀλλ’ οὐχ υἷα φόβησεν Ἀχιλλέος· ἀλλ’ ὅ γε μίμνων
μάρνατο θαρσαλέως, ἐπὶ δ’ ἔκτανεν ἄλλον ἐπ’ ἄλλῳ·
ὡς δ’ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι
χεῖρα περιρρίψῃ κοῦρος νέος, αἱ δ’ ὑπὸ πληγῇ
τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι
θυμὸν ἀποπνείουσι, πάϊς δ’ ἐπιτέρπεται ἔργῳ·
ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος
γήθεεν ἀμφὶ νέκυσσι καὶ οὐκ ἀλέγιζεν Ἄρηος
Τρωσὶν ἐποτρύνοντος· ἐτίνυτο δ’ ἄλλοθεν ἄλλον
λαοῦ ἐπαΐσσοντος· ὅπως δ’ ἀνέμοιο θυέλλας
μίμνῃ ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη,
ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι
χώετο, καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι
αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη
ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην·
ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα
Ξάνθου· τόσσον ἔσεισε· δέος δ’ ἀμφέκλασε θυμὸν
νυμφάων, φοβέοντο δ’ ὑπὲρ Πριάμοιο πόληος·
τεύχεσι δ’ ἀμβροσίοισι περὶ στεροπαὶ ποτέοντο·
σμερδαλέοι δὲ δράκοντες ἀπ’ ἀσπίδος ἀκαμάτοιο
πῦρ ἄμοτον πνείεσκον· ἄνω δ’ ἔψαυε νέφεσσι
θεσπεσίη τρυφάλεια. θοῷ δ’ ἤμελλεν Ἄρηι
μάρνασθ’ ἐσσυμένως, εἰ μὴ Διὸς ἠῢ νόημα
ἀμφοτέρους ἐφόβησεν ἀπ’ αἰθέρος αἰπεινεῖο
βροντήσας ἀλεγεινόν. Ἄρης δ’ ἀπεχάζετο χάρμης·
δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός·
ἵκετο δ’ ἐς Θρῄκην δυσχείμερον, οὐδ’ ἔτι Τρώων
μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον· οὐδὲ μὲν ἐσθλὴ
Παλλὰς ἔτ’ ἐν πεδίῳ Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ
ἷξεν Ἀθηναίων ἱερὸν πέδον. οἱ δ’ ἔτι χάρμης
μνώοντ’ οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες
ἀλκῆς· Ἀργεῖοι δὲ μέγ’ ἱέμενοι πολέμοιο
χαζομένοισιν ἕποντο κατ’ ἴχνιον, ἠΰτ’ ἀῆται
νήεσιν ἐσσυμένῃς ὑπὶ λαίφεσιν εἰς ἁλὸς οἶδμα
ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν
ὀτρηροὶ κατ’ ὄρεσφι κύνες λελιημένοι ἄγρης·
ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκ’ ἄρ’ αὐτοὺς
υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε
κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἱ δ’ ἐπὶ φύζαν
χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.
Ἀργεῖοι δ’ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο
ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,
ἄρνας ὅπως σταθμοῖσιν ἐπ’ οἰοπόλοισι νομῆες·
ὡς δ’ ὁπότ’ ἀμπνείωσι βόες μέγα κεκμηῶτες
ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην
πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὥς ἄρ’ Ἀχαιοὶ
ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. ἀμφὶ δὲ πύργους
μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα·
οἱ δ’ ἄρ’ ἑῇσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας
ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν.
ὡς δ’ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι
λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται
λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νιφάδεσσι
ταρφέσιν, οἱ δὲ μάλ’ οὔτι λιλαιόμενοί περ ἱκέσθαι
ἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειε
χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες·
ὣς οἵ γ’ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν
δυσμενέων· λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι.
ὡς δ’ ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ
καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι
βρώμης ἱέμενοι θυμηδέος, οὐδ’ ἄρα τούς γε
αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι,
πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει·
ὣς Δαναοὶ Πριάμοιο τότ’ ἀμφεχέοντο πόληι
ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι
ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.
Τρῶες δ’ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,
ἀλλὰ καὶ ὥς πύργοισιν ἐφεσταότες πονέοντο
νωλεμές· ἰοὶ δ’ αἰὲν ἐϋδμήτων ἀπὸ τειχέων
θρῶσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι
δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος
ἧκε βίην· ἔτι γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς
Τρωσὶν ἐϋπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.
Ἔνθ’ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον
καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτεω
τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δ’ ὑπὸ λαιμὸν ὀϊστός.
κάππεσε δ’ αἰγυπιῷ ἐναλίγκιος, ὅν τ’ ἀπὸ πέτρης
ἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ·
ὣς ὁ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο·
γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δ’ ἔντεα νεκρῷ.
τῷ δ’ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο
ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ
υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην·
ἀλλ’ ὁ μὲν αἶψ’ ἀλέεινε παρακλίνας ἑτέρωσε
ὅν δέμας, οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν.
ὡς δ’ ὅθ’ ἁλὸς κατὰ βένθος ἐπειγομένης νεὸς οὔρῳ
ναύτης παιπαλόεσσαν ἰδὼν ἐν χεύματι πέτρην
νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι
χειρὶ παρακλίνας οἰήιον, ᾗχί ἑ θυμὸς
ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμ’ ἀπερύκει·
ὣς ἄρ’ ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.
οἱ δ’ αἰεὶ μάρναντο· λύθρῳ δ’ ἐρυθαίνετο τείχη
πύργοι θ’ ὑψηλοὶ καὶ ἐπάλξιες, ᾗχί τε Τρῶες
ἰοῖσι κτείνοντο πολυσθενέων ὑπ’ Ἀχαιῶν·
οὐδὲ μὲν οἵ γ’ ἀπάνευθε πόνων ἔσαν, ἀλλ’ ἄρα καὶ τῶν
πολλοὶ γαῖαν ἔρευθον· ὀρώρει δ’ αἰπὺς ὄλεθρος
βαλλομένων ἑκάτερθε· λυγρὴ δ’ ἐπετέρπετ’ Ἐνυὼ
δῆριν ἐπικλονέουσα κασιγνήτη Πολέμοιο.
καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης
Ἀργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος,
εἰ μὴ ἄρ’ αἶψ’ ἐβόησεν ἀγακλειτὸς Γανυμήδης
οὐρανοῦ ἐκκατιδών· μάλα γὰρ περιδείδιε πάτρης·
‘Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξ εἰμι γενέθλης,
σῇσι δ’ ὑπ’ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην
εἰμὶ μετ’ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,
τῷ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ·
οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι
οὐδ’ ἄρ’ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι
λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος·
σοὶ δὲ καὶ εἰ μέμονε κραδίη τάδε μηχανάασθαι,
ἔρξον ἐμεῦ ἄπο νόσφιν· ἐλαφρότερον δέ μοι ἄλγος
ἔσσεται, ἢν μὴ ἔγωγε μετ’ ὄμμασιν οἷσιν ἴδωμαι·
κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην
δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.’
ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.
καὶ τότ’ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι
νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα·
ἠχλύνθη δὲ μάχη φθισίμβροτος· οὐδέ τις ἀνδρῶν
ἐξιδέειν ἐπὶ τεῖχος ἔτ’ ἔσθενεν, ᾗχι τέτυκτο·
ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο·
ἀμφὶ δ’ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο
οὐρανόθεν. Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες
θάμβεον· ἐν δ’ ἄρα τοῖσι μέγ’ ἴαχε Νηλέος υἱός·
‘ὦ κλυτοὶ Ἀργείων σημάντορες, οὐκέτι νῶιν
ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι
Τρωσὶν ἀμύνοντος· μάλα γὰρ μέγα πῆμα κυλίνδει
ἡμῖν· ἀλλ’ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες
παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,
μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.
τοῦ νῦν μὲν τεράεσσι πιθώμεθα· τῷ γὰρ ἔοικε
πάντας ἀεὶ πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τ’ ἀνθρώπων·
καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς
οὐρανόθεν κατέχευε πυρὸς μένος· ἡ δ’ ὑπένερθε
καίετο πάντοθε γαῖα, καὶ ὠκεανοῦ πλατὺ χεῦμα
ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατ’ ἄχρις ἱκέσθαι·
καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων·
δάμνατο δ’ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα
ἠδ’ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδ’ ὁπός’ ὕδωρ
ἀενάων ποταμῶν· ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ
τέφρῃ ὑπεκρύφθη καὶ λιγνύϊ· τείρετο δὲ χθών·
τοὔνεκ’ ἐγῶ δείδοικα Διὸς μένος ἤματι τῷδε.
ἀλλ’ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει
σήμερον· αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει·
ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δ’ ἐχθρή·
καὶ δ’ οὔπω δὴ μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,
εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος
τόν ῥα πάρος κατέλεξεν ὁμηγερέεσσιν Ἀχαιοῖς
δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.’
ὣς φάτο· τοὶ δ’ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες
χάσσαντ’ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν·
ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἴστορι μύθων.
ἀλλ’ οὐδ’ ὣς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ·
ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες·
οὐ γὰρ δὴ κείνους νέφος ἄμφεχεν, ἀλλὰ πόληα
ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον, ᾧ πέρι πολλοὶ
Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν.
ἐλθόντες δ’ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,
καί ῥα κόνιν καὶ ἱδρῶτα λύθρον τ’ ἀποφαιδρύναντο
κύμασιν ἐμβεβαῶτες ἐϋρρόου Ἑλλησπόντου.
Ἡέλιος δ’ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους·
νὺξ δ’ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δ’ ἀνέρας ἔργων·
Ἀργεῖοι δ’ Ἀχιλῆος ἐϋπτολέμου θρασὺν υἷα
ἶσα τοκῆι τίεσκον· ὁ δ̓ἐν κλισίῃσιν ἀνάκτων
δαίνυτο καγχαλόων· κάματος δέ μιν οὔτι βάρυνεν,
οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων
ἐξέλετ’, ἀκμήτῳ δ’ ἐναλίγκιον εἰσοράασθαι
τεῦξεν· ὁ δ’ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ
ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθα οἱ ὕπνος
ἀμφεχύθη· Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον
αἰὲν ἀμειβόμενοι φυλακάς· φοβέοντο γὰρ αἰνῶς,
Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων
νῆας ἐνιπρήσῃ, νόστου δ’ ἀπὸ πάντας ἀμέρσῃ.
ὣς δ’ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων
ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.

δ’ ἤνυτο
νυκτὸς
ἄπο
κνέφας,
ἔγρετο
δ’ Ἠὼς
ἐκ περάτων, μάρμαιρε δ’ ἀπείριτον ἄσπετος αἰθήρ,
δὴ τότ’ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων
ἂμ πεδίον πάπταινον, ἴδοντο δὲ Ἰλίου ἄκρην
ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον
Τρῶες δ’ οὐκέτ’ ἔφαντο πρὸ τείχεος αἰπεινοῖο
στήμεναι ἐν πολέμῳ· μάλα γὰρ δέος ἔλλαβε πάντας
ζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα·
Ἀντήνωρ δ’ ἐν τοῖσι θεῶν ἠρήσατ’ ἄνακτι·
‘Ζεῦ, Ἴδης μεδέων ἠδ’ οὐρανοῦ αἰγλήεντος,
κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος
τρέψον ἀφ’ ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα,
εἴγ’ ὅ γ’ Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμ’ Ἀΐδαο,
εἴτε τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ·
λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο
πολλοὶ ἀποφθινύθουσι, κακοῦ δ’ οὐ γίνετ’ ἐρωή,
ἀλλὰ φόνος τε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει·
Ζεῦ πάτερ, οὐδέ νυ σοί τι δαϊζομένων ὑπ’ Ἀχαιοῖς
μέμβλεται, ἀλλ’ ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο
Δαρδάνου ἀντιθέοιο μέγ’ Ἀργείοισιν ἀρήγεις.
ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει,
Τρῶας ὑπ’ Ἀργείοισιν ὀϊζυρῶς ἀπολέσσαι,
ἔρξον ἄφαρ, μηδ’ ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε.’
ἦ ῥα μέγ’ εὐχόμενος· τοῦ δ’ ἔκλυεν οὐρανόθι Ζεύς·
καὶ τὸ μὲν αἶψ’ ἐτέλεσσε, τὸ δ’ οὐκ ἤμελλε τελέσσειν·
δὴ γάρ οἱ κατένευσεν, ὅπως ἀπὸ πολλοὶ ὄλωνται
Τρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δ’ υἷ’ Ἀχιλῆος
τρεψέμεν οὐ κατένευσεν ἀπ’ εὐρυχόροιο πόληος,
ἀλλά ἑ μᾶλλον ἔγειρεν, ἐπεί νύ ἑ θυμὸς ἀνώγει
ἦρα φέρειν καὶ κῦδος ἐΰφρονι Νηρηίνῃ.
καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων.
μεσσηγὺς δὲ πόληος ἰδ’ ευρέος Ἑλλησπόντου
Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃ
καῖον ὁμῶς ἵπποισι· μάχη δ’ ἐπέπαυτο φόνοιο,
οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην
εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς
λισσόμενος νέκυας πυρὶ καίεμεν· οἱ δ’ ἐπίθοντο
αἰδόμενοι κταμένους· οὐ γάρ σφισι μῆνις ὀπηδεῖ.
ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς,
δὴ τότ’ ἄρ’ Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο,
Τρῶες δ’ ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα,
ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο·
τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι·
τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων
Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα
δινήεις προΐησιν ἀεξόμενος Διὸς ὄμβρῳ.
υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς
τύμβον ἐς εὐρώεντα· κύσεν δ’ ὅ γε δάκρυα χεύων
στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος·
καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε·
‘χαῖρε πάτερ καὶ ἔνερθε κατὰ χθονός· οὐ γὰρ ἔγωγε
λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμ’ Ἀΐδαο·
ὡς εἴθε ζωόν σε μετ’ Ἀργείοισι κίχανον·
τῷ κε τάχ’ ἀλλήλοισι φρένας τερφθέντ’ ἐνὶ θυμῷ
Ἰλίου ἐξ ἱερῆς ληισσάμεθ’ ἄσπετον ὄλβον·
νῦν δ’ οὔτ’ ἄρ σύ γ’ ἐσεῖδες ἑὸν τέκος οὔτε σ’ ἔγωγε
εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι.
ἀλλὰ καὶ ὣς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος
σὸν δόρυ καὶ τεὸν υἷα μέγ’ ἐν δαῒ πεφρίκασι
δυσμενέες, Δαναοὶ γεγηθότες εἰσορόωσι
σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα.’
ὣς εἰπὼν ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν.
βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος
οὐκ οἶος· ἄμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες
Μυρμιδόνων, Φοῖνιξ δ’ ὁ γέρων μετὰ τοῖσιν ὀπήδει
λυγρὸν ἀναστενάχων περικυδέος ἀμφ’ Ἀχιλῆος.
νὺξ δ’ ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δ’ οὐρανὸν ἄστρα·
οἱ δ’ ἄρα δορπήσαντες ἕλονθ’ ὕπνον· ἔγρετο δ’ Ἠώς.
Ἀργεῖοι δ’ ἄρ’ ἔδυσαν ἐν ἔντεσι· τῆλε δ’ ἀπ’ αὐτῶν
αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα·
καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο
πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵ τε φέρονται
ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ·
ὣς οἵ γ’ ἐξεχέοντο πρὸ τείχεος, ὦρτο δ’ ἀϋτὴ
σμερδαλέη· μέγα δ’ αἶα περιστεναχίζετ’ ἰόντων.
Τρῶες δ’ εὖτ’ ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο,
θάμβησαν· πᾶσιν δὲ κατεκλάσθη κέαρ ἔνδον
πότμον ὀϊομένων· περὶ γὰρ νέφος ὣς ἐφαάνθη
λαὸς δυσμενέων· κανάχιζε δὲ τεύχεα φωτῶν
κινυμένων· ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν.
καὶ τότ’ ἄρ’ ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσος
Δηιφόβῳ καὶ θῆκε μάλ’ ἄτρομον, ἠὲ καὶ αὐτοῦ
θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρ’ ἀπὸ πάτρης
δυσμενέων ἀλεγεινὸν ὑπ’ ἔγχεϊ λαὸν ἐλάσσῃ·
θαρσαλέον δ’ ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν·
‘ὦ φίλοι, εἰ δ’ ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε
μνησάμενοι, στονόεντος ὅσα πτολέμοιο τελευτὴ
ἄλγἐ ἐπ’ ἀνθρώποισι δορυκτήτοισι τίθησιν·
οὐ γὰρ Ἀλεξάνδροιο πέλει πέρι μοῦνον ἄεθλος
οὐδ’ Ἑλένης, ἀλλ’ ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν
ἠδ’ ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων
πάσης τ’ ἀγλαΐης καὶ κτήσιος ἠδ’ ἐρατεινῆς
γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψοι
μᾶλλον, ἢ ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην
δυσμενέων· οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο
πῆμα μετ’ ἀνθρώποισιν ὀϊζυροῖσι τετύχθαι.
τοὔνεκ’ ἀπωσάμενοι στυγερὸν δέος ἀμφ’ ἐμὲ πάντες
καρτύνασθ’ ἐπὶ δῆριν ἀμείλιχον· οὐ γὰρ Ἀχιλλεὺς
ζωὸς ἔθ’ ἡμῖν ἄντα μαχήσεται, οὕνεκ’ ἄρ’ αὐτὸν
πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν,
ὃς νῦν λαὸν ἔγειρεν, ἔοικε δὲ μῆτ’ Ἀχιλῆα
μήτε τιν’ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης
μαρναμένους· τῷ μή τι φεβώμεθα μῶλον Ἄρηος,
εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες·
ἢ οὔπω τόδε οἴδατ’ ἀνὰ φρένας, ὡς ἀλεγεινοῖς
ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος,
ἐκ δ’ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ
Ζεὺς ἐπάγει μερόπεσσι δι’ ἠέρος εὔδιον ἦμαρ,
ἔκ τ’ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο
εἰρήνη; τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.’
ὣς φάτο· τοὶ δ’ ἐς Ἄρηα μεμαότες ἐντύναντο
ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ
μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.
ἔνθ’ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν
ἔντἐ ἀποιχομένῳ παρενήνεε δακρυχεούσα·
τῷ δ’ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ
τεύχεα πάντα φέρεσκον· ὁ δέ σφισιν ἄλλοτε μέν που
ἄχνυτ’ ὀδυρομένοις, ὁτὲ δ’ ἔμπαλι μειδιάασκε
παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον
ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐτοῦ·
ἄλλῷ δ’ αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν
ἀμφετίθει μελέεσσι κακῆς ἀλκτήρια χάρμης
πολλὰ παρηγορέων φίλον υἱέα, μηδενὶ εἴκειν
ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ
ταρφέα σήματ’ ἔχοντα παλαιῆς δηιοτῆτος.
ἀλλ’ ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν,
ἄστεος ἐξεχέοντο μέγ’ ἱέμενοι πολέμοιο
λευγαλέου· ταχέεσσι δ’ ἐφ’ ἱππήεσσιν ὄρουσαν
ἱππῆες· πεζοῖσι δ’ ἐπέχραον ἔθνεα πεζῶν·
ἅρμασι δ’ ἅρμαθ’ ἵκοντο καταντίον· ἔβραχε δὲ χθὼν
ἐς μόθον ἐσσυμένων· ἐπαΰτεε δ’ οἷσιν ἕκαστος
κεκλόμενος· τοὶ δ’ αἶψα συνήιον· ἀμφὶ δ’ ἄρα σφι
τεύχἐ ἐπεσμαράγησε· μίγη δ’ ἑκάτερθεν ἀϋτὴ
λευγαλέη· τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα
βαλλόμεν’ ἀμφοτέρωθεν· ὑπ’ ἔγχεσι δ’ ἀσπίδες ἀνδρῶν
θεινόμεναι κτυπέεσκον ἀάσχετον αἱ δ’ ὑπ’ ἀκόντων
καὶ ξιφέων· πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν
ἀνέρες οὐτάζοντο· φορύνετο δ’ ἔντεα φωτῶν
αἵματι. Τρωιάδες δ’ ἀπὸ τείχεος ἐσκοπίαζον
αἰζηῶν στονόεντα μόθον· πάσῃσι δὲ γυῖα
ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν
ἠδὲ κασιγνήτων· πολιοὶ δ’ ἅμα τῇσι γέροντες
ἕζοντ’ εἰσορόωντες· ἔδον δ’ ὑπὸ κήδεσι θυμὸν
παίδων ἀμφὶ φίλων· Ἑλένη δ’ ἐν δώμασι μίμνεν
οἴη ἅμ’ ἀμφιπόλοισιν· ἔρυκε γὰρ ἄσπετος αἰδώς.
οἱ δ’ ἄμοτονπονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες
γήθεον· οὐλομένη δ’ ἐπαΰτεεν ἀμφοτέροισι
μακρὸν Ἔρις βοόωσα· κόνις δ’ ἐρυθαίνετο λύθρῳ
κτεινομένων· ὀλέκοντο δ’ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.
Ἔνθ’ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα
[Νέστορος,] Ἱππασίδην, ὁ δ’ ἀφ’ ἅρματος αἰψηροῖο
ἤριπεν ἀμφὶ νέκυσσιν· ἄχος δέ οἱ ἔσχεν ἄνακτα·
δείδιε γάρ, μὴ δή μιν ἐφ’ ἡνία χεῖρας ἔχοντα
υἱὸς ἐῢς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν·
ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλ’ ἐπὶ δίφρον
ἆλτο θοῶς, ἵπποισι δ’ ἐκέκλετο μακρὰ τινάσσων
εὔληρ’, οὐδ’ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.
καὶ τοὺς μὲν Πριάμοιο πάϊς λίπεν, ἵκετο δ’ ἄλλων
ἐς πληθύν· πολέεσσι δ’ ὀλέθριον ὤπασεν ἦμαρ
ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ
θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δ’ ὑπὸ χερσὶ
μυρίοι ἐκτείνοντο· πέδον δ’ ἐστείνετο νεκρῶν.
ὡς δ’ ὅτ’ ἀν’ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης
δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,
ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν
σὺν πυρὶ δούρατα πολλά· τὰ δ’ ἄλλοθεν ἄλλα πεσόντα
πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δ’ ἐπιτέρπεται ἔργῳ·
ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ
ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι.
καί ῥ’ ὀι μὲν Τρώεσσιν ὁμίλεον, οἱ δ’ ἐφέβοντο
εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον· τοὺς δ’ ὕδατος εἴσω
Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο·
ὡς δ’ ὁπότ’ ἰχθυόεντος ἐπ’ ᾐόσιν Ἑλλησπόντου
δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες
κολπωθὲν ποτὶ γαῖαν, ἔσω δ’ ἁλὸς εἰσέτ’ ἐόντος
ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς
αἰνὸν ἐπὶ ξιφίῃσι φέρειν φόνον, ἄλλοθε δ’ ἄλλον
δάμναται, ὅν κε κίχῃσι, φόνῳ δ’ ἐρυθαίνεται ὕδωρ·
ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα
αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.
οὐδὲ μὲν οὐδ’ ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο,
ἀλλά σφεας ἐδάϊζεν Ἀχιλλέος ὄβριμος υἱὸς
ἀμφ’ ἄλλῃσι φάλαγξι· Θέτις δέ που εἰσορόωσα
τέρπετ’ ἐφ’ υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι·
τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι
πίπτεν ὁμῶς ἵπποισιν· ὁ δ’ ἑσπόμενος κεράϊζεν.
ἔνθ’ Ἀμίδην ἐδάϊξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ
ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητ’ ἐρατεινῆς
ἱππασίης· δὴ γάρ μιν ὑπ’ ἔγχεϊ τύψε φαεινῷ
ἐς νηδύν· αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν.
ἔγκατα δ’ ἐξεχύθησαν· ἕλεν δέ μιν οὐλομένη Κὴρ
ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα.
εἶλε δ’ ἄρ’ Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας
δουρὶ μέγα στομάχοιο ποτὶ στόμα, τὰν δ’ ὑπὸ λαιμόν,
καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.
ἄλλους δ’ ἔκτανεν αἰέν, ὅσους κίχε· τίς κεν ἐκείνους
ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο
χερσὶ Νεοπτολέμοιο; κάμεν δέ οἱ οὔποτε μυῖα·
ὡς δ’ ὁπότ’ αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι
πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν
ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης
ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν·
ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος,
Τυδείδης δ’ ἑτέρωθεν ἐϋμμελίης τ’ Ἀγαμέμνων
ἄλλοι τ’ ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο
προφρονέως ἀνὰ δῆριν ἀμείλιχον· οὐδὲ μὲν ἐσθλοῖς
Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ
ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον
χαζομένους· πολέες γε μὲν οὐκ ἀλέγοντες ἄνακτων
ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.
ὀψὲ δ’ ἄρ’ εἰσενόησε περὶ προχοῇσι Σκαμάνδρου
ὀλλυμένους Δαναοὺς κρατερὸς πάϊς Αἰακίδαο
αἰὲν ἐπασσυτέρους· λίπε δ’ οὓς πάρος αὐτόθ’ ἔναιρε,
φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε
κεῖς’ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.
αὐτὰρ ὅ γ’ αἶψ’ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων
σεύεσκεν μάστιγι ποτὶ κλόνον· οἱ δ’ ἐπέτοντο
ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.
οἶος δ’ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης
ἐμβεβαὼς ἵπποισι, περιτρομέει δ’ ἄρα μαῖα
ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο
τεύχἐ ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα·
τοῖος Ἀχιλλῆος κρατεροῦ πάϊς ἤιεν ἄντην
ἐσθλοῦ Δηιφόβοιο· κόνις δ’ ἐπαείρετο πολλὴ
ἵππων ἀμφὶ πόδεσσιν· ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ
Αὐτομέδων ἐνόησεν, ὅτις πέλεν· αἶψα δ’ ἄνακτι
τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφαύσκων·
‘ὦ ἄνα, Δηιφόβοιο πέλει στρατός, ὅς τε καὶ αὐτὸς
σεῖο πάροιθε τοκῆος ὑπέτρεμε· νῦν δέ οἱ ἐσθλὸν
ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος.’
ὣς ἄρ’ ἔφη· ὁ δ’ ἄρ’ οὔτι προσέννεπεν, ἀλλ’ ἔτι μᾶλλον
ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα
ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι.
ἀλλ’ ὅτε δή ῥ’ ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι,
δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο
ἔστη, ὅπως πῦρ αἰνόν, ὅθ’ ὕδατος ἐγγὺς ἵκηται·
θάμβεε δ’ εἰσορόων κρατερόφρονος Αἰακίδαο
ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔτι τοκῆος
μείονα. τοῦ δ’ ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν
ἄλλοτε μὲν φεύγειν, ὁτὲ δ’ ἀνέρος ἄντα μάχεσθαι·
ὡς δ’ ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων
θῶας ἀποσσεύῃσι, λέων δ’ ἑτέρωθι φανείη
ἔκποθεν ἐσσύμενος, τοῦ δ’ ἵσταται ἄσπετος ὁρμὴ
οὔτε πρόσω μεμαῶτος ἔτ’ ἐλθέμεν οὔτ’ ἄρ’ ὀπίσσω,
θήγει δ’ ἀφριόωντας ὑπὶ γναθμοῖσιν ὀδόντας·
ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις
πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί.
τὸν δ’ υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος·
‘Πριαμίδη, τί νυ τόσσον ἐπ’ Ἀργείοισι μέμηνας
χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν
φεῦγον ἐπεσσυμένοιο, σὺ δ’ ἔλπεο πολλὸν ἄριστος
ἔμμεναι; ἀλλὰ σοὶ εἴπερ ὑπὸ κραδίῃ μένος ἐστίν,
ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς.’
ὣς εἰπὼν οἴμησε λέων ὡς ἄντ’ ἐλάφοιο
ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο·
καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν,
εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων
ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο
ἥρπασε, καί μιν ἔθηκε ποτὶ πτόλιν, ᾗχι καὶ ἄλλοι
Τρῶες ἴσαν φεύγοντες· ὁ δ’ ἐς κενεὴν δόρυ τύψας
ἠέρα Πηλείδαο πάϊς ποτὶ μῦθον ἔειπεν·
‘ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ
ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις, ὅς σ’ ἐκάλυψε
νύκτα βαλὼν καθύπερθε, καὶ ἐκ κακότητος ἔρυσσεν.’
ὣς ἄρ’ ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων
εὖτ’ ὀμίχλην διέχευε· λύθη δ’ εἰς ἠέρα μακρήν·
αὐτίκα δ’ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών.
Τρῶας δ’ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας
Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δ’ ἄρα πατρὶ ἐοικὼς
ἀντία δυσμενέων, οἵ μιν φοβέοντο κιόντα·
ἠΰτε κῦμ’ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι
ναῦται, ὅ τ’ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται
εὐρὺ μάλ’ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος·
ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμφεχε Τρῶας.
τοῖον δ’ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι·
‘κλῦτε φίλοι καῖ θάρσος ἐνὶ στήθεσσι βάλεσθε
ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς
νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι
καὶ κλέος ἐκ πολέμοιο δυσηχέος· ἀλλ’ ἄγε θυμὸν
παρθέμενοι πονεώμεθ’ ὑπὲρ μένος, εἰσόκε Τροίης
πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ·
αἰδὼς γάρ, μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας
ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας·
τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην.’
ὣς φάτο· τοὶ δ’ ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν
θαρσαλέως, Τρώεσσι δ’ ἐπέδραμον· οἱ δὲ καὶ αὐτοὶ
προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δ’ αὖτε
ἔντοσθεν πυλέων ἀπὸ τείχεος· οὐδ’ ἀπέληγε
δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι
δυσμενέων στρατὸν αἰνόν, ἐϋσθενέων δ’ Ἀργείων
ἄστυ διαπραθέειν· ὀλοὴ δ’ ἔχε πάντας ὀϊζύς.
καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων
ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι
Λητοΐδης· τὸν δ’ αἶψα θοαὶ φορέεσκον ἄελλαι
τεύχεσι χρυσείοισι κεκασμένον· ἀμφὶ δὲ μακραὶ
μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι·
ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν· ἔβραχε δ’ αἰθὴρ
θεσπέσιον καὶ γαῖα μέγ’ ἴαχεν, εὖτ’ ἀκάμαντας
θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας· ἐκ δ’ ἐβόησε
σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δ’ Ἀχαιοῖς
μίμνειν αἱματόεντα κατὰ κλόνον. οὐδ’ Ἐνοσίχθων
ὄβριμος ἠγνοίησε· μένος δ’ ἐνέπνευσεν Ἀχαιοῖς
ἤδη τειρομένοισι· μάχη δ’ ἀΐδηλος ἐτύχθη
ἀθανάτων βουλῇσιν· ὄλοντο δὲ μυρία φῦλα
αἰζηῶν ἑκάτερθε. κοτεσσάμενος δ’ ἄρ’ Ἀπόλλων
Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἷ’ Ἀχιλῆος
αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα· τοῦ δ’ ἄρα θυμὸν
οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες,
ἄλλα τε σήματα πολλά· χόλος δέ οἱ οὐκέτ’ ἔμελλε
πείθεσθαι τεράεσσι· τὸ δ’ οὐ λάθε Κυανοχαίτην·
ἠέρι θεσπεσίῃ κεκαλυμμένος· ἀμφὶ δὲ ποσσὶ
νισσομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα·
τοῖον δ’ ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι·
‘ἴσχε κότον, καὶ μήτι πελώριον υἷ’ Ἀχιλῆος
κτείνῃς· οὐδὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο
γηθήσει· μέγα δ’ ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν
ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφ’ Ἀχιλῆα·
ἀλλ’ ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς,
αἶψα δ’ ἀναρρήξας μεγάλης χθονὸς αἰπὺ βέρεθρον
αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν
θήσω ὑπὸ ζόφον εὐρύν· ἄχος δέ τοι ἔσσεται αὐτῷ.’
ὣς φάθ’· ὁ δ’ ἁζόμενος μέγ’ ἀδελφεὸν οἷο τοκῆος
δείσας τ’ ἀμφὶ πόληος ἐϋσθενέων θ’ ἅμα λαῶν
χάσσατ’ ἐς οὐρανὸν εὐρύν, ὁ δ’ εἰς ἅλα. τοὶ δ’ ἐμάχοντο
ἀλλήλους ὀλέκοντες, Ἔρις δ’ ἐπετέρπετο χάρμῃ,
μέσφ’ ὅτε δὴ Κάλχαντος ὑπ’ ἐννεσίῃσιν Ἀχαιοὶ
ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο·
οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ,
πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν
ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος.
καὶ τὸ μὲν ἢ ἀγαθοῖσιν ἐπεφράσατ’ οἰωνοῖσιν,
ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐπέδρακεν· οὐ γὰρ ἄϊδρις
μαντοσύνης ἐτέτυκτο· θεὸς δ’ ὣς ᾔδεε πάντα.
τῷ πίσυνοι στονόεντος, ἀποιχόμενοι πολέμοιο
Ἀτρεῖδαι προέηκαν ἐϋκτιμένην ποτὶ Λῆμνον
Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τ’ Ὀδυσῆα
νηὶ θοῇ τοὶ δ’ αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο
ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης,
Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον
ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες
ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔτι τίεσκον,
ἀλλ’ ἄρα δμωιάδεσσι παρευνάζοντο γυναιξὶ
Θρηικίῃς, τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν
πέρθοντές ποτε γαῖαν ἀρηιφίλων Θρηΐκων·
αἱ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος
θυμὸν ἀνοιδήσαντο, φίλους δ’ ἀνὰ δώματ’ ἀκοίτας
κτεῖνον ἀνηλεγέως, ὑπὸ χείρεσιν, οὐδ’ ἐλέησαν
κουριδίους περ ἐόντας· ἐπεὶ μέγα μαίνεται ἦτορ
ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ
ἀμφιπέσῃ· κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι·
ἀλλ’ αἵ γε σφετέροισιν ἐπ’ ἀνδράσι πῆμ’ ἐβάλοντο
νυκτὶ μιῇ, καὶ πᾶσαν ἐχηρώσαντο πόληα
παρθέμεναι φρεαὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος.
οἱ δ’ ὅτε δὴ Λῆμνον ζαθέην κίον ἠδὲ καὶ ἄντρον
λαΐνεον, τόθι κεῖτο πάϊς Ποίαντος ἀγαυοῦ,
δὴ τότ’ ἄρα σφίσι θάμβος ἐπήλυθεν, εὖτ’ ἐσίδοντο
ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντ’ ὀδύνῃσι
κεκλιμένον στυφελοῖο κατ’ οὔδεος· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο·
ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ
λευγαλέου· δὴ γάρ μιν ἐπὴν ἕλε λιμὸς ἀτερπής,
βάλλεν ἀάσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε·
καὶ τὰ μὲν ἄρ κατέδαπτε, τὰ δὲ πτερά οἱ περίβαλλε.
φύλλα δέ οἱ παρέκειτο, τά θ’ ἕλκεος οὐλομένοιο
ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης.
αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο
θηρὸς ὅπως ὀλοοῖο, τὸν ἀργαλέης δόλος ἄγρης
μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δ’ ὑπ’ ἀνάγκης
τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι
κόψας εἰς ἑὸν ἄντρον ἀφίκεται, ἀμφὶ δέ οἱ κῆρ
τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι·
ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατ’ ἀνίη·
καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δ’ ὀστέα μοῦνον
ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἀμφέχυτ’ αὐχμὴ
λευγαλέον ῥυπόωντος· ἀνιηρὸν δέ μιν ἄλγος,
δάμνατο· κοῖλαι δ’ ἔσκον ὑπ’ ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ
αἰνῶς τειρομένοιο· γόος δέ μιν οὔποτ’ ἔλειπεν,
οὕνεκά οἱ μέλαν ἕλκος, ἐς ὀστέον ἄχρις ἱκέσθαι,
πυθόμενον καθύπερθε λυγραὶ ὑπέρεπτον ἀνῖαι.
ὡς δ’ ὅτ’ ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης
πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη
δάμναθ’ ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν,
θεινομένης δ’ ἄρα τῆς ἀνέμῳ καὶ χείματι λάβρῳ
χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ·
ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο
ἰοῦ ἄπο, στυφελοῖς τόν οἱ ἐνομόρξατ’ ὀδοῦσι
λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε
ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα
ἠελίοιο μένος· τῷ καὶ μέγα φέρτατον ἄνδρα
τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντ’ ὀδύνῃσιν·
ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο
ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου
θαῦμα μέγ’ ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι.
καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ
ἰῶν πεπληθυῖα· πέλοντο δ’ ἄρ’ οἱ μὲν ἐπ’ ἄγρην,
οἱ δ’ ἐς δυσμενέας, τοὺς ἄμφεχε λοίγιον ὕδρου
φάρμακον αἰνομόροιο· πάροιθε δέ οἱ μέγα τόξον
κεῖτο πέλας, γναμπτοῖσιν ἀρηράμενον κεράεσσι
χερσὶν ὑπ’ ἀκαμάτῃσι τετυγμένον Ἡρακλῆος.
τοὺς δ’ ὁπότ’ εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας,
ἐσσυμένως οἴμησεν ἐπ’ ἀμφοτέροισι τανύσσαι
ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ,
οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο
μοῦνον ἐρημαίοισιν ἐπ’ αἰγιαλοῖσι θαλάσσης.
καί νύ κεν αἶψ’ ἐτέλεσσεν, ἅ οἱ θρασὺς ἤθελε θυμός,
εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη
ἀνέρας εἰσορόωντος ὁμήθεας· οἱ δέ οἱ ἄγχι
ἤλυθον ἀχνυμένοισιν ἐοικότε· καί ῥά μιν ἄμφω
ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν
ἕλκεος ἀμφ’ ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων
εἴροντ’· αὐτὰρ ὁ τοῖσιν ἑὰς διεπέφραδ’ ἀνίας.
οἱ δέ ἑ θαρσύνεσκον· ἔφαντο δέ οἱ λυγρὸν ἕλκος
ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,
ἢν στρατὸν εἰσαφίκηται Ἀχαιικόν, ὅν ῥα καὶ αὐτὸν
φάντο μέγ’ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς
Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔτιν’ Ἀχαιῶν
αἴτιον ἔμμεν’ ἔφαντο κατὰ στρατόν, ἀλλ’ ἀλεγεινὰς
μοίρας, ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν,
ἀλλ’ αἰεὶ μογεροῖσιν ἐπ’ ἀνδράσιν ἀπροτίοπτοι
στρωφῶντ’ ἤματα πάντα, βροτῶν γένος ἄλλοτε μέν που
βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δ’ αὖτε
ἔκποθι κυδαίνουσαι· ἐπεὶ μάλα πάντα βροτοῖσι
κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται
αὐταὶ ὅπως ἐθέλουσιν. ὁ δ’ εἰσαΐων Ὀδυσῆος
ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν
ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,
ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσς’ ἐπεπόνθει.
οἱ δέ μιν αἶψ’ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους
καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις·
καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος
σπόγγῳ ἐϋτρήτῳ, κατὰ δ’ ἔκλυσαν ὕδατι πολλῷ.
ἀμπνύνθη δ’ ἄρα τυτθόν· ἄφαρ δέ οἱ ἐγκονέοντες
δόρπον ἐῢν τεύξαντο μεμαότι· σὺν δὲ καὶ αὐτοὶ
δαίνυντ’ ἔνδοθι νηός. ἐπήλυθε δ’ ἀμβροσίη νύξ,
τοῖσι δ’ ἐφ’ ὕπνος ὄρουσε· μένον δ’ ἄχρις Ἠριγενείης
ἀμφιάλου Λήμνοιο παρ’ ᾐόσιν· αὐτὰρ ἅμ’ ἠοῖ
πείσμαθ’ ὁμῶς εὐνῇσιν ἐϋγνάμπτοισιν ἄειραν
ἔκτοθεν ἐγκονέοντες· ἐπιπροέηκε δ’ Ἀθήνη
ἐξόπιθεν πνείοντα τανυπρώρου νεὸς οὖρον.
ἱστία δ’ αἶψ’ ἐτάνυσσαν ὑπ’ ἀμφοτέροισι πόδεσσι,
νῆα κατιθύνοντες ἐΰζυγον· ἡ δ’ ὑπ’ ἰωῇ
ἔσσυτ’ ἐπὶ πλατὺ χεῦμα· μέλαν δ’ ἀμφέστενε κῦμα
ῥηγνύμενον· πολιὸς δὲ περίζεε πάντοθεν ἀφπός·
ἀθφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο
ῥίμφα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.
οἱ δ’ ἄφαρ Ἑλλήσποντον ἐπ’ ἰχθυόεντ’ ἀφίκοντο,
ᾗχι καὶ ἄλλαι νῆες ἔσαν· κεχάροντο δ’ Ἀχαιοί,
ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. οἱ δ’ ἄρα νηὸς
ἀσπασίως ἀπέβησαν· ἔχεν δ’ ἄρα χεῖρας ἀραιὰς
Ποίαντος θρασὺς υἱὸς ἐπ’ ἀνέρας, οἵ ῥά μιν ἄμφω
λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον
ἀμφοτέρων κρατερῇσιν ἐπικλινθέντα χέρεσσιν·
ἠΰτ’ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν
φηγὸν ὑφ’ ὑλοτόμοιο βίης ἤ πίονα πεύκην
τυτθὸν ἔθ’ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ.
πρέμνον ὑποτμήγων λιπαρόν, δάος ὄφρα πέληται
πίσσα πυρὶ δμηθεῖσα κατ’ οὔρεα, τὴν δ’ ἀλεγεινῶς
ἀχθομένην ἄνεμός τε καὶ ἀδρανίη ποτικλίνῃ
ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν·
ὣς ἄρ’ ὑπ’ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα
θαρσαλέοι ἥρωες ἐπικλινθέντα φέρεσκον
Ἀργείων ἐς ὅμιλον ἀρήιον· οἱ δ’ ἐσιδόντες
ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ
ἕλκεϊ τειρόμενον· τὸν δὲ στερεὸν καὶ ἄνουσον
ὠκύτερον ποίησε νοήματος αἰψηροῖο
ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε
πάσσων φάρμακα πολλὰ καθ’ ἕλκεος, εὖ δὲ κικλήσκων
οὔνομα πατρὸς ἑοῖο· θοῶς δ’ ἰάχησαν Ἀχαιοὶ
πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.
καί μιν φαιδρύναντο καὶ ἀμφί ἑ χρῖσαν ἐλαίῳ
προφρονέως· ὀλοὴ δὲ κατηφείη καὶ ὀϊζὺς
ἀθανάτων ἰότητι κατέφθιτο· τοὶ δ’ ἀνὰ θυμὸν
τέρποντ’ εἰσορόωντες· ὁ δ’ ἄμπνυεν ἐκ κακότητος·
ἀχροίῃ δ’ ἄρ’ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ
ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δ’ ἅψεα πάντα.
ὡς δ’ ὁπότ’ ἀλδαίνηται ἐπὶ σταχύεσσιν ἄρουρα,
ἣν τὸ πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ
ὄμβρος ἐπιβρίσας, ἡ δ’ ἀλδομένη ἀνέμοισι
μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ·
ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε
πᾶν δέμας αἶψ’ ἀνέθηλεν· ἐϋτροχάλῳ δ’ ἐνὶ κοίλῃ
κάλλιπε κήδεα πάντα, τά οἱ περιδάμνατο θυμόν.
Ἀτρεῖδαι δ’ ὁρόωντες ἅτ’ ἐκ θανάτου ἀνιόντα
ἀνέρα θαυμάζεσκον· ἔφαντο γὰρ ἔμμεναι ἔργον
ἀθανάτων· τὸ δ’ ἄρ’ ἦεν ἐτήτυμον, ὡς ἐνόησαν·
καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν
ἐσθλὴ Τριτογένεια· φάνη δ’ ἄφαρ, οἷος ἔην περ
τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι.
καὶ τότ’ ἄρ’ ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο
πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα·
καί μιν κυδαίνοντες ἐπ’ εἰλαπίνῃσι γέραιρον.
ἀλλ’ ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,
δὴ τότε μιν προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
‘ὦ φίλ’, ἐπειδή περ σὲ θεῶν ἰότητι πάροιθε
Δήμνῳ ἐν ἀμφιάλῳ λίπομεν, βλαφθέντε νόημα,
μὴ δὴ νῦν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι·
οὐ γάρ ἄνευ μακάρων τάδ’ ἐρέξαμεν, ἀλλά που αὐτοὶ
ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι
σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀϊστοῖς
δυσμενέας δάμνασθαι, ὅτ’ ἀντία σεῖο μάχονται.
ἀνδράσι γὰρ βιότοιο πολυπλάγκτοιο κέλευθοι
πᾶσαν ἀν’ ἤπειρον πέλαγός τ’ ἀνὰ μακρὸν ἄϊστοι
Μοιράων ἰότητι πολυσχιδέες τε πέλονται,
πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη·
τῶν δὲ δι’ αἰζηοὶ φορέονθ’ ὑπὸ δαίμονος Αἴσῃ
εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο
σευομένοις· ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ
πολλάκις, οὐκ ἐσθλὸς δ’ ἀγαθῇ· τὰς δ’ οὔτ’ ἀλέασθαι
οὔτ’ ἄρ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατ’ ἀνήρ·
χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθ’ ὑπ’ ἀέλλαις
οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀϊζύν.
ἀλλ’ ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,
ἐξαῦτις δώροισιν ἀρεσσόμεθ’ ἀπλήτοισι,
Τρώων ἤν ποθ’ ἕλωμεν ἐϋκτίμενον πτολίεθρον·
νῦν δὲ λάβ’ ἑπτὰ γυναῖκας ἐείκοσί τ’ ὠκέας ἵππους
ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν
τέρψεις ἤματα πάντα· καὶ ἐν κλισίῃσιν ἐμῇσιν
αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται.’
ὣς εἰπὼν ἥρωι πόρεν περικαλλέα δῶρα.
τὸν δ’ ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός·
‘ὦ φίλος, οὔ τοι ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ
Ἀργείων, τῶν εἴ τις ἔτ’ ἤλιτεν εἵνεκ’ ἐμεῖο·
οἶδα γάρ, ὡς στρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς,
οὐδ’ αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδ’ ἀσύφηλον,
ἀλλ’ ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δ’ ἤπιον εἶναι.
νῦν δ’ ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι
βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν.’
ὣς εἰπών ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε
σφῶν ἑτάρων· οἱ δ’ αἶψα φιλοπτολέμῳ βασιλῆι
εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες·
αὐτὰρ ὅ γ’ ἀσπασίως κατελέξατο μέχρις ἐπ’ ἠώ.
νὺξ δ’ ἀνεχάσσατο δῖα· φάος δ’ ἐρύθηνε κολώνας
ἠελίου, καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα.
Ἀργεῖοι δ’ ὀλοοῖο μέγ’ ἱέμενοι πολέμοιο
οἱ μὲν δούρατα θῆγον ἐΰξοα, τοὶ δὲ βέλεμνα,
ἄλλοι δ’ αἰγανέας· ἅμα δ’ ἠοῖ δαῖτα πένοντο
αὐτοῖς ἠδ’ ἵπποισι· πάσαντο δὲ πάντες ἐδωδήν.
τοῖσιν δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱός
τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι·
‘εἰ δ’ ἄγε νῦν πολέμοιο μεδώμεθα· μηδέ τις ἡμέων
μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι
Τροίης εὐπύργοιο, καταπρῆσαί τε πόληα.’
ὣς φάτο· τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγ’ ἰάνθη·
δῦσαν δ’ ἐν τεύχεσσι καὶ ἀσπάσιν· ἐκ δ’ ἄρα νηῶν
πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσεύοντο
καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν·
ἄλλος δ’ ἄλλον ἔρειδε κατὰ στίχας· οὐδέ κε φαίης
κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπ’ ἄλλου·
ὣς ἄρ’ ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισι

Τρῶες
δ’ αὖτ’
ἔκτοσθεν
ἔσαν
Πριάμοιο
πόληος
πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδέ ἵπποις
ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ
δειδιότες, μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.
τοὺς δ’ ὡς οἶν ἐσίδοντο ποτὶ πτόλιν ἀΐσσοντας,
ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμα βάλοντο
σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες
τοῖσι δ’ ἄρ’ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε
Πουλυδάμας, ὁ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων·
‘ὦ φίλοι, οὐκέτ’ ἀνεκτὸς ἐφ’ ἡμῖν μαίνεται Ἄρης·
ἀλλ’ ἄγε δὴ φραζώμεθ’, ὅπως πολέμοιό τι μῆχος
εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.
νῦν δ’ ἄγε δὴ πύργοισιν ἐϋδμήτοις ἐπιβάντες
μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,
εἰσόκε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται,
ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες
ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς
ῥῆξαι τείχεα μακρά καὶ εἰ μάλα πολλὰ κάμωσιν·
οὐ γὰρ ἀβληχρὰ θεοῖσι τετεύχαται ἄφθιτα ἔργα.
οὐδέ τί που βρώμης ἐπιδευόμεθ’ οὐδὲ ποτῆτος·
πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις
ἔμπεδον εἴδατα κεῖται, ἅπερ πολέεσσι καὶ ἄλλοις
πολλὸν ἐπὶ χρόνον ἔσσετ’ ἀγειρομένοισιν ἐδωδὴ
ἐς κόρον, εἰ καὶ ἔτ’ ἄλλος ἐελδομένοισιν ἵκηται
τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων.’
ὣς φάτο· τὸν δ’ ἐνένιπε θρασὺς πάϊς Ἀγχίσαο·
‘Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι,
ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν;
οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδ’ Ἀχαιοί,
ἀλλ’ ἄρ’ ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες·
νῶιν δ’ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ,
ἤν πως ἐνθάδε πουλὺν ἐπὶ χρόνον ἀμφιμάχωνται·
οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει
ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει
οἶνον Μαιονίηθεν· ἀνιηρῷ δ’ ὑπὸ λιμῷ
φθισόμεθ’ ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνει.
ἀλλ’ εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι,
μηδ’ ἄρ’ ὀϊζυρῶς θανέειν πολυαχθέι λιμῷ
μέλλομεν, εἰν ἔντεσσι σὺν ἡμετέροις τεκέεσσι
καὶ γεραροῖς πατέρεσσι μαχώμεθα· καί ῥά ποθι Ζεὺς
χραισμήσει· κείνου γὰρ ἀφ’ αἵματός εἰμεν ἀγαυοῦ·
εἰ δέ κεν ἂρ καὶ κείνῳ ἀπεχθόμενοι τελέθωμεν,
εὐκλειῶς, τάχ’ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης
βέλτερον, ἠὲ μένοντας ὀϊζυρῶς ἀπολέσθαι.’
ὣς φάτο· τῷ δ’ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.
αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι
φράχθεν ἐπ’ ἀλλήλους· ἐπὶ δ’ ἀκαμάτου Διὸς ὄσσε
δέρκετ’ ἀπ’ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα
Τρῶας ἐπ’ Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου,
ὄφρα μάχην ἀλίαστον ἐπ’ ἀμφοτέροισι τανύσσῃ
λαοῖς· ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι
χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφ’ ἀλόχοιο.
τοὺς δ’ ἄγεν εἰς ἔνα χῶρον Ἔρις μεδέουσα κυδοιμὸν
οὔτινι φαινομένη· περὶ γὰρ νέφος ἄμφεχεν ὤμους
αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν
ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτ’ Ἀχαιῶν·
τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο
πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες·
ἡ δὲ μέγ’ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα·
τεύχεα δ’ ἐξ ἀδάμαντος ἔχεν πεπαλαγμένα λύθρῳ·
πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα· τῆς δ’ ὑπὸ ποσσὶ
κίνυτο γαῖα μέλαινα· πυρὸς δ’ ἄμπνειεν ἀϋτμὴν
σμερδαλέον· μέγα δ’ αἰὲν ἀΰτεεν ὀτρύνουσα
αἰζηούς· οἱ δ’ αἶψα συνήιον ἀρτύνοντες
ὑσμίνην· δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον.
τῶν δ’ ὡς ἢ ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων
εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη
φύλλα φύει, ἢ ὡς ὅτ’ ἀν’ ἀζαλέην ξύλοχον πῦρ
αἰθόμενον βρομέει, ἢ ὡς μέγα πόντος ἀπείρων
μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος
γίνετ’ ἀπειρέσιος, τρόμεει δ’ ὕπο γούνατα ναυτέων·
ὣς τῶν ἐσσυμένων μέγ’ ὑπέβραχε γαῖα πελώρη·
ἐν δέ σφιν πέσε δῆρις· ἐπ’ ἄλλῳ δ’ ἄλλος ὄρουσε.
πρῶτος δ’ Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα
υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ
γῇ ἔνι Βοιωτῶν, ὁ δ’ ἅμα Προθοήνορι δίῳ
ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι·
τόν ῥα τότ’ Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας
νοσφίσατ ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο.
τῷ δ’ ἔπι Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν
Ὕλλον ἐϋγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι,
ὃν τέκε δἶ Ἀρέθουσα παρ’ ὕδασι Ληθαίοιο
Κρήτῃ ἐν ἀμφιάλῳ· μέγα δ’ ἤκαχεν Ἰδομενῆα.
αὐτὰρ Πηλείδαο πάϊς δυοκαίδεκα φῶτας
Τρώων αὐτίκ’ ὄλεσσεν ὑπ’ ἔγχεϊ πατρὸς ἑοῖο·
Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε
Ὑσμινόν τε καὶ Ἰμβράσιον Σχέδιόν τε Φλέγην τε
Μνήσαιόν τ’ ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνοόν τε
καὶ Φάσιν ἠδὲ Γαληνόν, ὃς οἰκία ναιετάασκε
Γαργάρῳ αἰπεινῇ, μετὰ δ’ ἔπρεπε μαρναμένοισι
Τρωσὶν ἐϋσθενέεσσι, κίεν δ’ ἅμ’ ἀπείρονι λαῷ
ἐς Τροίην· μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ
Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα,
νήπιος· οὐδ’ ἄρ’ ἐφράσσαθ’ ἑὸν μόρον· ἦ γὰρ ἔμελλεν
ἐσσυμένως ὀλέεσθαι ὑπ’ ἀργαλέου πολέμοιο,
πρὶν δόμον ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι.
καὶ τότε Μοῖρ’ ἀΐδηλος ἐπέτραπεν Ἀργείοισιν
Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο.
ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας
πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπ’ ὀλέθρῳ.
δάμνατο δ’ ἄλλοθεν ἄλλον ἀνηλέϊ θηρὶ ἐοικώς·
οἱ δέ μιν οὐχ ὑπέμειναν ἐφ’ ὑστατίῃ βιότοιο
αἰνὸν μαιμώωντι καὶ οὐκ ἀλέγοντι μόροιο·
καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κείνῃ,
εἰ μή οἱ χεῖρές τε κάμον καὶ δούρατος αἰχμὴ
πάμπαν ἀνεγνάμφθη· ξίφεος δέ οἱ οὐκέτι κώπη
ἔσθενεν· ἀλλά μιν Αἶσα διέκλασε· τὸν δ’ ὑπ’ ἄκοντι
τύψε κατὰ στομάχοιο Μέγης· ἀνὰ δ’ ἔβλυσεν αἷμα
ἐκ στόματος· τῷ δ’ αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη.
τοῦ δ’ ἄρ’ ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ
Δηιλέων τε καὶ Ἀμφίων ἀπὸ τεύχἐ ἑλέσθαι
ὥρμαινον· τοὺς δ’ αὖτε θρασὺ σθένος Αἰνείαο
δάμνατο μαιμώωντας ὀϊζυρῶς περὶ νεκρῷ.
ὡς δ’ ὅτ ἐν οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ
σφῆκας τερσομένῃσι περὶ σταφυλῇσι δαμάσσῃ,
οἱ δ’ ἄρ’ ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης·
ὣς τοὺς αἶψ’ ἐδάμασσε πρὶν ἔντεα ληίσσασθαι.
Τυδείδης δὲ Μένοντα καὶ Ἀμφίνοον κατέπεφνεν
ἄμφω ἀμύμονε φῶτε· Πάρις δ’ ἕλε Δημολέοντα
Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε
πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο,
ἤλυθε δ’ ἐς Τροίην ὑπ’ ἀρηιθόῳ Μενελάῳ·
καί ἑ Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀϊστῷ
δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε.
Τεῦκρος δὲ Ζέχιν εἷλε περικλυτὸν υἷα Μέδοντος,
ὅς ῥά τε ναιετάασκεν ἐνὶ Φρυγίῃ πολυμήλῳ
ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων,
ᾗχί ποτ’ Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν
ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη
οὐρανόθεν· δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο
ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, ἧς ἔτι νῦν περ
εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν· ἀμφὶ γὰρ αὐτῇ
ἐκκέχυτ’ ἐν ξυλόχοισι βοῶν γλάγος· οἱ δέ νυ φῶτες
θηεῦντ’ εἰσέτι κεῖνο· τὸ γὰρ μάλα τηλόθι φαίης
ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δ’ ἵησι
λευκὸν ὕδωρ, καὶ βαιὸν ἀπόπροθεν ὁππόθ’ ἵκηται,
πήγνυται, ἀμφὶ ῥέεθρα, πέλει δ’ ἄρα λάϊνον οὖδας.
Ἀλκαίῳ δ’ ἐπόρουσε Μέγης Φυλήιος υἱός·
καί ῥά μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν
ἐγχείῃ· τοῦ δ’ ὦκα λύθη πολυήρατος αἰών·
οὐδέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα
καίπερ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες,
Φύλλις ἐΰζωνος καὶ Μάργασος, οἵ ῥ’ ἐνέμοντο
Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τ’ ἀλεγεινῶς
Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα
συμφέρετ’ ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.
Γλαύκου δ’ ἐσθλὸν ἑταῖρον ἐϋμμελίην Σκυλακῆα
υἱὸς Ὁϊλῆος σχεδὸν οὔτασεν ἀντιόωντα
βαιὸν ὑπὲρ σάκεος· διὰ δὲ πλατὺν ἤλασεν ὦμον
αἰχμὴ ἀνιηρὴ· περὶ δ’ ἔβλυσεν αἷμα βοείῃ.
ἀλλά μιν οὔτι δάμασσεν· ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ
δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης·
εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί,
δὴ τότ’ ἄρ’ ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν
οἶος ἄνευθ’ ἑτάρων· τὸν δ’ ἄστεος ἄγχι γυναῖκες
ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν
εἴρονθ’· ὃς δ’ ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων·
αἱ δ’ ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖον
δάμναντ’, οὐδ’ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,
ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν·
καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη
πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου,
τῷ ἔνι κυδαλίμης Τιτηνίδος ἀγχόθι πέτρης·
ἀλλ’ ὁ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπ’ ὀλέθρῳ
ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο
τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔποτε τιμή.
Ποίαντος δ’ ἐπὶ τοῖσι πάϊς κτάνε Δηιονῆα
ἠδ’ Ἀντήνορος υἱὸν ἐϋμμελίην Ἀκάμαντα·
ἄλλων δ’ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον·
θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέϊ ἶσος Ἄρηι
ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει
πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις
ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,
ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε
εἴργουσιν προβλῆτες ἀάσπετα παφλάζοντα·
ὣς οὔτις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα
ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι·
ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν.
τεύχεσι δ’ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος
δαιδαλέοις· περὶ γάρ οἱ ἐνὶ ζωστῆρι φαεινῷ
ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες
σμερδαλέοι, καὶ λυγρὸν ὑπ’ ὀφρύσι μειδιόωσαι
πορδάλιες· τῶν δ’ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι
καὶ σύες ἀργιόδοντες ἐϋσθενέες τε λέοντες
ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ
ὑσμῖναι ἐνέκειντο μετ’ ἀργαλέοιο φόνοιο·
δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.
ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο·
ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,
Ἄργον, ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν·
ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο
βλήμενος ἐκ δίφροιο· καταιθομένης δ’ ἄρα γαίης
ὡς ἐτεόν περ ἄητο μέλας ἐνὶ ἠέρι καπνός·
Περσεὺς δ’ ἀντίθεος βλοσυρὴν ἐδάϊζε Μέδουσαν,
ἄστρων ᾗχι λοετρὰ πέλει καὶ τέρματα γαίης
πηγαί τ’ ὠκεανοῖο βαθυρρόου, ἔνθ’ ἀκάμαντι
ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη νύξ·
ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάϊς Ἰαπετοῖο
Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ
δεσμῷ ἐν ἀρρήκτῳ· κεῖρεν δέ οἱ αἰετὸς ἦπαρ
αἰὲν ἀεξόμενον· ὁ δ’ ἄρα στενάχοντι ἐῴκει.
καὶ τὰ μὲν ἄρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο
ὀβρίμῳ Ἡρακλῆι· ὁ δ’ ὤπασε παιδὶ φορῆναι
Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν.
αὐτὰρ ὁ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς.
ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀϊστοὺς
νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο
θαρσαλέως· τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.
ἥκε δ’ ἀπὸ νευρῆφι θοὸν βέλος· ἡ δ’ ἰάχησεν
ἰοῦ ἀπεσσυμένοιο· τὸ δ’ οὐχ ἅλιον φύγε χειρῶν·
καί ῥ’ αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν,
ἀλλ’ ἔβαλεν Κλεόδωρον ἀγακλειτόν περ ἐόντα
βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δ’ ἄχρις ἐς ὦμον·
οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον·
ἀλλ’ ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπ’ ὤμων
Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας
βουπλῆγι στιβαρῷ· ὁ δ’ ἐχάσσατο μαρνάμενός περ
αἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς
ἄλλοθεν ἀΐξας· ὣς γάρ νύ που ἤθελε δαίμων
θήσειν αἰνὸν ὄλεθρον ἐΰφρονος υἱέϊ Λέρνου,
ὃν τέκετ’ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.
τὸν δ’ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,
δὴ τότε που Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς
ἐμμεμαὼς θοὰ τόξα τιταίνων οἱ μέγ’ ἀΰτει·
‘ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρ’ ἀΐδηλον
δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν·
καί κεν ἀναπνεύσουσιν, ὅσοι σέθεν εἵνεκα λυγροῦ
τείροντ’ ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετ’ ὀλέθρου
ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.’
ὣς εἰπὼν νευρὴν μὲν ἐΰστροφον ἀγχόθι μαζοῦ
εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς
ἰθύνθη, τόξον δ’ αἰνὴ ὑπερέσχεν ἀκωκὴ
τυτθὸν ὑπ’ αἰζηοῖο βίῃ· μέγα δ’ ἔβραχε νευρὴ
ἰοῦ ἀπεσσυμένοιο δυσηχέος· οὐδ’ ἀφάμαρτε
δῖος ἀνήρ· τοῦ δ’ οὔτι λύθη κέαρ, ἀλλ’ ἔτι θυμῷ
ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,
ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.
ἐξαῦτις δ’ ὅ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς
ἰῷ ἐϋγλώχινι βάλεν βουβῶνος ὕπερθε
Ποίαντος φίλος υἱός· ὁ δ’ οὐκέτι μίμνε μάχεσθαι,
ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, ὅς τε λέοντα
ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν·
ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς
χάζετ’ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ
ἀλλήλους ὀλέκοντες· ἐν αἵματι δ’ ἔπλετο δῆρις
κτεινομένων ἑκάτερθε· νεκροὶ δ’ ἐπέκειντο νέκυσσι
πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ
ἢ χιόνος νιφάδεσιν, ὅτ’ οὔρεα μακρὰ καὶ ὕλην
Ζηνὸς ὑπ’ ἐννεσίῃς ζέφυρος καὶ χεῖμα παλύνει·
ὣς οἵ γ’ ἀμφοτέρωθεν ἀνηλέϊ Κηρὶ δαμέντες
ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.
αἰνὰ δ’ ἀνεστενάχιζε Πάρις· περὶ δ’ ἕλκεϊ θυμὸν
τείρετο· τὸν δ’ ἀλύοντα τάχ’ ἄμφεπον ἰητῆρες.
Τρῶες δ’ εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δ’ ἐπὶ νῆας
κυανέας ἀφίκοντο θοῶς· τοὺς γάρ ῥα κυδοιμοῦ
νύξ ἀπέπαυσε μέλαινα, μόγον δ’ ἐξείλετο γυίων
ὕπνον ἐπὶ βλεφάροισι πόνου ἀλκτῆρα χέασα.
ἀλλ’ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠώ·
οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν
παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν
Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ κῆρας ἀλύξαι,
ἢν ἐθέλῃ· ὁ δ’ ἄρ’ αἶψα θεοπροπίῃσι πιθήσας
ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη
κουριδίης εἰς ὦπα· λυγροί γε μὲν ἀντιόωντες
κὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἱ δ’ ἀνὰ χεῖρα
σκαιὴν ἀΐσσοντες· ὁ δέ σφεας ἄλλοτε μέν που
δείδιεν εἰσορόων, ὁτὲ δ’ ἀκράαντα πέτεσθαι
ἔλπετο· τοὶ δέ οἱ αἰνὸν ὑπ’ ἄλγεσι φαῖνον ὄλεθρον.
ἷξε δ’ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δ’ ἐσιδοῦσαι
ἀμφίπολοι θάμβησαν ἀολλέες ἠλὲ δαὶ αὐτὴ
Οἰνώνη· ὁ δ’ ἄρ’ αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς,
λυγρῇ ὑπ’ ὠτειλῇ δεδμημένος, ἥ οἱ ἄεξεν
ἀμφὶ μέλαιν’ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι
μυελὸν ἐς λιπόωντα δι’ ὀστέου, οὕνεκα νηδὺν
φάρμακον αἰνὸν ἔπυθε κατ’ οὐτάμενον χρόα φωτός.
τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ·
ὡς δ’ ὅτε τις νούσῳ τε καὶ ἀργαλέῃ μέγα δίψῃ
αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,
ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς
ψυχή οἱ πεπότητ’ ἐπὶ χείλεσιν αὐαλέοισιν
ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·
ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ·
καί ῥ’ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν·
‘ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ
ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι
χήρην, οὐκ ἐθέλων περ· ἄγον δέ με Κῆρες ἄφυκτοι
εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι
σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα.
ἀλλ’ ἄγε, πρός τε θεῶν, οἵ τ’ οὐρανὸν ἀμφινέμονται,
πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος,
ἤπιον ἔνθεο θυμόν, ἄχος δ’ ἀλεγεινὸν ἄλαλκε
φάρμακ’ ἀλεξήσοντα καθ’ ἕλκεος οὐλομένοιο
θεῖσα, τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ,
ἢν ἐθέλῃς· σῇσιν γὰρ ἐπὶ φρεσίν, εἴτε σαῶσαι
μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴτε καὶ οὐκί·
ἀλλ’ ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν
ἐξάκες’, ἕως μοι ἔτ’ ἀμφὶ μένος καὶ γυῖα τέθηλε·
μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης
καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ
πὰρ ποσὶ σοῖσι πεσόντα· λιταῖς δ’ ἀποθύμια ῥέξεις,
αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες
εἰσί, καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι
ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν
καὶ χόλον, ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε
ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν.’
ὣς ἄρ’ ἔφη· τῆς δ’ οὔτι φρένας παρέπεισε κελαινάς,
ἀλλά ἑ κερτομέουσα μέγ’ ἀχνύμενον προσέειπε·
‘τίπτε μοι εἰλήλουθας, ἐναντίον, ἥν ῥα πάροιθεν
κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν
εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων
τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶν
τῆς σέο κουριδίης· τὴν γὰρ φάτις ἔμμεν ἀγήρω·
κείνην ἐσσυμένως γουνάζεο, μηδέ νύ μοί περ
δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα·
αἴ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη
δαρδάψαι δέο σάρκας, ἔπειτα δέ θ’ αἷμα λαφύξαι,
οἷά με πήματ’ ἔοργας ἀτασθαλίῃσι πιθήσας.
σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐϋστέφανος Κυθέρεια;
πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;
τοὺς ἔχ’ ἀοσσητῆρας· ἐμῶν δ’ ἀπὸ τῆλε μελάθρων
χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμ’ ἀλεγεινόν·
σεῖο γὰρ εἵνεκ’, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,
τοὺς μὲν ἐφ’ υἱωνοῖς, τοὺς δ’ υἱάσιν ὀλλυμένοισιν.
ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,
ἧς σε χρεὼν νυκτός τε ταὶ ἤματος ἀσχαλόωντα
τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ
εἰσόκε σ’ ἰήνειεν ἀνιηρῶν ὀδυνάων.’
ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,
νηπίη· οὐδ’ ἄρ’ ἐφράσσαθ’ ἑὸν μόρον· ἦ γὰρ ἔμελλον
κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι
ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσεν Διὸς Αἶσα.
τὸν δ’ ἄρ’ ἀπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης
οἶμον ἐς ἐσχατιήν, ὄθι μιν μόρος αἰνὸς ἄγεσκε
λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ
Ἥρη τ’ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,
ἑζομένη κατ’ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετ’ ἀλωὴ.
καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο,
τάς ποτ’ ἄρ’ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη
γείνατ’ ἀν’ οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας
ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπ’ ἄλλης·
πρώτη μὲν θέρεος καματώδεος ἔλλαχε μοῖραν,
ἡ δ’ ἑτέρη χειμῶνι καὶ αἰγοκερῆι μέμηλε·
εἴαρι δ’ αὖ τριτάτη, τετράτη δ’ ἐπιτέρπετ’ ὀπώρῃ·
τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰών,
ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που
αὐτῷ Ζηνὶ μέλοιτο κατ’ οὐρανόν· αἱ ὀάριζον
ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι
μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα
Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο
καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν
ἤμελλον μάψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι
χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,
ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς
ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας
Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον
ἁρπάξας ἐθέλουσαν ἐΰφρονα Τριτογένειαν,
ἥ τ’ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων·
οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης·
οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ
ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπ’ Οὐλύμποιο Κρονίων
κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα.
καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν,
ἄλλα τε πόλλ’ ἐπὶ τοῖσι. Πάριν δ’ ἄρα θυμὸς ἐν Ἴδῃ
κάλλιπεν, οὐδ’ Ἑλένη μιν ἐσέδρακε νοστήσαντα·
ἀμφὶ δέ μιν Νύμφαι μέγ’ ἐκώκυον, οὕνεκ’ ἄρ’ αὐτοῦ
εἰσέτι που μέμνηντο κατὰ φρένας, ὅσσα πάροιθεν
ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε·
σὺν δέ σφιν μύροντο βοῶν θοοὶ ἀγροιῶται
ἀχνύμενοι κατὰ θυμόν· ἐπεστενάχοντο δὲ βῆσσαι.
καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ
δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ·
τῆς δ’ ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός,
γυῖα δ’ ὑπεκλάσθησαν· ἔπος δ’ ὀλοφύρατο τοῖον·
‘ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ’ ἐπὶ πένθεϊ πένθος
κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
παίδων ἔσκες ἐμεῖο μεθ’ Ἕκτορα· τῷ νύ σε λυγρὴ
κλαύσομαι, εἰσόκε μοι κραδίῃ ἔνι πάλλεται ἦτορ·
οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα
μήδετο λοίγια ἔργα, τὰ μὴ ὤφειλον ὀτλῆσαι,
ἀλλ’ ἔθανον τὸ πάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ·
νῦν δ’ ἐπὶ πήματι πῆμα μετ’ ὄμμασι δέρκομαι αἰεὶ
ἐλπομένη καὶ ἔτ’ ἄλλα κακώτερα θηήσασθαι,
παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα
καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,
σύν τε νυοὺς θύγατράς τε μετὰ Τρωῇσι καὶ ἄλλαις
ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπ’ ἀνάγκῃ.’
ὣς φάτο κωκύουσα· πόσις δέ οἱ οὔ τι πέπυστο·
ἀλλ’ ὁ παρ’ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων,
οὕνεκ’ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην·
τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.
ἀλλ’ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα
ἄλλα μὲν ἐν Τρώεσσιν ὀΰτεεν, ἄλλα δέ οἱ κῆρ
ἐν κραδίῃ μενέαινε· φίλον δ’ ἀνὰ θυμὸν ἔειπεν·
‘ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ σοὶ μέγα πῆμα,
ὤλεο λευγαλέως· ἐμὲ δ’ ἐν στυγερῇ κακότητι
κάλλιπες ἐλπομένην ὀλοώτερα πήματ’ ἰδέσθαι.
ὡς ὄφελόν μ’ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν,
ὁππότε σοίγ’ ἑπόμην ὀλοῇ ὑπὸ δαίμονος Αἴσῃ·
νῦν δ’ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδ’ ἐμοὶ αὐτῇ
αἰνομόρῳ· πάντες δέ μ’ ἀάσπετον ἐρρίγασι,
πάντες δ’ ἐχθαίρουσιν ἐμόν κέαρ· οὐδέ πῃ οἶδα
ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,
αὐτίκ’ ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω,
Τρῶες καὶ Τρωαί με περισταδὸν ἄλλοθεν ἄλλοι
αἶψα διαρραίσουσι· νέκυν δ’ οὐ γαῖα καλύψει,
ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα·
ὡς ὄφελόν μ’ ἕλεν Αἶσα, πάρος τάδε πήματ’ ἰδέσθαι.’
ὣς ἔφατ’, οὔτι γοῶσα πόσιν τόσον, ὁππόσον αὐτῆς
μύρετ’ ἀλιτροσύνης μεμνημένη· ἀμφὶ δὲ Τρωαὶ
ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δ’ ἄλλα μενοίνων,
αἱ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἱ δὲ καὶ ἀνδρῶν,
αἱ δ’ ἄρ’ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
οἴη δ’ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο
Οἰνώνη· ἀλλ’ οὔτι μετὰ Τρωῇσιν ἐοῦσα
κώκυεν, ἀλλ’ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις
κεῖτο βαρυστενάχουσα παλαιοῦ λέκτρῳ ἀκοίτεω.
οἵη δ’ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος
αἰπυτάτων ὀρέων, ἥ τ’ ἄγκεα πολλὰ παλύνει
χευαμένη ζεφύροιο καταιγίσιν· ἡ δ’ ἄρ’ ὑπ’ Εὔρῳ
ἠελίῳ τε χιὼν κατατήκεται ἀμφὶ δὲ μακραὶ
ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι
δεύονθ’, ἡ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ·
ὣς ἥ γ’ ἀσχαλόωσα μέγα στυγερῇ ὑπ’ ἀνίῃ
τήκετ’ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.
αἰνὰ δ’ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν·
‘ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,
ἣ πόσιν ἀμφαγάπησα δυσάμμορον, ᾧ σὺν ἐώλπειν
γήραϊ τειρομένη βιότου κλυτὸν οὐδὸν ἱκέσθαι
αἰὲν ὁμοφρονέουσα· θεοὶ δ’ ἑτέρωσε βάλοντο·
ὥς μ’ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,
ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι·
ἀλλὰ καὶ εἰ ζωός μ’ ἔλιπεν, μέγα τλήσομαι ἔργον
ἀμφ’ αὐτῷ θανέειν, ἐπεὶ οὔτι μοι εὔαδεν ἠώς.’
ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάροιιν ἔχυντο
δάκρυα, κουριδίοιο δ’ ἀναπλήσαντος ὄλεθρον
μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ,
ἅζετο γὰρ πατέρα σφὸν ἰδ’ ἀμφιπόλους εὐπέπλους,
μέχρις ἐπὶ χθόνα δῖαν ἀπ’ εὐρέος ὠκεανοῖο
νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.
καί ῥα τόθ’ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος
καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
ἔκθορεν, ἠΰτ’ ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα·
ὡς δ’ ὅτ’ ἀν’ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου
θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι
ἐσσυμένως, ἡ δ’ οὔτι λιλαιομένη φιλότητος
ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,
εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο·
ὣς ἡ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα
διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.
οὐδέ τί οἱ κάμε γούνατ’· ἐλαφρότεροι δ’ ἐφέροντο
ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ
καὶ Κύπρις· οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας
ἀντομένους ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα·
πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη
καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.
τὴν δέ που εἰσορόωσα τόθ’ ὑψόθι δῖα Σελήνη
μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
πολλὰ μάλ’ ἐσσυμένην ὀλοφύρατο· καί οἱ ὕπερθε
λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
ἵκετο δ’ ἐμβεβαυῖα δι’ οὔρεος, ᾗχι καὶ ἄλλαι
νύμφαι Ἀλεξάνδροιο πυρὴν περικωκύεσκον.
τὸν δ’ ἔτι που κρατερὸν πῦρ ἄμφεχεν, οὕνεκ’ ἄρ’ αὐτῷ
μηλονόμοι ξυνιόντες ἀπ’ οὔρεος ἄλλοθεν ἄλλοι
ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες
ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,
κλαίοντες μάλα πολλὰ περισταδόν· ἡ δέ μιν οὔτι,
ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,
ἀλλὰ καλυψαμένη περὶ φάπεϊ καλὰ πρόσωπα
αἶψα πυρῇ ἐνέπαλτο· γόον δ’ ἄρα πουλὺν ὄρινε·
καίετο δ’ ἀμφὶ πόσει· νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι
θάμβεον, εὖτ’ ἐσίδοντο μετ’ ἀνέρι πεπτηυῖαν·
καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
‘ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
νήπιος· οὐδ’ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν
τειρομένης, ἥπερ μιν ὑπὲρ φάος ἠελίοιο
καίπερ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν.’
ὣς ἄρ’ ἔφη Νύμφη τις ἀνὰ φρένας· οἱ δ’ ἐνὶ μέσσῃ
πυρκαϊῇ καίοντο λελασμένοι Ἡριγενείης·
ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν
Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες
Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν
ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.
ἀλλ’ ὁπότ’ ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ
Οἰνώνην τε Πάριν τε, μιῇ δ’ ὑποκάββαλε τέφπῃ,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ’ αὐτῶν
χρυσέῳ ἐν κρητῆρι θέσαν· περὶ δέ σφισι σῆμα
ἐσσυμένως τεύξαντο· θέσαν δ’ ἄρα δοιὼ ὕπερθε
στήλας, αἵπερ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη.
ζῆλον ἐπ’ ἀλλήλῃσιν ἔτι στονόεντα φέρουσαι.

Τρωαὶ
δὲ
στενάχοντο
κατὰ
πτόλιν,
οὐδ’
ἐδύναντο
ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθ’ ἔκειτο
ἄστεος αἰπεινοῖο· νέοι δ’ ἔκτοσθε πόληος
νωλεμέως πονέοντο· μάχη δ’ οὐ λῆγε φόνοιο,
καίπερ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκ’ Ἀχαιοὶ
Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἱ δὲ καὶ αὐτοὶ
τείχεος ἤιον ἐκτός ἐπεί σφεας ἦγεν ἀνάγκη·
ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τ’ Ἐνυὼ
στρωφῶντ’, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,
ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον·
ἀμφ’ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι
ἀργαλέως μαίνοντο· φόβος δ’ ἑτέρωθι καὶ Ἄρης
λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος
φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρα ἑ φῶτες
οἱ μὲν καρτύνωνται ὁρώμενοι, οἱ δὲ φέβωνται·
πάντῃ δ’ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν,
ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο·
ἀμφὶ δ’ ἄρα σφίσι δοῦπος ἐρειδομένοισιν ὀρώρει,
μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.
Ἔνθ’ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,
ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα,
ὅν ποτ’ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι
Λητὼ δἶ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι
τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθ’ ἑοῖο
θεσπεσίου τοκετοῖο πολυτλήτῃσιν ἀνίῃ
δάμναθ’ ὑπ’ ὠδίνεσσιν, ὅσην ὠδῖνες ἔγειρον.
τῷ δ’ ἔπι Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα
δουρὶ διὰ γναθμοῖο· πέρησε δέ οἱ στόμα χαλκὸς
γλῶσσάν τ’ αὐδήεσσαν· ὁ δ’ ἔγχεος ἄσχετον αἰχμὴν
ἄμφεχε βεβρυχώς· περὶ δ’ ἔρρεεν αἷμα γένυσσι
φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ
ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε
δευόμενον θυμοῖο. βάλεν δ’ Εὐήνορα δῖον
τυτθὸν ὑπὲρ λαπάρην, διὰ δ’ ἤλασεν ἐς μέσον ἧπαρ
αἰχμήν· τῷ δ’ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος.
εἷλε δ’ ἄρ’ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε
Μαινάλου ὄβριμον υἷα, τὸν Ὡκυρόη τέκε Νύμφη
Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε
δέξατο νοστήσαντα· κακὴ δέ ἑ Κὴρ ἀπάμερσε
παιδὸς ἀνιηρῶς, μέγα δ’ υἱέος ἔμβαλε πένθος.
Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν,
ὃς τράφη ἐν Κνωσσῷ, ὁ δ’ ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ·
ἄμφω δ’ εἰς ἕνα χῶρον ἀπ’ ὠκυπόδων πέσον ἵππων·
καί ῥ’ ὁ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ
λαιμόν, ὁ δ’ ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα
χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς
βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμφεχε πότμος.
ἵπποι δ’ ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε
φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι·
καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο
μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν.
ἔνθα Φιλοκτήτης ὀλοῷ βάλε Πείρασον ἰῷ
φεύγοντ’ ἐκ πολέμοιο· διέθρισε δ’ ἀγκύλα νεῦρα
γούνατος ἐξόπιθεν, κατὰ δ’ ἔκλασεν ἀνέρος ὁρμήν·
καὶ τὸν μὲν Δαναῶν τις ὅτ’ ἔδρακε γυιωθέντα
ἐσσυμένως ἀπάμερσε καρήατος ἄορι τύψας
ἀλγινόεντα τένοντα· κόλον δ’ ὑπεδέξατο γαῖα
σῶμα· κάρη δ’ ἀπάτερθε κυλινδομένη πεφόρητο
φωνῆς ἱεμένοιο· ταχὺς δ’ ἅμ’ ἀπέπτατο θυμός.
Πουλδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί,
οἱ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι
ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι
αἰνοῦ ὑπ’ ἀγκίστροιο, βαλέσθαι τ’ εἰς ἅλα δῖαν
δίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς
ἰθὺ καὶ αἶψα τρίαιναν ἐπ’ ἰχθύσι νωμήσασθαι·
ἀλλ’ οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσεν ἔργα.
Εὐρύπυλος δὲ μενεπτόλεμος κτάνε φαίδιμον Ἕλλον,
τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ
Κλειτὼ καλλιπάρῃος· ὁ δ’ ἐν κονίῃσι τανύσθη
πρηνής· τοῦ δ’ ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρὸν
ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ
χεὶρ ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι
μαψιδίως· οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα,
ἀλλ’ αὕτως ἤσπαιρεν ἅτε βλοσυροῖο δράκοντος
οὐρὴ ἀποτμηθεῖς’ ἀναπάλλεται, οὐδέ οἱ ἀλκὴ
ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα διώξῃ·
ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν
ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτ’ ὀπήδει.
αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον
ἄμφω Κητείους, τὸν δούρατι, τὸν δ’ ἀλεγεινῷ
ἄορι δῃώσας. Σθένελος δ’ ἕλε δῖον Ἄβαντα
αἰγανέην προϊείς· ἡ δ’ ἀσφαράγοιο διαπρὸ
ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίου ἦλθε τένοντα·
λῦσε δ’ ἄρ’ ἀνέρος ἦτορ, ὑπέκλασε δ’ ἅψεα πάντα.
Τυδείδης δ’ ἕλε Λαόδοκον, Μέλιον δ’ Ἀγαμέμνων,
Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον· αὐτὰρ Ἀγήνωρ
Ιππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα,
ὅς ῥ’ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδ’ ἐρατεινὰ
θρέπτρα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.
ἔνθα Θόας ἐδάμασσε Λάλον καὶ ἀγήνορα Λύγκον,
Μηριόνης δὲ Λυκῶνα, καὶ Ἀρχίλοχον Μενέλαος,
ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάασκε
πέτρην θ’ Ἡφαίστοιο περίφρονος, ἥ τε βροτοῖσι
θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ
ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
φοίνικες θαλέθουσι, φέρουσι δ’ ἀπείρονα καρπόν,
ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που
ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.
Τεῦκρος δ’ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην
ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ·
καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν
ἰὸν ἀπὸ γναμπτοῖο κεράατος· ὃς δ’ ἀλεγεινὸν
ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δ’ ὕπο νευρὴ
εἰσέτι που κανάχιζεν· ὁ δ’ ἀντίον ἀσπαίρεσκε
βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ
καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζεται ἀνδρῶν
καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.
Εὐρύαλος δ’ ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς
λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας·
ὡς δ’ ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς
οὖρος ἀνὴρ πεδίοιο μέγ’ ἀσχαλόων ἐπορούσῃ,
δινήσας περὶ κρατὶ θοῇ χερὶ νεῦρα βόεια
λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δ’ ὑπὸ ῥοίζῳ
ἠέρι πεπταμένας δολιχὰς στίχας, αἱ δὲ φέβονται,
ἄλλη δ’ εἰς ἑτέρην εἰλεύμεναι ἀΐσσουσι
κλαγγηδὸν μάλα πάγχυ, πάρος κατὰ κόσμον ἰοῦσαι·
ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν
ὀβρίμου Εὐρυάλοιο· τὸ δ’ οὐχ ἅλιον φέρε δαίμων,
ἀλλ’ ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος
θλάσσε περὶ γλήνῃστ· μόρος δ’ ἐκίχανεν ἀρητός.
ἄλλος δ’ ἄλλον ἔπεφνε, περιστεναχίζετο δ’ αἶα·
ὡς δ’ ὅτ’ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο
λάβρον, ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα
δένδρεα μακρὰ πέσῃσιν ὑπὲκ ῥιζέων ἐριπόντα
ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών·
ὣς οἵ γ’ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη
ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγ’ ἔβραχεν· οἱ δὲ κυδοιμοῦ
ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.
καὶ τότ’ ἄρ’ Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλων
ἠδ’ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο·
οἱ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς
ἄγχι μάλ’ ἑσταότες κατὰ φύλοπιν, εὖθ’ ὑπ’ ἀπήνῃ
δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὺδ’ ἀπέληγον
ὑσμίνης· τοὺς δ’ αἶψα θεὸς ποτὶ μῦθον ἔειπεν
μάντεϊ εἰδόμενος Πολυμήστορι, τόν ποτε μήτηρ
γείνατ’ ἐπὶ Ξάνθοιο ῥοαῖς θεράπονθ’ Ἑκάτοιο·
‘Εὐρύμαχ’ Αἰνεία τε θεῶν γένος, οὔτι ἔοικεν
ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς
ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,
ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι
μακρὸν ἐπ’ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.’
ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄϊστος ἐτύχθη·
οἱ δὲ νόῳ φράσσαντο θεοῦ μένος· αἶψα γὰρ αὐτοῖς
θάρσος ἀπειρέσιον κατεχεύατο· μαίνετο δέ σφι
θυμὸς ἐνὶ στήθεσσι, καὶ ἔνθορον Ἀργείοισιν,
ἀργαλέοις σφήκεσσιν ἐοικότες, οἵ τ’ ἀλεγεινὸν
ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,
ἅς τε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ
ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·
ὣς ἄρα Τρώιοι υἷες ἐϋπτολέμοισιν Ἀχαιοῖς
ἔνθορον ἐσσυμένως· κεχάροντο δὲ Κῆρες ἐρεμναὶ
μαρναμένων· ἐγέλασσε δ’ Ἄρης· ἰάχησε δ’ Ἐνυὼ
σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.
οἱ δ’ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάϊζον
χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ
αὕτως, ἠΰτ’ ἄμαλλα θέρευς εὐθαλπέος ὥρῃ,
ἥν ῥά τ’ ἐπιστέρχωσι θοοὶ χέρας ἀμητῆρες
δασσάμενοι κατ’ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα·
ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες
μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα
αἵματι πλημμύρεσκεν· ἔρις δ’ ἄρ’ ἰαίνετο θυμῷ
ὀλλυμένων· οἱ δ’ οὔτι κακοῦ παύοντο μόθοιο,
ἀλλ’ ἅτε μῆλα λέοντες ἐπήιον· οἱ δ’ ἄρα φύζης
λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.
υἱὸς δ’ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
δυσμενέων μετόπτσθεν ὑπ’ ἔγχεϊ νῶτα δαΐζων,
Εὐρύμαχος δ’ ἑτέρωθεν· ἰαίνετο δ’ ἄμβροτον ἦτορ
ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.
ὡς δ’ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον
ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπ’ ἀμητῆρσι δαμῆναι,
ἀντί’ ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δ’ ὁρόωντες
ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
πανσυδίῃ, τοὺσ δ’ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες
ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
μακρὸν ἀνιύζοντες, ἄναξ δ’ ἐπιτέρπετ’ ἀρούρης·
ὣς ἄρ’ ἰαίνετο Φοῖβος, ὅτ’ ἔδρακεν ἐκ πολέμοιο
φεύγοντ’ Ἀργείων πουλὺν στρατόν· οὐ γὰρ ἔτ’ αὐτοῖς
ἔπγ’ ἀνδρῶν μεμέλητο· πόδας δ’ εὔχοντο θεοῖσιν
ὦκα φέρειν· μούνοις γὰρ ἔτ’ ἐν ποσὶν ἔπλετο νόστου
ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων
Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.
ἔνθα τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,
ἢ Μοίρης ἰότητι, λιλαιομένης μιν ὀλέσσαι,
φεύγοντ’ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε
γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται
ἀντία δυσμενέων· τὸν δ’ ὀβριμόθυμος Ἀγήνωρ
παρφθάμενος μυῶνα κατ’ ἀλγινόεντα δάϊξεν
ἀμφιτόμῳ βουπλῆγι· βίῃ δ’ ὑπόειξε σιδήρου
ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα
ῥηιδίως ἤμησε· φλέβες δ’ ὑπερέβλυσαν αἷμα·
ἀμφεχύθη δ’ ἵπποιο κατ’ αὐχένος· αἶψα δ’ ἄρ’ αὐτὸς
κάππεσεν ἀμφὶ νέκυσσι· λίπεν δ’ ἄρα χεῖρα κραταιὴν
στερρὸν ἔτ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ,
οἵη ἔτι ζώοντος ἔην· μέγα δ’ ἔπλετο θαῦμα,
οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθ’ αἱματόεσσα
Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα·
φαίης κεν χατέουσαν ἔθ’ ἱππασίης πονέεσθαι.
σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.
Αἰνείας δ’ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ
Αἰθαλίδην· αἰχμὴ δὲ παρ’ ὀμφαλὸν ἐξεπέρησεν
ἔγκατ’ ἐφελκομένη· ὁ δ’ ἄρ’ ἐν κονίῃσι τανύσθη
συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
δεινὰ μάλα στενάχων, γαίῃ δ’ ἐνέρεισεν ὀδόντας
βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.
Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο,
οὕς τ’ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ
τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος
αἵματος ἱέμενος, τοὶ δ’ ἄσπετον ἀσχαλόωντες
ἔργου ἑκὰς φεύγουσιν, ἐπὶ σφίσι δ’ ἄχνυται ἀνὴρ
ἀμφότερον πονέων τε πόνον, τρομέων τ’ ἐπὶ βουσί,
μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου
κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·
ὣς Δαναοὶ φοβέοντο· περὶ σφίσι δ’ ἄχνυτο θυμὸν
υἱὸς Ἀχιλλῆος· μέγα δ’ ἴαχε λαὸν ἐέργων·
‘ἆ δειλοί, τί φέβεσθε ἐοικότες οὐτιδανοῖσι
ψήρεσιν, οὕς τ’ ἐφόβησεν ἰὼν κατεναντία κίρκος;
ἀλλ’ ἄγε θέσθ’ ἔνι θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι
τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι.’
ὣς φάτο· τοὶ δ’ ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες
ἐσσυμένως· ὁ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε
πάλλων ἐν χείρεσσι θοὸν δόρυ· τῷ δ’ ἄρα λαοὶ
Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ
ἐν στέρνοισιν ἔχοντες· ἀνέπνευσαν δὲ κυδοιμοῦ
Ἀργεῖοι· ὁ δ’ ἄρ’ αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς
ἄλλον ἐπ’ ἄλλῳ ἔπεφνε κατὰ μόθον· οἱ δ’ ἀπιόντες
χἀζοντ’, ἠΰτε κύμαθ’, ἅ τ’ ἐκ βορέαο θυέλλης
πόλλ’ ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν
ὀρνύμεν’ ἐκ πόντοιο, τὰ δ’ ἔκποθεν ἄλλος ἀήτης
ἀντίον ἀΐξας μεγάλῃ περὶ λαίλαπι θύων
ὤσῃ ἀπ’ ἠιόνων Βορέω ἔτι βαιὸν ἀέντος·
ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν
υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω
τυτθόν, ἐπεὶ μένος ἠῢ θρασύφρονος Αἰνείαο
φευγέμεν οὐκ εἴασκε, μένειν δ’ ἀνὰ φύλοπιν αἰνὴν
θαρσαλέως· ἑκάτερθε ἴσην ἐτάνυσσεν Ἐνυὼ
ὑσμίνην. ἀλλ’ οὔτι καταντίον Αἰνείαο
υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο,
ἀλλ’ ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος
ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο
θυμὸν καὶ μέγα κάρτος ἐπ’ ἄλλων ἔθνεα λαῶν.
ἐνθ’ ὁ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δ’ αρ’ Ἀχαιῶν
δάμνατο μυρία φῦλα· δαϊκταμένων δ’ ἐνὶ χάρμῃ
οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν
δαρδάψαι καὶ σάρκας· ἐπεστενάχοντο δὲ Νύμφαι
καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες.
καί ῥ’ οἱ μὲν πονέοντο· κόνιν δ’ ἀκάμαντες ἀῆται
ὦρσαν ἀπειρεσίην· ἤχλυσε δὲ πᾶσαν ὕπερθεν
ἠέρα θεσπεσίην, ὥς τ’ ἀπροτίοπτος ὀμίχλη,
οὐδ’ ἄρα φαίνετο γαῖα, βροτῶν δ’ ἀμάθυνεν ὀπωπάς·
ἀλλὰ καὶ ὣς μάρναντο· καὶ ἐς χέρας ὅντιν’ ἕλοντο
κτεῖνον ἀνηλεγέως, καὶ εἰ μάλα φίλτατος ἦεν·
οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτ’ ἐπιόντα
δήιον οὔτ’ ἄρ’ ἑταῖρον· ἀμηχανίη δ’ ἔχε λαούς.
καί νύ κε μίγδ’ ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο
πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες
ἀλλήλων, εἰ μή σφιν ἀπ’ Οὐλύμποιο Κρονίων
ἤρκεσε τειρομένοισι, κόνιν δ’ ἀπάτερθεν ἔλασσεν
ὑσμίνης, ὀλοὰς δὲ κατεπρήϋνεν ἀέλλας.
οἱ δ’ ἔτι δηριόωντο· πόνος δ’ ἄρα τοῖσιν ἐτύχθη
πολλὸν ἐλαφρότερος· δέρκοντο γὰρ εἴτε δαΐξαι
χρειὼ δήϊον ἄνδρα κατὰ κλόνον, εἴτ’ ἀλέασθαι.
καί ῥ’ ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον
ἄλλοτε δ’ αὖ Τρῶες Δαναῶν στίχας· ἔπλετο δ’ αἰνὴ
ὑσμίνη· νιφάδεσσι δ’ ἐοικότα πίπτε βέλεμνα
ἀμφοτέρωθεν ἰόντα· δέος δ’ ἔχε μηλοβοτῆρας
ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀϋτήν.
καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων
εὔχετο, δυσμενέας μὲν ὑπ’ Ἄρεϊ πάντας ὀλέσθαι,
Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο,
ἦμαρ δ’ εἰσιδέειν ποτ’ ἐλεύθερον· ἀλλά οἱ οὔτι
ἔκλυον· αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν·
ἅζετο δ’ οὔτε Ζῆνα πελώριον, οὔτε τιν’ ἄλλων
ἀθανάτων· οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς
κείνης, ὅντινα πότμον ἐπ’ ἀνδράσι γεινομένοισι,
ἀνδράσιν ἢ πολίεσσιν ἐπικλώσηται ἀφύκτῳ
νήματι· τῇ δ’ ὕπο πάντα τὰ μὲν φθινύθει, τὰ δ’ ἀέξει·
τῆς καὶ ὑπ’ ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει
ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς.
τεῦχον δ’ ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον
νωλεμέως· οὐ γάρ τιν’ ἔχεν δέος, ἀλλ’ ἐμάχοντο
προφρονέως· θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.
ἀλλ’ ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθεν ἐν κονίῃσι,
δὴ τότ’ ἄρ’ Ἀργείοισιν ὑπέρτερον ὤρνυτο κάρτος
Παλλάδος ἐννεσίῃσι δαΐφρονος, ἥ ῥα μολοῦσα
ὑσμίνης ἄγχιστα μέγ’ Ἀργείοισιν ἄμυνεν
ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.
καὶ τότ’ ἄρ’ Αἰνείαν ἐρικυδέα δἶ Ἀφροδίτη,
ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,
αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης
ἥρπασεν ἐσσυμένως· περὶ δ’ ἠέρα χευατο πουλύν·
οὐ γὰρ ἔτ’ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ
μάρνασθ’ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.
τῷ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν
ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν,
μὴ καὶ ὑπὲρ κῆράς μιν ἕλῃ θεός· οὐδὲ γὰρ αὐτοῦ
φείσατο πρόσθεν Ἄρηος, ὅ περ πολὺ φέρτερος ἦεν.
Τρῶες δ’ οὐκέτ’ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος,
ἀλλ’ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·
ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν
ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι.
τῶν δ’ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι
καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν
ἀνέρες ἠδ’ ἵπποι· μάλα δ’ ἅρματα πολλὰ κέχυντο
βαλλομένων· πάντῃ δ’ ἀπερείσιον ἔρρεεν αἷμα
ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.
καί ῥ’ οἱ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι
κεῖντο παρ’ ἀλλήλοισιν ἀλίγκιον ἐκχυμένοισι
δούρασιν, εὖτ’ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης
ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων
λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην
ἠλιβάτου σχεδίης, πάντῃ δ’ ἀναπλήθεται εὐρὺς
αἰγιαλός, τοῖσιν δὲ μέλαν ποτικλύζεται οἶδμα·
ὢς οἵ γ’ ἐν κονίῃσι καὶ αἵματι δῃωθέντες
κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.
παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα
δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα·
τῶν δ’ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος
τεύχεα πάντα δέχοντο κακῷ πεφορυγμένα λύθρῳ.
πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δ’ ἀνὰ ἄστυ
ἔσσυντ’ ἰητῆρες ἐς οὐταμένων αἰζηῶν
οἰκία ποιπνύοντες, ἵν’ οὐταμένους ἀκέσωνται.
τοὺς δ’ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας
ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀΰτευν·
καί ῥ’ οἱ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
κεῖντο βαρυστενάχοντες ἐπ’ ἄλγεσιν· οἱ δ’ ἐπὶ δόρπον
ἐκ καμάτοιο τρέποντο· θοοὶ δ’ ἐπαΰτεον ἵπποι
φορβῇ ἐπιχρεμέθοντες ἄδην· ἑτέρωθι δ’ Ἀχαιοὶ
πὰρ κλισίῃς νήεσσί θ’ ὁμοίια Τρωσὶ πένοντο.
ἦμος δ’ ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς
ἵππους μαρμαίροντας, ἀνέγρετο δ’ ἔθνεα φωτῶν,
δὴ τοτ’ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
οἱ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν,
οἱ δ’ ἄρ’ ἐνὶ κλισίῃσιν ἅμ’ ἀνδράσιν οὐταμένοισι
μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς
νῆας ἕλῃ Τρώεσσι φέρων χάριν· οἱ δ’ ἀπὸ πύργων
μάρναντ’ Ἀργείοισι· μόθος δ’ ἀλεγεινὸς ὀρώρει.
σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς
μάρναθ’ ἅμ’ ἀντιθέῳ Διομήδεϊ· τοὺς δ’ ἄρ’ ὕπερθε
Δηίφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτης
σύν τ’ ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀϊστοῖς
ἠδ’ ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν
βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες, αἵ τ’ ἀλεγεινὸν
αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.
ἀμφὶ δ’ ἄρ’ Ἰδαίῃσιν ἐριδμαίνεσκε πύλῃσιν
υἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες
Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο·
τοὺς δ’ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι
θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,
Τρῶας ἐποτρύνοντες ἀνὰ μάθον· οἱ δὲ καὶ αὐτοὶ
προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.
ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας
νισσομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο
νωλεμέως· τοὺς δ’ ἠῢς ἀφ’ ἕρκεος ὑψηλοῖο
Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε.
πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα
Τεῦκρος ἐϋμμελίης· ἄλλῃ δ’ ἔχεν ἄλλος ὀϊζύν.
καὶ τότ’ ἄρ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες
κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος
ἀσπίδας ἐντύναντο, βάλον δ’ ἐφύπερθε καρήνων
θέντες ἐπ’ ἀλλήλῃσι· μιῇ δ’ ἅπαν ἥρμοσεν ἁρμῇ·
φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος
πυκνόν, ὅ τ’ οὔτ’ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος
ῥιπὴ ἀπειρεσίη οὔτ’ ἐκ Διὸς ἄσπετος ὄμβρος·
τοῖαι ἄρ’ Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις
καρτύναντο φάλαγγες· ἔχον δ’ ἕνα θυμὸν ἐς ἀλκηι
εἰς ἓν ἀρηράμενοι· καθύπερθε δὲ Τρώιοι υἷες
βάλλον χερμαδίοισι· τὰ δ’ ὡς στυφελῆς ἀπὸ πέτρης
γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρα
καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες
πήγνυντ’ ἐν σακέεσσι, τὰ δ’ ἐν χθονί, πολλὰ δ’ ἄπωθεν
μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις
πάντοθε βαλλομένων· οἱ δὲ κτύπον οὔτι φέβοντο
ἄσπετον, οὐδ’ ὑπόεικον, ἅτε ψεκάδων ἀΐοντες
δοῦπον· ἄνω δ’ ὑπὸ τεῖχος ὁμῶς ἴσαν· οὐδέ τις αὐτῶν
νόσφιν ἀφειστήκει· συναρηράμενοι δ’ ἐφέποντο,
ὡς νέφος ἠερόεν, τό ῥά που περὶ χείματι μέσσῳ
αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.
πουλὺς δ’ ἀμφὶ φάλαγγι βρόμος, καναχή θ’ ὑπὸ ποσσὶ
νισσομένων ἐτέτυκτο· κόνιν δ’ ἀπάτερθεν ἀῆται
ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον
αἰζηῶν μετόπισθε· περίαχε δ’ ἄκριτος αὐδή,
οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι·
ἆσθμα δ’ ἀνήιε πουλὺ χύδην, περίχευε δ’ ἀϋτμὴν
λαοῦ ἀποπνείοντος· ἀπειρέσιον δ’ ἄρα θυμῷ
Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες
δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος·
ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο
ἀθρόοι ἐγχριμφθέντες ὑπ’ ἀμφιτόμοις πελέκεσσι
ῥῆξαι τείχεα μακρά, πύλας δ’ εἰς οὖδας ἐρεῖσαι
θαιρῶν ἐξερύσαντες· ἔχεν δ’ ἄρα μῆτις ἀγαυὴ
ἐλπωρήν· ἀλλ’ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι
οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο
ὄβριμον ἀμφοτέρῃς ἐπαρηρότα χείρεσι λᾶαν
ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ
ἀνέρας, οὓς κατέμαρψεν ἐν ἀσπίσιν, εὖτ’ ἐν ὄρεσσι
φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος
αἶγας, ὑποτρομέουσι δ’ ὅσαι σχεδὸν ἀμφινέμονται·
ὣς Δαναοὶ θάμβησαν· ὁ δ’ εἰσέτι λᾶας ὕπερθεν
βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες·
ὡς δ’ ὅτ’ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθι Ζεὐς
ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον
ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,
ἀμφὶ δὲ μῆλα τρέμουσι καὶ ἄλλυδις ἄλλα φέβονται·
ὣς ἄρ’ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκ’ ἄρ’ αὐτῶν
Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο
ἀσπίσιν ἀκαμάτῃσι τετυγμένον, οὕνεκ’ ἄρ’ αὐτῷ
κάρτος ἀπειρέσιον θεὸς ὤσασεν· οὐδέ τις αὐτῶν
ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,
οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι
τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν·
εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ
δεινὸς Ἄρης, καὶ πάντα κατιθύνεσκε βέλεμνα
ἢ μόρον ἢ δέος αἰνὸν ἐπ’ Ἀργείοισι φέροντα·
μάρνατο δ’ ὡς ὁπότ’ αὐτὸς Ὀλύμπιος οὐρανόθι Ζεὺς
ἀσχαλόων ἐδάϊζεν ὑπέρβια φῦλα Γιγάντων
σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίναξε
Τηθύν τ’ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ
γυῖ’ ἐλελίζετ’ Ἄτλαντος ὑπ’ ἀκαμάτου Διὸς ὁρμῆς·
ὣς ἄρ’ ὑπ’ Αἰνείαο κατηρείποντο φάλαγγες
Ἀργείων ἀνὰ δῆριν· ὁ γὰρ περὶ τεῖχος ἁπάντῃ
ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δ’ ἄρα χειρῶν
πᾶν, ὅ τί παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον,
βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης
κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων,
τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων
δυσμενέων ἀπέρυκε πολὺν στρατόν· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
Τρῶες καρτύναντο· κακὴ δ’ ἔχε πάντας ὀϊζὺς
ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν
ἠδ’ ἄρα καὶ Τρώων· μέγα δ’ ἴαχον ἀμφοτέρωθεν,
Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων
μάρνασθ’ ἀμφὶ πόληος ἑῆς ἀλόχων τε καὶ αὐτῶν
προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος
Αργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης
μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.
τοὺς δ’ ἄμφω στονόσσα καὶ ἄσπετος ἄμπεχ’ ἀϋτὴ
μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν
ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν
τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπ’ Ἄρεϊ, τῶν δὲ σαῶσαι.
Αἴας δ’ αὖτ’ ἀπάτερθε θρασύφρονος Αἰνείαο
μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που
ἰθὺ βέλος πεπότητο δι’ ἠέρος, ἄλλοτε δ’ αὖτε
ἀλγινόεντες ἄκοντες· ἐπ’ ἄλλῳ δ’ ἄλλον ἔπεφνεν·
οἱ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν
ἐς μόθον οὐκέτ’ ἔμιμνον· ἔλειπε δὲ τείχεα λαός.
καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν
Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι
κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι
ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσατο ποσσὶ
κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη
λευγαλέην· σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ
ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα
ἄτρομον ἐνθέμενος κρακίῃ νόον· ἐν δ’ ἄρα χειρὶ
ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δ’ αὖτε
εἷρπεν ἄνω· τὸν δ’ αἶψα διηερίη φέρεν οἶμος.
καί νύ κε κὴ Τρώεσσιν ἄχος γένετ’, εἰ μὴ ἄρ’ αὐτῷ
ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα
ὑστάτιον καὶ πρῶτον ἀφ’ ἕρκεος ὑψηλοῖο
Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ
οὐδ’ ἀπάτερθεν ἐόντα· βάλεν δέ μιν εὐρέϊ πέτρῳ
κάκ κεφαλῆς· μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς
κλίμακά οἱ συνέαξεν· ὁ δ’ ὑψόθεν ἠΰτ’ ὀϊστὸς
ἔσσυτ’ ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος
ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς
αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι·
ἤριπε δ’ ἐν θώρηκι κατὰ χθονός, οὕνεκ’ ἄρ’ αὐτοῦ
νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ
καὶ κρατερὴ τρυφάλεια· περιστονάχησε δὲ Λοκρῶν
λαός, ὅτ’ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ·
δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ
ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα
ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.
καὶ τότε δὴ Ποίαντος ἐῢς πάϊς ἀντιθέοιο,
ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα
θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀϊστὸν
ἰθύνων ἐς φῶτα περικλυτόν· οὐδ’ ἀφάμαρτεν
ἀνέρος, ἀλλά οἱ οὔτι δι’ ἀσπίδος ἀκαμάτοιο
ἐς χρόα καλὸν ἵκανεν, ἀπέτραπε γὰρ Κυθέρεια
καὶ σάκος, ἀλλ’ ἄρα τυτθὸν ἐπέγραφε δέρμα βοείης.
οὐδ’ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μέδοντα
μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης
τύψεν· ὁ δ’ ἐκ πύργοιο κατήριπεν, εὖτ’ ἀπὸ πέτρης
ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ·
ὣς ὁ πεσὼν τετάνυστο· λίπεν δέ μιν ἱερὸς αἰών.
Αἰνείας δ’ ἑτάροιο χολωσάμενος βάλε πέτρην,
καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον
Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα
ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ.
τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε πάϊς Ποίαντος ἀγαυοῦ·
‘Αἰνεία, νὺν ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος
ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες
δυσμενέεσσι μάχονται ἀνάλκιδες· εἰ δὲ τίς ἐσσί,
ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης
Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν.’
ὣς ἄρ’ ἔφη· τὸν δ’ οὔτι θρασὺς πάϊς Ἀγχίσαο
καίπερ ἐελδόμενος προσεφώνεεν, οὕνεκ’ ὀρώρει
δῆρις ὀϊζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ
νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο·
οὐδέ σφιν μάλα δηρὸν ὑπ’ Ἄρεϊ τειρομένοισιν
ἔσκε λύσις καμάτοιο· πόνος δ’ ἄπρηκτος ὀρώρει.

δὴ
μάλα
πολλὰ
κάμον
περὶ
τείχεα
Τροίης
αἰχμηταὶ Δαναοί, πολέμου δ’ οὐ γίνετο τέκμωρ,
δὴ τότ’ ἀριστήων ἄγυριν ποιήσατο Κάλχας
εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπ’ ἐννεσίῃς Ἑκάτοιο
πτήσιας οἰωνῶν ἠδ’ ἀστέρας ἄλλα τε πάντα
σήμαθ’, ὅς’ ἀνθρώποισι θεῶν ἰότητι πέλονται,
καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε·
‘μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε,
ἀλλ’ ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε
καὶ δόλον, ὅς λαοῖσι καὶ ἡμῖν ἔσσετ’ ὄνειαρ·
ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα·
ἴρηξ σεῦε πέλειαν· ἐπειγομένη δ’ ἄρα κείνη
χηραμὸν ἐς πέτρης κατεδύσατο· τῇ δ’ ὁ χολωθεὶς
ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε
χηραμοῦ· ἡ δ’ ἀλέεινεν· ὁ δ’ ἐνθέμενος χόλον αἰνὸν
θάμνῳ ὑπεκρύφθη· ἡ δ’ ἔκθορεν ἀφραδίῃσιν
ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν· ὅς δ’ ἐπαερθεὶς
δειλαίῃ τρήρωνι φόνον στονόεντ’ ἐφέηκε·
τῷ νῦν μήτι βίῃ πειρώμεθα Τρώιον ἄστυ
περσέμεν, ἀλλ’ εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ.’
ὣς ἄρ’ ἔφη· τῶν δ’ οὔτις ἔφη φρεσὶ τεκμήρασθαι
ἄλκαρ ὀϊζυροῖο μόθου· δίζοντο δὲ μῆχος
εὑρέμεναι· μοῦνος δὲ σαοφροσύνῃσι νόησεν
υἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον·
‘ὦ φίλ’, ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν,
εἰ ἐτεὸν πέπρωται ἐϋπτολέμοισιν Ἀχαιοῖς
ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα,
ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες
βησόμεθ’ ἀσπασίως· λαοὶ δ’ ἀπὸ νόσφι νέεσθαι
ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δ’ ἄρα πάντες
ἃς κλισίας, ἵνα Τρῶες ἀπ’ ἄστεος ἀθρήσαντες
ἐς πεδίον προχέωνται ἀταρβέες· ἀλλά τις ἀνὴρ
θαρσαλέος, τόν γ’ οὔτις ἐπίσταται ἐν Τρώεσσι,
μιμνέτω ἔκτοθεν ἵππου ἀρήϊον ἐνθέμενος κῆρ,
ὅστις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν
ῥέξαι ὑπὲρ νόστοιο λιλαιομένων μέγ’ ἀλύξαι,
ἵππῳ ὑποπτήξας εὐεργέϊ· τὸν δ’ ἐκάμοντο
Παλλάδι χωομένῃ Τρώων ὕπερ αἰχμητάων·’
καὶ τὰ μὲν ὣς ὲπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν,
εἰσόκε οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες,
ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα,
ὄφρ’ ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πέληται,
τοῖς μὲν ἄρ’ αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας,
τοὺς δ’ ἄρ’ ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου
ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν.’
ὣς φάτο· τὸν δ’ ἄρα πάντες ἐπῄνεον· ἔξοχα δ’ ἄλλων
Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατ’ Ἀχαιοῖς
μῆτιν καὶ δόλον ἐσθλόν, ὃς Ἀργείοισιν ἔμελλε
νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα·
τοὔνεκ’ ἀριστήεσσιν ἐϋπτολέμοισι μετηύδα·
‘μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε,
ὦ φίλοι, ἀλλὰ πιθέσθαι ἐϋπτολέμῳ Ὀδυσῆι·
οὐδέ οἱ ἔσσετ’ ἄπρηκτον ἐϋφρονέοντι νόημα·
ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,
σήματα δ’ οὐκ ἀτέλεστ’ ἀναφαίνεται ἄλλοθεν ἄλλα·
Ζηνὸς μὲν γὰρ ὕπερθε μέγα κτυπέουσι δι’ αἴθρης
βρονταὶ ὁμῶς στεροπῇστ· παραΐσσουσι δὲ λαοὺς
δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες.
ἀλλ’ ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα
μίμνωμεν· Τρωσὶν γὰρ ἐνέπνευσεν μέγ’ ἀνάγκη
θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει·
κάρτιστοι δὲ τότ’ ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν
παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου·
ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται
ἄστυ περὶ σφέτερον· μέγα δέ σφισι μαίνεται ἦτορ.’
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
‘ὦ Κάλχαν, δήϊοισι καταντίον ἄλκιμοι ἄνδρες
μάρνανται· τοὶ δ’ ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων
οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει·
τῷ νῦν μήτε δόλον φραζώμεθα, μήτε τι μῆχος
ἄλλο· πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας
καὶ δορί· θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες.’
ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο·
‘ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,
ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ ἐσθλῷ,
θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς·
ἀλλ’ οὔτ’ ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
οὔθ’ ἡμεῖς μάλα πολλὰ πονεύμενοι· ἀλλ’ ἄγε θᾶσσον
Κάλχαντος βουλῇσι θοάς ἐπὶ νῆας ἰόντες
ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ,
ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται
εἵνεκα τεκτοσύνης· δέδαεν δέ μιν ἔργον Ἀθήνη.’
ὣς φάτο· τῷ δ’ ἄρα πάντες ἀριστῆες πεπίθοντο
νόσφι Νεοπτολέμοιο δαΐφρονος· οὐδὲ μὲν ἐσθλὸν
πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος·
ὑσμίνης γὰρ ἔτ’ ἔσκον ὀϊζυρῆς ἀκόρητοι.
ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον· ἀμφὶ δὲ λαοὺς
σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος
πάντα φέρειν, ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει,
ἐλπόμενοι πτολίεθρον ἐΰκτιτον ἐξαλαπάξαι·
ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο.
καί νύ κεν αἶψα τέλεσσαν, ὅσα σφίσιν ἤθελε θυμός,
εἰ μὴ Ζεὺς νεμέσησεν ἀπ’ αἰθέρος, ἀμφὶ δὲ γαῖαν
Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δ’ ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε, βάλεν δ’ ἀκάμαντα κεραυνὸν
ἡρώων προπάροιθεν· ὑπεσμαράγησε δὲ πᾶσα
Δαρδανίη· τῶν δ’ αἶψα μετετράπετ’ ἠῢ νόημα
ἐς φόβον· ἐκ δ’ ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ,
καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο·
ἐς δ’ ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις
μάντιν ἀγασσάμενοι, τὸν ἄρ’ ἐκ Διὸς ἔμμεν ἔφαντο,
ἐκ Διὸς ἢ Φοίβοιο· πίθοντο δέ οἱ μάλα πάντα.
ἦμος δ’ αἰγλήεντα περιστρέφετ’ οὐρανὸν ἄστρα
πάντοθε μαρμαίροντα, πόνου δ’ ἐπιλήθεται ἀνήρ,
δὴ τότ’ Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα
ἤλυθε παρθενικῇ ἁπαλόχροϊ πάντ’ εἰκυῖα
ἐς νῆας καὶ λαόν· ἀρηιφίλου δ’ ἄρ’ Ἐπειοῦ
ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείραϊ, καί μιν ἀνώγει
τεῦξαι δούριον ἵππον· ἔφη δέ οἱ ἐγκονέοντι
αὐτὴ συγκαμέειν, αὐτὴ δ’ ἄφαρ ἀγχόθι βῆναι
ἔργον ἐς ὀτρύνουσα. Θεῆς δ’ ὅ γε μῦθον ἀκούσας
καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου·
ἔγνω δ’ ἀθάνατον θεὸν ἄμβροτον· οὐδέ οἱ ἦτορ
ἄλλο παρὲξ ὥρμαινε, νόον δ’ ἔχεν αἰὲν ἐπ’ ἔργῳ
θεσπεσίῳ· πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.
Ἠὼς δ’ ὁππόθ’ ἵκανεν ἀπωσαμένη κνέφας ἠῢ
εὶς ἔρεβος, χαροπὴ δὲ δι’ ἠέρος ἤιεν αἴγλη,
δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,
ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν·
οἱ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο.
καὶ τότ’ ἄρ’ Ἀτρέος υἷες ἐς ἄγκεα τηλεθάοντα
Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι
ἀνέρας· οἱ δ’ ἐλάτῃσιν ἐπιβρίσαντες ἀν’ ὕλην,
τάμνον δένδρεα μακρά· περικτυπέοντο δὲ βῆσσαι
θεινομένων· δολιχαὶ δὲ κατ’ οὔρεα μακρὰ κολῶναι
δεύοντ’ ἐκ ξυλόχοιο· νάπη δ’ ἀνεφαίνετο πᾶσα
θήρεσιν οὐκέτι τόσσον ἐπήρατος, ὡς τὸ πάροιθε·
πρέμνα δ’ ἀπαυαίνοντο βίην ποθέοντ’ ἀνέμοιο.
καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ
ἐσσυμένως φορέεσκον ἐπ’ ᾐόνας Ἑλλησπόντου
ἐξ ὄρεος λασίοιο· μόγησε δὲ θυμὸς ἐπ’ ἔργῳ
αἰζηῶν τε καὶ ἡμιόνων· πονέοντο δὲ λαοὶ
ἄσπετον ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ·
οἱ μὲν γὰρ τέμνεσκον ὑπ’ ὀκριόεντι σιδήρῳ
δούρατα καὶ σανίδας διεμέτρεον· οἱ δ’ ἄρ’ ἀπ’ ὄζους
λείαινον πελέκεσσιν ἔτ’ ἀπρίστων ἀπὸ φιτρῶν,
ἄλλος δ’ ἄλλο τι ῥέζε πονεύμενος· αὐτὰρ Ἐπειὸς
ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα
νηδύα, τῇ δ’ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν
ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην
αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ
κινυμένην, λάσιον δὲ κάρη καὶ ἐΰτριχον οὐρήν,
οὔατά τ’ ὀφθαλμούς τε διειδέας ἄλλα τε πάντα,
οἷς ἐπικίνυται ἵππος· ἀέξετο δ’ ἱερὸν ἔργον
ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην
δῶκ’ ἐρατήν· τετέλεστο δ’ ἐνὶ τρισὶν ἤμασι πάντα
Παλλάδος ἐννεσίῃσι· πολὺς δ’ ἐπεγήθεε λαὸς
Αργείων· θαύμαζε δ’ ὅπως ἐπὶ δούρατι θυμὸς
καὶ τάχος ἐκπεπόνητο ποδῶν, χρεμέθοντί τ’ ἐῴκει.
καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου
εὔχετ’ ἐπ’ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας·
‘κλῦθι, θεὰ μεγάθυμε, σάου δ’ ἐμὲ καὶ τεὸν ἵππον.’
ὣς φάτο· τοῦ δ’ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,
καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν
πᾶσιν, ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.
ἀλλ’ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ
δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων
μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,
δὴ τότ’ ἐπ’ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος
ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς
ἔπλετ’ ὀρινομένων· ἀνέμων δ’ ἐπιβάντες ἀέλλαις
οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δ̓ ὕπ’ αἰθὴρ
ἔβραχεν· οἱ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα
ἀλλήλων ἵσταντο καταντίον, οἱ μὲν Ἀχαιῶν
οἱ δ’ ἄρ’ ὑπὲρ Τρώων· πολέμου δ’ ἔρος ἔμπεσε θυμῷ.
τοῖσι δ’ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.
καί ῥ’ οἱ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον
ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἱ δ’ ἐρατεινὴν
Ἴλιον· αἶσα δ’ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν
τρέψε νόον μακάρεσσιν· Ἄρης δ’ ἐξῆρχε μόθοιο,
ἆλτο δ’ Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι
σύμπεσον ἀλλήλοισι· περί σφισι δ’ ἄμβροτα τεύχη
χρύσεα κινυμένοισι μέγ’ ἴαχεν· ἀμφὶ δὲ πόντος
εὐρὺς ἐπεσμαράγησε· κελαινὴ δ’ ἔτρεμε γαῖα
ἀθανάτων ὑπὸ ποσσί· μακρὸν δ’ ἅμα πάντες ἄϋσαν.
σμερδαλέη δ’ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,
μέχρις ἐπ’ Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον·
Τιτῆνες δ’ ὑπένερθε μέγ’ ἔτρεσαν· ἀμφὶ δὲ μακρὴ
Ἴδη ἐπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα
ἀενάων ποταμῶν, δολιχαὶ δ’ ἅμα τοῖσι χαράδραι
νῆές τ’ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ.
ἀλλ’ οὐκ ἀνθρώποισι πέλεν δέος· οὐδ’ ἐνόησαν
αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν· οἱ δὲ κολώνας
χερσὶν ἀπορρήξαντες ἀπ’ οὔρεος Ἰδαίοιο
βάλλον ἐπ’ ἀλλήλους· αἱ δὲ ψαμάθοισιν ὁμοῖαι
ῥεῖα διεσκίδναντο θεῶν ἀμφ’ ἄσχετα γυῖα
ῥηγνύμεναι διὰ τυτθά. Διὸς δ’ ἐπὶ πείρασι γαίης
οὐ λάθον ἠῢ νόημα· λιπὼν δ’ ἄφαρ Ὠκεανοῖο
χεύματ’ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον
εὖρος καὶ Βορέης, Ζέφυρος δ’ ἐπὶ τοῖσι Νότος τε,
τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις
ἅρματος αἰὲν ἐόντος, ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
χερσὶν ὑπ’ ἀκαμάτῃσιν ἀτειρέος ἐξ ἀδάμαντος.
ἵκετο δ’ Οὐλύμποιο ῥίον μέγα· σὺν δ’ ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δ’ ἄλλαι
βρονταὶ ὁμῶς στεροπῇσι μέγ’ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ
ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δ’ ἀὴρ
ἄσπετον· ἀθανάτοισι δ’ ὑπὸ φρένας ἔμπεσε δεῖμα·
πάντων δ’ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.
τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα
ἆλτο διὰ νεφέων· τάχα δέ σφεας εἰσαφίκανεν·
οἴη γάρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·
τοῖον δ’ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι·
‘ἴσχεσθ’ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε
Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκ’ ἀνδρῶν
μάρνασθ’ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄϊστοι
ἔσσεσθ’· ἦ γὰρ ὕπερθεν ἐφ’ ὑμέας οὔρεα πάντα
εἰς ἓν ἀναρρήξας οὔθ’ υἱῶν οὔτε θυγατρῶν
φείσεται, ἀλλ’ ἄρα πάντας ὁμῶς ἐφύπερθε καλύψει
γαίῃ ἀπειρεσίῃ· οὐδ’ ἔσσεται ὔμμιν ἄλυξις
ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.’
ὣς φάτο· τοὶ δ’ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν,
ὑσμίνης δ’ ἴσχοντο, χόλον δ’ ἀπὸ νόσφι Βάλοντο
ἀργαλέον, φιηότητα δ’ ὁμήθεα ποιήσαντο·
καί ῥ’ οἱ μὲν νίσσοντο πρὸς οὐρανόν, οἱ δ’ ἁλὸς εἴσω,
οἱ δ’ ἀνὰ γαῖαν ἔμιμνον. ἐϋπτολέμοιστ δ’ Ἀχαιοῖς
υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·
‘ὦ κλυτοὶ Ἀργείων σημάντορες ὀβριμόθυμοι,
νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵτινές ἐστε
ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει
ἔργον ἀναγκαίης· ἀλλὰ μνησώμεθ’ Ἄρηος,
ἐς δ’ ἵππον βαίνωμεν ἐΰξοον, ὄφρα κε τέκμωρ
εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γάρ ἄμεινον
ἔσσεται ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν
ἄστυ μέγ’ ἐκπέρσωμεν, οὖ εἵνεκα δεῦρο μολόντες
πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.
ἀλλ’ ἄγε δή, μένος ἠΰ καὶ ἄλκιμον ἐν φρεσί θέντες
καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπ’ ἀνάγκῃ
θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα
χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει
θάρσος, ὅ πέρ τε μάλιστα πέλει κλέος ἀνθ ρώποισιν.
ἀλλ’ ἄγ’, ἀριστῆες μὲν ἐῢν λόχου ἐντύνεσθε·
οἱ δ’ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες
μιμνέμεν, εἰσόκεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι
δήϊοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.
αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,
μιμνέτω ἄγχ’ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ·
καί οἱ πάντα μέλοιτο μάλ’ ἔμπεδον, ὁππός’ ἔγωγε
πρόσθ’ ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,
ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται.’
ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ
ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν
ἐκτελέειν· τῷ καί μιν ἐϋφρονέοντ’ ἀνὰ θυμὸν
εὐρὺς ἀγάσσατο λαός· ὁ δ’ ἐν μέσσοισιν ἔειπεν·
‘ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,
ἔργον μὲν τόδ’ ἔγωγε λιλαιομένοισι τελέσσω,
εἰ καὶ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται
βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ,
ἢ θανέειν δηΐοισιν ὑπ’ ἀνδράσιν, ἢ ὑπαλύξαι
Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.’
ὣς φάτο θαρσαλέως· μέγα δ’ Ἀργεῖοι κεχάροντο·
καί τις ἔφη· ‘ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων
ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι
ἢ νῶιν· νῦν γάρ που ὀΐομαι ἐσσυμένως περ
ἀργαλέου πολέμοιο τέκμωρ ἀΐδηλον ἔσεσθαι.’
ὣς ἄρ’ ἔφη κατὰ λαὸν ἀρηϊφίλων τις Ἀχατῶν·
Νέστωρ δ’ αὖθ’ ἑτέρωθεν ἐποτρύνων μετέειπε·
‘νῦν χρειώ, φίλα τέκνα , βίης καὶ θάρσεος ἐσθλοῦ·
νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην
ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν·
ἀλλ’ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου
βαίνετ’, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάξει·
ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,
οἶον ὅτ’ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο
Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότ’ ἔγωγε
πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
εἰ μὴ ἄρ’ ἀντίθεος Πελίης ἀέκοντά μ’ ἔρυκε·
νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλ’ ἄρα καὶ ὥς,
ὡς νέος ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου
θαρσαλέως· θάρσος δὲ κλέος καὶ κῦδος ὁπάσσει.’
ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
‘ὧ Νέστορ, σὺ μέν ἐσσὶ νόῳ προφερέστατος ἀνδρῶν
πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρπεν,
οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο·
τῷ σε χρὴ Τενέδοιο πρὸς ῇόνας ἀπονέεσθαι·
ἐς δὲ λόχον νέοι ἄνδρες ἔθ’ ὑσμίνης ἀκόρητοι
βησόμεθ’ ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις.’
ὣς φάτο· τοῦ δ’ ἄγχιστα κιὼν Νηλήιος υἱὸς
ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τ’ ἐφύπερθεν,
οὕνεχ’ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον,
αὐτὸν δ’ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι·
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
‘ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ εΰφρονι μύθῳ
ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν
Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ·
ὀψὲ δ’ ἄρ’ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν
πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά·
ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,
ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δ’ ἐς μέσσον ἔλασσαν·
τούνεκα ῥηιδίη μέν ἐς ἀργαλέην κακότητα
αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δ’ ἐπὶ κῦδος,
μέσφ’ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ.’
ὣς φάτο· τὸν δ’ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός·
‘ὦ γέρον, ὡς σύ γ’ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο
ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτως·
εἰ δ’ ἑτέρως ἐθέλουσι θεοί , καὶ τοῦτο τετύχθω·
βουλοίμην γὰρ ὑπ’ Ἄρεϊ ἐϋκλειῶς ἀπολέσθαι,
ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι.’
ὣς εἰπὼν ὤμοισι κατ’ ἄμβροτα θήκατο τεύχη
πατρὸς ἑοῦ· τοὶ δ’ αἶψα καὶ αὐτοὶ θωρήχθησαν
ἡρώων οἱ ἄριστοι, ὅσοις θρασὺς ἔπλετο θυμός.
τούς μοι νῦν καθ’ ἕκαστον ἀνειρομένῳ σάφα Μοῦσαι
ἔσπεθ’ , ὅσοι κατέβησαν ἄσω πολυχανδέος ἵππου·
ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατ’ ἀοιδήν,
πρίν μοι ἔτ’ ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι
τρὶς τόσον Ἑρμοῦ ἄπωθεν, ὅσον βοόωντος ἀκοῦσαι,
Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,
οὔρεΐ τ’ οὔτε λίην χθαμαλῷ οὔθ’ ὑψόθι πολλῷ.
πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα
υἱὸς Ἀχιλλῆος, σὺν δὲ κρατερὸς Μενέλαος
ἠδ’ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης·
βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,
σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,
Αἴας τ’ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,
Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω,
σὺν δ’ ἄρ’ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε
Τεῦκρός τ’ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
Θάλπιος Ἀντίμαχός τε μενεπτόλεμός τε Λεοντεύς·
σὺν δ’ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
Δημοφόων τε καὶ Ἀμφίμαχος κρατερός τ’ Ἀγαπήνωρ,
σὺν δ’ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·
ἄλλοι δ’ αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχ’ ἄριστοι,
ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός,
ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δ’ ᾦ ἐνὶ θυμῷ
ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδ’ ἐπερεῖσαι·
τοὔνεκα δὴ πάντων βῆ δεύτατος· εἴρυσε δ’ εἴσω
κλίμακας, ᾖς ἀνέβησαν· ὁ δ’ αὖ μάλα πάντ’ ἐπερείσας
αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ
πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.
οἱ δ’ ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον
ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·
τοὺς δὲ καἰ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου
Ἀργεῖοι κατέρυξαν, ἵν’ ἐν νήεσσι μένοντες
λαοῖς σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες
ἔργον ἐποίχονται, ὁπότ’ εἰσορόωσιν ἄνακτες·
τοὔνεκ’ ἄρ’ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
οἱ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο·
εὐνὰς δ’ ἔνθ’ ἔβαλον κατὰ βένθεος· ἐκ δ’ ἔβαν αὐτοὶ
νηῶν ἐσσυμένως· ἀπὸ δ’ ἔκτοθι πείσματ’ ἔδησαν
ἠιόνων· αὐτοὶ δὲ παραυτόθι μίμνον ἕκηλοι
δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.
οἱ δ’ ἄρ’ ἐν ἵππῳ ἔσαν δηΐων σχεδόν, ἄλλοτε μέν που
φθεῖσθαι ὀϊόμενοι, ὁτὲ ἱερὸν ἄστυ δαΐξαι·
καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.
Τρῶες εἰσενόησαν ἐπ’ ᾐόσιν Ἑλλησπόντου
καπνὸν ἔτ’ ἀΐσσοντα δι’ ἠέρος· οὐδ’ ἄρα νῆας
δέρκονθ’, αἵ σφιν ἔνεικαν ἀφ’ Ἑλλάδοσ αἰνὸν ὄλεθρον.
γηθόσυνοι δ’ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι
τεύχἐ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμφεχε θυμόν·
ἵππον δ’ εἰσενόησαν ἐΰξοον. ἀμφὶ δ’ ἄρ’ αὐτῷ
θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτὺχθη·
ἀγχόθι δ’ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν·
καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος
μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις
μειλιχίοις εἴροντο πάρος· μετέπειτα δ’ ὁμοκλῇ
σμερδαλέῃ· καὶ πολλὰ δολόφρονα φῶτα δάϊζον
πολλὸν ἐπὶ χρόνον αἰέν· ὁ δ’ ἔμπεδον ἠΰτε πέτρη
μίμνεν ἀτειρέα γυἶ ἐπιειμένος· ὀψὲ δ’ ἄρ’ αὐτοῦ
οὔαθ’ ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο
πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ,
ὅππῃ ἔβαν Δαναοὶ σὺν νήεσιν, ἢ τί καὶ ἵππος
ἔνδον ἐρητύεσκεν. ὁ δ’ ἐνθέμενος φρεσὶ κάρτος
λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλ’ ἐνὶ θυμῷ
ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ
ἀργαλέως· Ἥρη γὰρ ἐνέπνευσεν μέγα κάρτος·
τοῖα δ’ ἄρ’ ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν·
‘Ἀργεῖοι μέν νηυσὶν ὑπὲρ πόντοιο φέβονται
μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ·
Κάλχαντος δ’ ἰότητι δαΐφρονι Τριτογενείῃ
ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρ’ ἀλέωνται
πάγχυ κοτεσσαμένης Τρώων ὕπερ· ἀμφὶ δὲ νόστου
ἐννεσίῃς Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον,
ὄφρα με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης
δαίμοσιν εἰναλίοις. ἐμὲ δ’ οὐ λάθον, ἀλλ’ ἀλεγεινὰς
σπονδάς τ’ οὐλοχύτας τε μάλ’ ἐσσυμένως ὑπαλύξας
ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου·
οἱ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ με λίποντο
ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην.’
ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν·
ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην.
τῷ δ’ οἱ μὲν πεπίθοντο κατὰ στρατόν, οἱ δ’ ἄρ’ ἔφαντο
ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ
ἥνδανε Λαοκόωντος· ὁ γὰρ πεπνυμένα βάζων
φῆ δόλον ἔμμεναι αἰνὸν ὑπ’ ἐννεσίῃσιν Ἀχαιῶν,
πάντας δ’ ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον,
ἵππον δουράτεον καὶ γνώμεναι εἴ τι κεκεύθει.
καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον,
εἰ μὴ Τριτογένεια, κοτεσσαμένη περὶ θυμῷ
αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ, γαῖαν ἔνερθεν
θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος.
τῷ δ’ ἄφαρ ἔμπεσε δεῖμα· τρόμος δ’ ἀμφέκλασε γυῖα
ἀνδρὸς ὑπερθύμοιο· μέλαινα δέ οἱ περὶ κρατὶ
νὺξ ἐχύθη· στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος,
σὺν δ’ ἔχεεν λασίῃσιν ὑπ’ ὀφρύσιν ὄμματα φωτός·
γλῆναι δ’ ἀργαλέῃσι πεπαρμέναι ἀμφ’ ὀδύνῃσι
ῥιζόθεν ἐκλονέοντο· περιστρωφῶντο δ’ ὀπωπαὶ
τειρόμεναι ὑπένερθεν· ἄχος δ’ ἀλεγεινὸν ἵκανεν
ἄχρι καὶ ἐς μήνιγγας ἰδ’ ἐγκεφάλοιο θέμεθλα·
τοῦ δ’ ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ
ὀφθαλμοί, ὁτὲ δ’ αὖτε δυσαλθέα γλαυκιόωντες·
πολλάκι δ’ ἔρρεον οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης
εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ·
μαινομένῳ δ’ ἤικτο, καὶ ἔδρακε διπλόα πάντα
αἰνὰ μάλα στενάχων. καὶ ἔτι Τρώεσσι κέλευεν,
οὐδ’ ἀλέγιζε μόγοιο· φάος δέ οἱ ἐσθλὸν ἄμερσε
δῖα θεά· λευκαὶ δ’ ἄρ’ ὑπὸ βλέφαρ’ ἔσταν ὀπωπαὶ
αἵματος ἐξ ὀλοοῖο· περιστενάχιζε δὲ λαὸς
οἰκτείρων φίλον ἄνδρα, καὶ ἀθανάτην Ἀγελείην
ἐρριγώς, μή τι παρήλιτεν ἀφραδίῃσιν,
καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον,
δειδιότων, μὴ δή σφι καὶ αὐτοῖς ἄλγος ἕπηται
οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος
ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντ’ ἀγορεύσειν·
τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ
ὀψέ περ οἰκτείραντες. ἀγειρόμενοι δ’ ἅμα πάντες
σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ
δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς
ποσσὶν ὑπὸ βριαροῖσιν ἐΰτροχα δούρατ’ ἔθηκεν,
ὄφρα κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται
ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. οἱ δ’ ἅμα πάντες
εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠΰτε νῆα
ἕλκωσιν μογέοντες ἔσω ἁλὸς ἠχηέσσης
αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες
τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα
ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα·
ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ
πανσυδίῃ μογέοντες ἀνείρυον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο·
αὐτοὶ δ’ ἐστέψαντο κάρη· μέγα δ’ ἤπυον αὐλοὶ
ἀλλήλοις ἐπικεκλομένοι· ἐγέλασσε δ’ Ἐνυὼ
δερκομένη πολέμοιο κακὸν τέλος· ὑψόθι δ’ Ἥρη
τέρπετ’· Ἀθηναίη δ’ ἐπεγήθεεν· οἱ δὲ μολόντες
ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος
λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἱ δ’ ὀλόλυξαν
Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι
θάμβεον ὄβριμον ἔργον· ὃ δέ σφισιν ἔκρυφε πῆμα.
Λαοκόων δ’ ἔτ’ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
ἵππον ἀμαλδῦναι μαλερῷ πυρί· τοὶ δέ οἱ οὔτι
πείθοντ’, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.
τῷ δ’ ἔπι κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθὴνη
δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.
δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ
ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες
σμερδαλέοι ναίεσκον ἔτ’ οὐλομένοιο γενέθλης
Τυφῶνος νήσοιο κατὰ πτύχας, ἥν τε Καλύδνην
λαοὶ ἐπικλείουσιν ἔσω ἁλὸς ἀντία Τροίης.
ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων
ἐς Τροίην· οἱ δ’ αἶψα θεῆς ὕπο κινηθέντες
νῆσον ὅλην ἐτίναξαν· ἐπεσμαράγησε δὲ πόντος
νισσομένων, καὶ κῦμα διΐστατο· τοὶ δ’ ἐφέροντο
αἰνὸν λιχμώωντες· ἔφριξε δὲ κήτεα πόντου·
ἀμφὶ δ’ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
νύμφαι καὶ Σιμόεντος· ἀπ’ Οὐλύμποιο δὲ Κύπρις
ἄχνυτο· τοὶ δ’ ἄφαρ ἷξον ὅπῃ θεὸς ὀτρύνεσκε,
θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων
δυστήνοις ἐπὶ παισί· κακὴ δ’ ἐπενίσσετο φύζα
Τρῶας, ὅτ’ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα·
οὐδέ τις αἰζηῶν οὐδ’ εἰ μένος ἄτρομος ἦεν
μεῖναι ἔτλη· πάντας γὰρ ἀμείλιχον ἄμφεχε δεῖμα
θῆρας ἀλευομένους, ὀδύνη δ’ ἔχεν· ἂν δὲ γυναῖκες
οἴμωζον· καί πού τις ἑῶν ἐπελήσατο τέκνων
αὐτὴ ἀλευομένη στυγερὸν μόρον· ἀμφὶ δὲ Τροίη
ἔστεν’ ἐπεσσυμένων· πολλοὶ δ’ ἄφαρ εἰς ἓν ἰόντες
γυῖα περιδρύφθησαν· ἐνεστείνοντο δ’ ἀγυιαῖς
ἀμφιπεριπτώσσοντες. ἔλειπτο δὲ μοῦνος ἄπωθεν
Λαοκόων ἅμα παισί· πέδησε γὰρ οὐλομένη Κὴρ
καὶ θεός. οἱ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι
πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας· οὐδ’ ὅ γ’ ἀμύνειν
ἔσθενεν· ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες
κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. οἱ δ’ ἄρ’ Ἀθήνης
προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
ἄμφω ἀϊστώθησαν ὑπὸ χθόνα· τῶν δ’ ἔτι σῆμα
φαίνεθ’, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος·
Περγάμῳ ἐν ζαθέῃ. προπάροιθε δὲ Τρώιοι υἷες
παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων
τεῦξαν ἅμ’ ἀγρόμενοι κενεὸν τάφον, ᾧ ἔπι δάκρυ
χεῦε πατὴρ ἀλαοῖσιν ὑπ’ ὄμμασιν· ἀμφὶ δὲ μήτηρ
πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
ἐλπομένη τι καὶ ἄλλο κακώτερον, ἔστενε δ’ ἄτην
ἀνέρος ἀφραδίῃς, μακάρων δ’ ὑπεδείδιε μῆνιν·
ὡς δ’ ὅτ’ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν
πολλὰ μάλ’ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,
ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,
δάμναθ’ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,
μητέρι δ’ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα
μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα·
ὣς ἥ γε στενάχιζε λυγρῷ τεκέων ἐπ’ ὀλέθρῳ
μυρομένη κενεῷ περὶ σήματι· σὺν δέ οἱ ἄλλο
πῆμα μάλ’ ἀργαλέον πόσιος πέλεν ἀμφ’ ἀλαοῖο.
καί ῥ’ ἡ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε
τοὺς μὲν ἀποφθιμένους τὸν δ’ ἄμμορον ἠελίοιο·
Τρῶες δ’ ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς
λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει
λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.
ἱερὰ δ’ οὐ καίοντο, πυρὸς δ’ ἐσβέννυτ’ ἀϋτμή,
ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο·
καπνὸς δ’ αἱματόεις ἀνεκήκιε· μηρὰ δὲ πάντα
πῖπτε χαμαὶ τρομέοντα· κατηρείποντο δὲ βωμοί·
σπονδαὶ δ’ αἷμα γένοντο· θεῶν δ’ ἐξέρρεε δάκρυ,
καὶ νηοὶ δεύοντο λύθρῳ· στοναχαὶ δ’ ἐφέροντο
ἔκποθεν ἀπροφάτοιο· περισσείοντο δὲ μακρὰ
τείχεα καὶ πύργοι μεγάλ’ ἔκτυπον, ὡς ἀχέοντες·
αὐτόματοι δ’ ἄρ’ ὀχῆες ἀνωίγνυντο πυλάων
αἰνὸν κεκλήγοντες· ἐπεστενάχοντο δὲ λυγρὸν
ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες·
ἄστρα δὲ πάντ’ ἐφύπερθε θεοδμήτοιο πόληος
ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος
οὐρανοῦ αἰγλήεντος· ἀπαυαίνοντο δὲ δάφναι
πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι·
ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο
ἔντοσθεν πυλέων· μάλα μυρία δ’ ἄλλα φαάνθη
σήματα Δαρδανίδῃσι καὶ ἄστεϊ πῆμα φέροντα.
ἀλλ’ οὐ δεῖμ’ ἀλεγεινὸν ὑπὸ Τρώων φρένας ἷξε
δερκομένων ἀλεγεινὰ τεράατα πάντα κατ’ ἄστυ·
κῆρες γὰρ πάντων νόον ἔκβαλον, ὄφρ’ ἐπὶ δαιτὶ
πότμον ἀναπλήσωσιν ὑπ’ Ἀργείοισι δαμέντες.
οἴη δ’ ἔμπεδον ἦτορ ἔχεν πινυτόν τε νόημα
Κασσάνδρη, τῆς οὔποτ’ ἔπος γένετ’ ἀκράαντον,
ἀλλ’ ἄρ’ ἐτήτυμον ἔσκεν· ἀκούετο δ’ ἔκ τινος αἴσης
ὡς ἀνεμώλιον αἰέν, ἵν’ ἄλγεα Τρωσὶ γένηται.
ἡ ῥ’ ὅτε σήματα λυγρὰ κατὰ πτόλιν εἰσενόησεν
εἰς ἕν ἅμ’ ἀΐσσοντα, μέγ’ ἴαχεν, εὖτε λέαινα,
ἥν ῥά τ’ ἐνὶ ξυλόχοισιν ἀνὴρ λελιημένος ἄγρης
οὐτάσῃ ἠὲ βάλῃ, τῆς δ’ ἐν φρεσὶ μαίνεται ἦτορ
πάντῃ ἀν’ οὔρεα μακρά, πέλει δέ οἱ ἄσχετος ἀλκή·
ὥς ἄρα μαιμώωσα θεόπροπον ἔνδοθεν ἦτορ
ἤλυθεν ἐκ μεγάροιο· κόμαι δέ οἱ ἀμφεκέχυντο
ὤμοις ἀργυφέοισι μετάφρενον ἄχρις ἰοῦσαι·
ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέα· τῆς ὑπὸ δειρή,
ἐξ ἀνέμων ἅτε πρέμνον, ἄδην ἐλελίζετο πάντῃ.
καί ῥα μέγα στονάχησε καὶ ἴαχε παρθένος ἐσθλή·
‘ἆ δειλοί, νῦν βῆμεν ὑπὸ ζόφον· ἀμφὶ γὰρ ἡμῖν
ἔμπλειον πυρὸς ἄστυ καὶ αἵματος ἠδὲ καὶ οἴτου
λευγαλέου· πάντῃ δὲ τεράατα δακρυόεντα
ἀθάνατοι φαίνουσι, καὶ ἐν ποσὶ τέρματ’ ὀλέθρου.
σχέτλιοι, οὐδέ τι ἴστε κακὸν μόρον, ἀλλ’ ἅμα πάντες
χαίρετ’ ἄρ’ ἀφραδέοντες, οἳ ἠγάγετ’ ἐς πόλιν αὐτοὶ
Ἀργείων λυγρὸν ἵππον ὃ γὰρ μέγα πῆμα κέκευθεν.
ἀλλά μοι οὐ πείθεσθ’, οὐδ’ εἰ μάλα πόλλ’ ἀγορεύω,
οὕνεκ’ Ἐριννύες ἄκρα γάμου κεχολωμέναι αἰνοῦ
ἀμφ’ Ἑλένης, καὶ Κῆρες ἀμείλιχοι ἀΐσσουσι
πάντῃ ἀνὰ πτολίεθρον· ἐπ’ εἰλαπίνῃ δ’ ἀλεγεινῇ
δαίνυσθ’ ὕστατα δόρπα κακῷ πεφορυγμένα λύθρῳ
ἤδη ἐπιψαύοντες ὁμὴν ὁδὸν εἰδώλοισι.’
καί τις κερτομέων ὀλοφώιον ἔκφατο μῦθον·
‘ὦ κούρη Πριάμοιο, τί ἤ νύ σε μάργος ἀνώγει
γλῶσσα κακοφραδίη τ’ ἀνεμώλια πάντ’ ἀγορεύειν;
οὐδέ σε παρθενικὴ καὶ ἀκήρατος ἀμφέχει αἰδώς,
ἀλλά σε λύσς’ ὀλοὴ περιδέδρομε· τῷ νύ σε πάντες
αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν.
ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην
ἠδ’ αὐτῇ· τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος
μίμνει Λαοκόωντος ἀναιδέος· οὐ γὰρ ἔοικεν
ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα.’
ὣς ἄρ’ ἔφη Τρώων τις ἀνὰ πτόλιν· ὥς δὲ καὶ ἄλλοι
κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν,
οὕνεκ’ ἄρα σφίσι πῆμα καὶ ἀργαλέον μένος Αἴσης
ἄγχι παρειστήκει· τοὶ δ’ οὐ νοέοντες ὄλεθρον
κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου·
ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι,
ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης
αἰθομένης ἔτι δαλὸν ἀπ’ ἐσχαρεῶνος ἑλοῦσα
ἔσσυτο μαιμώως’· ἑτέρῃ δ’ ἐν χειρὶ φέρεσκεν
ἀμφίτυπον βουπλῆγα· λυγροῦ δ’ ἐπεμαίετο ἵππου,
ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι
Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες
πῦρ ὀλοόν τε σίδηρον, ἀκηδέες ἐντύνοντο
δαῖτα λυγρήν· μάλα γάρ σφας ἐπήιεν ὑστατίη νύξ.
Ἀργεῖοι δ’ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες
δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδ’ ἀλεγόντων
Κασσάνδρης, τήν ῥ’ αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο
ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.
Ἡ δ’ ἅτε πόρδαλις ἔσσυτ’ ἐν οὔρεσιν ἀσχαλόωσα,
ἥν τ’ ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες
σεύοντ’ ἐσσυμένως, ἡ δ’ ἄγριον ἦτορ ἔχουσα
ἐντροπαλιζομένη ἀναχάζεται τειρομένη περ·
ὣς ἥ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη κῆρ
Τρώων ἀμφὶ φόνῳ· μάλα γὰρ μέγα δέχνυτο πῆμα.

13
1
2
2.5
3
4
4.5
5
6
6.5
7
8
8.5
9
10
10.5
11
12
οἱ
δ’ ἄρ’
ἀνὰ
πτολίεθρον
ἐδόρπεον·
ἐν
δ’ ἄρα
τοῖσιν
αὐλοὶ ὁμῶς σύριγξι μέγ’ ἤπυον· ἀμφὶ δὲ πάντῃ
μολπὴ ἐπ’ ὀρχηθμοῖσι καὶ ἄκριτος ἔσκεν ἀϋτὴ
δαινυμένων, οἵη τε πέλει παρὰ δαιτὶ καὶ οἴνῳ.
ὧδε δέ τις χείρεσσι λαβὼν ἔμπλειον ἄλεισον
πῖνεν ἀκηδέστως· βαρύθοντο δέ οἱ φρένες ἔνδον
ἀμφὶ δ’ ἄρ’ ὀφθαλμοὶ στρεφεδίνεον· ἄλλο δ’ ἐπ’ ἄλλῳ
ἐκ στόματος προΐεσκεν ἔπος κεκολουμένα βάζων·
καί ῥά οἱ ἐν μεγάρῳ κειμήλια καὶ δόμος αὐτὸς
φαίνετο κινυμένοισιν ἐοικότα· πάντα δ’ ἐώλπει
ἀμφιπεριστρωφᾶσθαι ἀνὰ πτόλιν· ὄσσε δ’ ἄρ’ ἀχλὺς
ἄμφεχεν· ἀκρήτῳ γὰρ ἀμαλδύνονται ὀπωπαὶ
καὶ νόος αἰζηῶν, ὁπότ’ ἐς φρένα χανδὸν ἵκηται·
καί ῥα καρηβαρέων τοῖον ποτὶ μῦθον ἔειπεν·
‘ἦ ῥ’ ἅλιον Δαναοὶ πουλὺν στρατὸν ἐνθάδ’ ἄγειραν,
σχέτλιοι, οὐδ’ ἐτέλεσσαν ὅσα φρεσὶ μηχανόωντο,
ἀλλ’ αὕτως ἀπόρουσαν ἀπ’ ἄστεος ἡμετέροιο
νηπιάχοις παίδεσσιν ἐοικότες ἠὲ γυναιξίν.’
ὣς ἄρ’ ἔφη Τρώων τις ἐεργόμενος φρένας οἴνῳ,
νήπιος· οὐδ’ ἄρ’ ἐφράσσατ’ ἐπὶ προθύροισιν ὄλεθρον.
εὖτε γὰρ ὕπνος ἔρυκεν ἀνὰ πτόλιν ἄλλοθεν ἄλλον
οἴνῳ ἀναπλήθοντας ἀπειρεσίῳ καὶ ἐδωδῇ,
δὴ τότ’ ἄρ’ αἰθαλόεντα Σίνων ἀνὰ πυρσὸν ἄειρε
δεικνὺς Ἀργείοισι πυρὸς σέλας. ἀμφὶ δέ οἱ κῆρ
ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή μιν ἴδωνται
Τρῶες ἐϋσθενέες, τάχα δ’ ἀμφαδὰ πάντα γένηται·
ἀλλ’ οἱ μὲν λεχέεσι πανύστατον ὕπνον ἴαυον
πολλῷ ὑπ’ ἀκρήτῳ βεβαρηότες· οἱ δ’ ἐσιδόντες
ἐκ Τενέδου νήεσσιν ἐπὶ πλόον ἐντύνοντο.
αὐτὸς δ’ ἄγχ’ ἵπποιο Σίνων κίεν· ἦκα δ’ ἄϋσεν,
ἦκα μάκ’, ὡς μήπου τις ἐνὶ Τρώεσσι πύθηται,
ἀλλ’ οἶοι Δαναῶν ἡγήτορες, ὧν ἀπὸ νόσφιν
ὕπνος ἄδην πεπότητο λιλαιομένων πονέεσθαι.
οἵ ῥά οἱ ἔνδον ἐόντες ἐπέκλυον, ἐς δ’ Ὀδυσῆα
πάντες ἐπ’ οὔατ’ ἔνευσαν· ὁ δέ σφεας ὀτρύνεσκεν
ἦκα καὶ ἀτρεμέως ἐκβήμεναι· οἱ δ’ ἐπίθοντο
ἐς μόθον ὀτρύνοντι, καὶ ἐξ ἵπποιο χαμᾶζε
ὥρμαινον προνέεσθαι· ὁ δ’ ἰδρείῃσιν ἔρυκε
πάντας ἅμ’ ἐσσυμένους· αὐτὸς δ’ ἄρα χερσὶ θοῇσιν
ἵππου δουρατέοιο μάλ’ ἀτρέμας ἔνθα καὶ ἔνθα
πλευρὰ διεξώϊξεν ἐϋμμελίῃ, ὑπ’ Ἐπειῷ.
βαιὸν δ’ ἐξανέδυ σανίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ
Τρῶας παπταίνεσκεν, ἐγρηγορότ’ εἴπου ἴδοιτο·
ὡς δ’ ὅταν ἀργαλέῳ λιμῷ βεβολημένος ἦτορ
ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλ’ ἐδωδῆς
ποίμνης πρὸς σταθμὸν εὐρὺν, ἀλευόμενος δ’ ἄρα φῶτας
καὶ κύνας, οἵ ῥά τε μῆλα φυλασσέμεναι μεμάασι,
βαίνῃ ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος·
ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
ὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆες
νισσόμενοι κλίμαξι κατὰ στίχας, ἅσ περ Ἐπειὸς
τεῦξεν ἀριστήεσσιν ἐϋσθενέεσσι κέλευθα
ἵππον ἐσερχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν.
οἵ ῥα τότ’ ἀμφ’ αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,
θαρσαλέοις σφήκεσσιν ἐοικότες, οὕδ τε κλονήσῃ
δρυτόμος, οἱ δ’ ἅμα πάντες ὀρινόμενοι περὶ θυμῷ
ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν·
ὣς οἵ ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο
ἐς Τρώων πτολίεθρον ἐΰκτιτον· ἐν δ’ ἄρα τοῖσι
πάλλετ’ ἐνὶ στέρνοισι κέαρ τάχα δ’ οἱ μὲν ἔναιρον
δυσμενέας τοὶ δ’ ἔτ’ ἔρεσσον ἔσω ἁλός· αἱ δ’ ἐφέροντο
νῆες ὑπὲρ μέγα χεῦμα· Θέτις δ’ ἴθυνε κέλευθα
οὖρον ἐπιπροϊεῖσα· νόος δ’ ἄρ’ ἰαίνετ’ Ἀχαιῶν·
καρπαλίμως δ’ ἐλθόντες ἐπ’ ᾐόνας Ἑλλησπόντου,
ἔνθ’ αὖθις στήσαντο νέας, σὺν δ’ ἄρμενα πάντα
εἷλον ἐπισταμένως, ὅσα νήεσιν αἰὲν ἕπονται.
αὐτοὶ δ’ αἶψ’ ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντο
ἄβρομοι, ἠΰτε μῆλα ποτὶ σταθμὸν ἀΐσσοντα
ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα·
ὣς οἵ γ’ αὐίαχοι Τρώων ποτὶ ἄστυ νέοντο
πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες.
οἱ δ’, ὡς σμερδνὰ λύκοὶ λιμῷ περιπαιφάσσοντες
σταθμῷ ἐπιβρίσωσι κατ’ οὔρεα μακρὰ καὶ ὕλην
εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δ’ ἐπ’ ἄλλοις
δάμνανθ’ ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ
αἵματι καὶ νεκύεσσιν, ὀρώρει δ’ αἰνὸς ὄλεθρος,
καίπερ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων·
ἀλλ’ ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης,
δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο
ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος.
πᾶν δ’ εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο
καὶ νεκύων· πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα
καιόμεν’ ἀργαλέως· μέγα δὲ φρεσὶν ἰαίνοντο.
ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν·
μαίνετο δ’ ἐν μέσσοισιν Ἄρης στονόεσσα τ’ Ἐνυώ·
πάντῃ δ’ αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν
Τρώων τ’ ὀλλυμένων ἠδ’ ἀλλοδαπῶν ἐπικούρων.
τῶν οἱ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι
κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι· τοὶ δ’ ἐφύπερθε
πῖπτον ἀποπνείοντες ἑὸν μένος· οἱ δ’ ἄρα χερσὶ
δράγδην ἔγκατ’ ἔχοντες ὀϊζυρῶς ἀλάληντο
ἀμφὶ δόμους· ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων
ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες·
πολλῶν δ’ ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων
χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐτῇς·
φευγόντων δ’ ἑτέρων μελίαι διὰ νῶτα πέρησαν
ἄντικρυς ἐς μαζούς, τῶν δ’ ἰξύας ἄχρις ἱκέσθαι
αἰδοίων ἐφύπερθε διαμπερές, ᾗχι μάλιστα
Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.
πάντῃ δ’ ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει
ὠρυθμός· στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν
ἔπλετο λευγαλέη· περὶ δ’ ἴαχε πάντα μέλαθρα
ἄσπετον· οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν
εἰδομένων γεράνοισιν, ὅτ’ αἰετὸν ἀθρήσωσιν
ὑψόθεν ἀΐσσοντα δι’ αἰθέρος, οὐδ’ ἄρα τῇσι
θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλά ἑ μοῦνον
μακρὸν ἀνατρύζουσι φοβεύμεναι ἱερὸν ὄρνιν·
ὣς ἄρα Τρωιάδες μέγα κώκυον ἄλλοθεν ἄλλαι,
αἱ μὲν ἀνεγρόμεναι λέχεων ἄπο, ταὶ δ’ ἐπὶ γαῖαν
θρῴσκουσαι· τῇς δ’ οὔτι μίτρης ἔτι μέμβλετο λυγρῇς,
ἀλλ’ αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα
μοῦνον ἐφεσσάμεναι· ταὶ δ’ οὐ φθάσαν οὔτε καλύπτρην
οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλ’ ἐπιόντας
δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο
παλλόμεναι κραδίην, μοῦνον δ’ ἄρα χερσὶ θοῇσιν
αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι· αἱ δ’ ἀλεγεινῶς
ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ
θεινόμεναι γοάασκον ἄδην· ἕτεραι δὲ κυδοιμὸν
δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δ’ ἐλάθοντο
δείματος, ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι
ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη
ὤπασεν. οἰμωγὴ δ’ ἀταλάφρονας ἔκβαλεν ὕπνου
νηπιάχους, τῶν οὔπω ἐπίστατο κήδεα θυμός·
ἄλλοι δ’ ἀμφ’ ἄλλοισιν ἀπέπνεον· οἱ δ’ ἐπέχυντο
πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν· ἀμφὶ δὲ λυγραὶ
κῆρες ὀϊζυρῶς ἐπεγήθεον ἀλλυμένοισιν.
οἱ δ’ ὡς ἀφνειοῖο σύες κατὰ δώματ’ ἄνακτος
εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος
μυρίοι ἐκτείνοντο· λυγρῷ δ’ ἀνεμίσγετο λύθρῳ
οἶνος ἔτ’ ἐν κρητῆρσι λελειμμένος· οὐδέ τις ἦεν,
ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον,
οὐδ’ εἴ τις μαλ’ ἄναλκις ἔην· ὀλέκοντο δὲ Τρῶες.
ὡς δ’ ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι
καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ
ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ
ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα
μίμνωσιν, κείνοιο γλάγος ποτὶ σῶμα φέροντος,
νηδύα πλησάμενοι πολυχανδέα πάντ’ ἐπιόντες
αἷμα μέλαν πίνουσιν, ἅπαν δ’ ὀλέκουσι μένοντες
πῶϋ, κακὴν δ’ ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι·
ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπ’ ἄλλῳ
κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηϊοτῆτα·
οὐδ’ ἄρ’ ἔην Τρώων τις ἀνούτατος, ἀλλ’ ἅμα πάντων
γναμπτὰ μέλη πεπάλακτο μελαινόμεν’ αἵματι πολλῷ.
οὐδὲ μὲν Ἀργείοισιν ἀνούτατος ἔπλετο δῆρις,
ἀλλ’ οἱ μὲν δεπάεσσι τετυμμένοι, οἱ δὲ τραπέζαις,
οἱ δ’ ἔτι καιομένοισιν ἐπ’ ἐσχαρεῶνι τυπέντες
δαλοῖς, οἱ δ’ ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον,
οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο
Ἡφαίστου μαλεροῖο περιζείοντος ἀϋτμῇ·
ἄλλοι δ’ αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν
ἤσπαιρον δμηθέντες ἐν αἵματι· τῶν δ’ ἀπὸ χειρῶν
δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτε βάλοντο
χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν·
καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε
λᾶα βαλὼν ἑτάροιο κατὰ μόθον· οἱ δ’ ἅτε θῆρες
οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο
ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο
νύχθ’ ὑπὸ λευγαλέην· μέγα δ’ ἰσχανόωντες Ἄρηος
ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον
σεύοντες, πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν
Ἀργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροισιν
ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,
δυσμενέας δάμναντο καὶ ὡς βεβαρηότες οἴνῳ.
αἴγλη δ’ ἄσπετος ὦρτο δι’ ἄστεος, οὕνεκ’ Ἀχαιῶν
πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρ’ ἀνὰ δῆριν
δυσμενέας τε φίλους τε μάλ’ ἀτρεκέως ὁρόωσι.
καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα
αἰχμητῆρα Κόροιβον ἀγανοῦ Μύγδονος υἷα
ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν,
ᾗχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι.
καὶ τὸν μὲν περὶ δουρὶ μέλας ἐκιχήσατο πότμος·
κάππεσε δ’ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,
νήπιος, οὐδ’ ἀπόνητο γάμων, ὧν οὕνεχ’ ἵκανε
χθιζὸς ὑπὸ Πριάμοιο πόλιν καὶ ὑπέσχετ’ Ἀχαιοὺς
Ἰλίου ἂψ ὦσαι· τῷ δ’ οὐ θεὸς ἐξετέλεσσεν
ἐλπωρήν· κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.
σὐν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα
γαμβρὸν ἐϋμμελίην Ἀντήνορος, ὅς ῥα μάλιστα
θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.
ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,
καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δ’ ἄρα πάγχυ
γηραλέου κλάσθησαν ἄδην ἐπὶ σώματι γυῖα·
καί ῥα περιτρομέων ἅμα χείρεσιν ἀμφοτέρῃσι
τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δ’ ἥψατο γούνων
ἀνδροφόνου ἥρωος· ὁ δ’ ἐς μόθον ἐσσύμενός περ
ἢ χόλου ἀμβολίῃ, ἢ καὶ θεοῦ ὀτρύνοντος,
βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρα τι εἴπῃ
λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον· ὃς δ’ ἀλεγεινὸν
ἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμφεχε δεῖμα·
‘γουνοῦμαί σ’, ὅτις ἐσσὶ πολυσθενέων Ἀργείων,
αἴδεσαι ἀμφιπεσόντος ἐμὰς χέρας, ἀργαλέου τε
λῆγε χόλου· καὶ γάρ ῥα πέλει μακρὸν ἀνέρι κῦδος
ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα
κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς·
τοὔνεκ’ ἐμεῦ ἄπο νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας
ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι.’
ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός·
‘ὦ γέρον, ἔλπομ’ ἔγωγ’ ἐσθλόν ποτὶ γῆρας ἱκέσθαι·
ἀλλά μοι ἕως ἔτι κάρτος ἀέξεται, οὔτιν’ ἐάσω
ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλ’ Ἄϊδι πάντας ἰάψω,
οὕνεκ’ ἄρ’ ἐσθλὸς ἀνὴρ ὃς δήϊον ἄνδρ’ ἀπαμύνει.’
ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ
δεινὸς ἀνήρ· ἴθυνε δ’ ὅπῃ θνητοῖς ἐπὶ πότμον
ψυχῆς εἰσι τάχιστα καὶ αἵματος αἰνὰ κέλευθα·
καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα
Τυδείδαο χέρεσσιν. ὁ δ’ εἰσέτι Τρῶας ἐναίρων
ἔσσυτ’ ἀνὰ πτολίεθρον ἐῷ μέτα κάρτεϊ θύων·
δάμνατο δ’ ἠῢν Ἄβαντα· βάλεν δ’ ὑπὸ δούρατι μακρῷ
υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα.
Αἴας δ’ Ἀμφιμέδοντα, Δαμαστορίδην δ’ Ἀγαμέμνων,
Ἰδομενεῦς δὲ Μίμαντα, Μέγης δ’ ἕλε Δηιοπίτην.
υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ
Πάμμονα δῖον ὄλεσσε, βάλεν δ’ ἐπιόντα Πολίτην,
ἀντίφονόν τ’ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας
υἱῆας Πριάμοιο· καὶ ἀντιόωντ’ ἀνὰ δῆριν
δάμνατ’ Ἀγήνορα δῖον· ἐπ’ ἄλλῳ δ’ ἄλλον ἔπεφνεν
ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετ’ ὄλεθρος
ὀλλυμένων· ὁ δὲ πατρός ἑοῦ καταειμένος ἀλκὴν
μαιμώων ἐδάϊζεν ὅσους κίχεν. ἐν δὲ καὶ αὐτῷ
δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν
ἑρκείου ποτὶ βωμόν· ὁ δ’ ὡς ἴδεν υἷ’ Ἀχιλῆος,
ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκ’ ἄρ’ αὐτὸς
θυμὸν ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσσαι·
τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι·
‘ὦ τέκος ὀβριμόθυμον ἐϋπτολέμου Ἀχιλῆος,
κτεῖνον, μηδ’ ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε
τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι
ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη
φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης
λευγαλέης, ὁμάδου τε δυσηχέος. ὡς ὄφελόν με
σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι
Ἴλιον, ὁππότ’ ἄποινα περὶ κταμένοιο φέρεσκον
Ἕκτορος, ὅν μοι ἔπεφνε πατὴρ τεός· ἀλλὰ τὸ μέν που
κῆρες ἐπεκλώσαντο· σὺ δ’ ἡμετέροιο φόνοιο
ἄασον ὄβριμον ἦτορ, ὅπως λελάθωμ’ ὀδυνάων.’
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
‘ὧ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις·
οὐ γάρ σ’ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω·
οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο.’
ὣς εἰπὼν· ἀπέκοψε κάρην πολιοῖο γέροντος
ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται
ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.
ἡ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπ’ αἶαν
νόσφ’ ἄλλων μελέων, ὁπόσοις ἐγκίνυται ἀνήρ·
κεῖτο δ’ ἄρ’ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν
ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν·
οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποτσιν,
ἀλλ’ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον·
καὶ τὸν μὲν πότμος εἶλε· κακῶν δ’ ὅ γε λήσατο πάντων.
οἱ δὲ καὶ Ἀστυάνακτα βάλου Δαναοὶ ταχύπωλοι
πύργου ἀφ’ ὑψηλοῖο, φίλου δέ οἱ ἦτορ ὄλεσσαν
μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα
ἕστορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε
ζωὸς ἐών· τῷ καί οἱ ἀπηχθήραντο γενέθλην,
καί οἱ παῖδ’ ἐβάλοντο καθ’ ἕρκεος αἰπεινοῖο,
νήπιον, οὔπω δῆριν ἐπιστάμενον πολέμοιο.
ἠΰτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς
κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται
μητρὸς ἀποτμήξαντες ἐϋγλαγέων ἀπὸ μαζῶν,
ἡ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα
μακρὰ κινυρομένη, τῇ δ’ ἐξόπιθεν κακόν ἄλλο
ἔλθῃ, ἐπεί ἑ λέοντες ἀναρπάξωσι καὶ αὐτήν·
ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο
ἦγον δήϊοι ἄνδρες ἅμ’ ἄλλῃς ληιάδεσσι
κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ βοῶσαν.
ἡ δ’ ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος
μνησαμένη φόνον αἰνὸν ἐΰσφυρος Ἠετιώνη
ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον
τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν·
καί ῥ’ ὀλοφυδνὸν ἄϋσε μέγ’ ἀχνυμένη κέαρ ἔνδον·
‘εἰ δ’ ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ
ἢ κατὰ πετράων ἢ ἔσω πυρὸς αἶψα βάλεσθε,
Ἀργεῖοι· μάλα γάρ μοι ἀάσπετα πήματ’ ἔασι·
καὶ γάρ μευ πατέρ’ ἐδθλὸν ἐνήρατο Πηλέος υἱὸς
Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δ’ ἔνι φαίδιμον ἄνδρα,
ὅς μοι ἔην μάλα πάντα, τά τ’ ἔλδετο θυμὸς ἐμεῖο·
καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα,
ᾧ ἔτι κυδιάασκον ἀπείριτον, ᾧ ἔτι πολλὰ
ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα.
τῷ νύ μ’ ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο
νοσφίσατ’ ἐσσυμένως, μηδ’ εἰς ἑὰ δώματ’ ἄγεσθε
μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ
εὔαδεν ἀνθρώποισι μετέμμεναι, οὕνεκα δαίμων
κηδεμονῆας ὄλεσσεν· ἄχος δέ με δέχνυται αἰνὸν
ἐκ Τρώων στυγεροῖσιν ἐπ’ ἄλγεσιν οἰωθεῖσαν.’
ἦ ῥα λιλαιομένη χθόνα δύμεναι· οὐ γὰρ ἔοικε
ζωέμεναι κείνοισιν, ὅσων μέγα κῦδος ὄνειδος
ἀμφιχάνῃ· δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.
οἱ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ.
ἄλλοι δ’ αὖτ’ ἄλλοις ἐν δώμασι θυμὸν ἔλειπον
ἀνέρες· ἐν δ’ ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει·
ἀλλ’ οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκ’ ἄρ’ αὐτοῦ
Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς,
ὡς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδ’ ἐσάωσεν
ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα·
τῷ δ’ ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες
αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἔασαν
καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φίλον ἄνδρα.
καὶ τότε δὴ πάϊς ἐσθλὸς ἀμύμονος Ἀγχίσαο
πολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο
δουρὶ καὶ ἠνορέῃ, πολλῶν δ’ ἀπὸ θυμὸν ὀλέσσας,
ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν
αἰθόμενον πτολίεθρον, ἀπολλυμένους θ’ ἅμα λαοὺς
πανσυδίῃ, καὶ κτῆσιν ἀπείριτον. ἔκ τε μελάθρων
ἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτ’ ἄρ’ αὐτοῦ
ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτειχέα πάτρην,
ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμ’ ὑπαλύξαι.
ὡς δ’ ὅθ’ ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήϊα νωμῶν
νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμ’ ἀλεείνων
πάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ
χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δ’ ἄρα νηὸς
ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήϊα μοῦνα
τυτθόν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς
φορτίδος· ὣς πάϊς ἐσθλὸς ἐΰφρονος Ἀγχίσαο,
ἄστυ λιπὼν δηΐοισι καταιθόμενον πυρὶ πολλῷ,
υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε,
τὸν μέν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι
χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα,
τὸν δ’ ἁπαλῆς ἅμα χειρὸς ἐπιψαύοντα πόδεσσι
γαίης· οὐλομένου τε φοβεύμενον ἔργα μόθοιο
ἐξῆγεν πολέμοιο δυσηχέος· ὃς δ’ ὑπ’ ἀνάγκης
ἐκρέματ’ ἐμπεφυὼς ἀταλὸς πάϊς· ἀμφὶ δέ δάκρυ·
χεύατό οἱ ἁπαλῇσι παρηίσιν· αὐτὰρ ὁ νεκρῶν
σώμαθ’ ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δ’ ἐν ὄρφνῃ
οὐκ ἐθέλων στείβεσκε· Κύπρις δ’ ὀδόν ἡγεμόνευεν
υἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ
πρόφρων ῥυομένη· τοῦ δ’ ἐσσυμένου ὑπὸ ποσσὶ
πάντῃ πῦρ ὑπόεικε· περισχίζοντο δ’ ἀϋτμαὶ
Ἡφαίστου μαλεροῖο· καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν
πῖπτον ἐτώσια πάντα κατὰ χθονὸς, ὁππός’ Ἀχαιοὶ
κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι
καὶ τότε δὴ Κάλχας μεγάλ’ ἴαχε λαὸν ἐέργων·
‘ἴσχεσθ’ Αἰνείαο κατ’ ἰφθίμοιο καρήνου
βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα·
τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέϊ βουλῇ
Θύμβριν ἐπ’ εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα
τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν
ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι
κοιρανέειν· ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν
ἄχρις ἐπ’ ἀντολίην τε καὶ ἀκαμάτου δύσιν ἠοῦς·
καὶ δ’ αὐτῷ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν,
οὕνεκα δὴ πάϊς ἐστὶν ἐϋπλοκάμου Ἀφροδίτης,
καὶ δ’ ἄλλως τοῦδ’ ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,
οὕνεκα καὶ χρυσοῖο καὶ ἄλλ’ ὅσα οἱ κτέατ’ ἐστίν,
ἄνδρ’ ἃ σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν,
τῶν πάντων προβέβουλεν ἑὸν πατέρ’ ἠδὲ καὶ υἷα·
νὺξ δὲ μί’ ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι
ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα.’
ὣς φάτο· τοὶ δ’ ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον
πάντες· ὁ δ’ ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει,
ᾗχί ἑ ποιπνύοντα πόδες φέρον· οἱ δ’ ἔτι Τροίης
Ἀργεῖοι πτολίεθρον ἐϋκτίμενον διέπερθον.
καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι
Δηίφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας
ἀμφ’ Ἑλένης λεχέεσσι δυσάμμορον· ἡ δ’ ὑπὸ φύζῃ
κεύθετ’ ἐνὶ μεγάροισιν· ὁ δ’ αἵματος ἐκχυμένοιο
γήθεεν ἀμφὶ φόνῳ· τοῖον δ’ ἐπὶ μῦθον ἔειπεν·
‘ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντ’ ἐφέηκα
σήμερον· οὐδέ σε δῖα κιχήσεται Ἠριγένεια
ζωὸν ἔτ’ ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι
γαμβρὸς ἐρισμαράγοιο· μέλας δέ σε δέξατ’ ὄλεθρος
ἡμετέρης ἀλόχοιο παρὰ μεγάροισι δαρέντα
ἀργαλέως· ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε
θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος
νοσφισάμην· καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος·
ἀλλ’ ὁ μὲν ἤδη ἵκανεν ὑπὸ ζόφον ὀκρυόεντα
τίσας αἴσιμα πάντα· σὲ δ’ οὐκ ἄρα μέλλεν ὀνήσειν
ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔποτ’ ἀλιτροὶ
ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκ’ ἄρ’ αὐτοὺς
εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ
ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται
τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων.’
ὣς εἰπὼν δηΐοισιν ἀνηλέα τεῦχεν ὄλεθρον·
μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγ’ ἀέξων
ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι
Τρωσὶ κακὰ φρονέεσκε, τὰ δὴ θεὸς ἐξετέλεσσε
πρέσβα Δίκη· κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν
ἀμφ’ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,
σχέτλιοι, ὁππότε κεῖνο διὲκ μέλαν αἷμα καὶ ἱρὰ
ἀθανάτων πατέοντο παραιβασίῃσι νόοιο·
τῷ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον·
τοὔνεκ’ ἄρ’ οἱ μὲν ὄλοντο πρὸ τείχεος, οἱ δ’ ἀνὰ ἄστυ
τερπόμενοι παρὰ δαιτὶ καὶ ἠϋκόμοις ἀλόχοισιν.
ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο
εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν
ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας
ὥρμηνε κτανέειν ζηλημοσύνῃσι νόοιο,
εἰ μή οἱ κατέρυξε βίην ἐρόεσς’ Ἀφροδίτη,
ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δ’ ἐρωήν·
τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο, καί οἱ ἔνερθεν
ἡδὺν ὑφ’ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ ὄσσων.
τῷ δ’ ἄρα θάμβος ἄελπτον ἐπήλυθεν· οὐδ’ ἄρ’ ἔτ’ ἔτλη
κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι,
ἀλλ’ ὥστε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι
εἱστήκει, τὸ μὲν οὔτε θοαὶ βορέαο θύελλαι
ἐσσύμεναι κλονέουσι δι’ ἠέρος οὔτε νότοιο·
ὣς ὁ ταφὼν μένε δηρόν· ὑπεκλάσθη δέ οἱ ἀλκὴ
δερκομένου παράκοιτιν· ἄφαρ δ’ ὅ γε λήσατο πάντων,
ὅσσα οἱ ἐν λεχέεσσι παρήλιτε κουριδίοισι·
πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις, ἥ περ ἁπάντων
ἀθανάτων δάμνησι νόον θνητῶν τ’ ἀνθρώπων.
ἀλλὰ καὶ ὣς θοὸν ἆορ ἀπὸ χθονὸς αὖθις ἀείρας
κουριδίῃ ἐπόρουσε· νόος δέ οἱ ἄλλ’ ἐνὶ θυμῷ
ὡρμᾶτ’ ἐσσυμένοιο· δόλῳ δ’ ἄρα θέλγεν Ἀχαιούς.
καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ
μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι·
δείδιε γὰρ μή δή σφιν ἐτώσια πάντα γένηται·
‘ἴσχεο νῦν, Μενέλαε, χολούμενος· οὐ γὰρ ἔοικε
κουριδίην παράκοιτιν ἐναιρέμεν, ἧς πέρι πολλὰ
ἄλγἐ ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες·
οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γ’ ἔολπας,
ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης
λησάμενος· τῷ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων.’
ὣς φάθ’· ὁ δ’ αἶψ’ ἐπίθησε. θεοὶ δ’ ἐρικυδέα Τροίην
κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον,
νόσφιν ἐϋπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης.
αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτ’ ἐσίδοντο
περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.
ἀλλ’ οὐ μὰν οὐδ’ αὐτὴ ἐΰφρων Τριτογένεια
πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ ῥά οἱ ἔνδοθι νηοῦ
Κασσάνδρην ᾔσχυνεν Ὀϊλέος ὄβριμος υἱὸς
θυμοῦ τ’ ἠδὲ νόοιο βεβλαμμένος· ἡ δέ οἱ αἰνὸν
εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης·
οὐδὲ μὲν ἔργον ἀεικὲς ἐσέδρακεν, ἀλλά οἱ αἰδὼς
καὶ χόλος ἀμφεχύθη· βλοσυρὰς δ’ ἔτρεψεν ὀπωπὰς
νηὸν ἐς ὑψόροφον· περὶ δ’ ἔβραχε θεῖον ἄγαλμα,
καὶ δάπεδον νηοῖο μέγ ἔτρεμεν· οὐδ’ ὅ γε λυγρῆς
λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.
πάντῃ δ’ ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα
ὑψόθεν· ἀζαλέη δὲ κόνις συνερίσγετο καπνῷ·
ὦρτο δ’ ἄρα κτύπος αἰνός, ὑπετρομέοντο δ’ ἀγυιαί·
καίετο δ’ Αἰνείαο δόμος, καίοντο δὲ πάντα
Ἀντιμάχοιο μέλαθρα· καταίθετο δ’ ἄσπετος ἄκρη
Πέργαμον ἀμφ’ ἐρατὴν περί θ’ ἱερὸν Ἀπόλλωνος
νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν
ἑρκείου· θάλαμοι δὲ κατεπρήθοντ’ ἐρατεινοὶ
υἱωνῶν Πριάμοιο· πόλις δ’ ἀμαθύνετο πᾶσα.
Τρῶες δ’ οἱ μὲν παισὶν ὑπ’ Ἀργείων ὀλέκοντο,
οἱ δ’ ὑπὸ λευγαλέου τε πυρὸς σφετέρων τε μελάθρων,
ἔνθα σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη,
ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν
πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες,
οἱ δ’ ἄρ’ ὁμῶς τεκέεσσι κατακτείναντες ἄκοιτιν
κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.
καί ῥά τις οἰόμενος δηΐων ἑκὰς ἔμμεν’ ἀϋτὴν
ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας
ὥρμηνεν πονέεσθαι ἐφ’ ὕδατι· τὸν δὲ παραφθὰς
Ἀργείων τις ἔτυψεν ὑπ’ ἔγχεϊ καί οἱ ὄλεσσε
θυμὸν ὑπ’ ἀκρὴτῳ βεβαρημένον· ἤριπε δ’ εἴσω
δώματος· ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις.
ἄλλῳ δ’ αὖ φεύγοντι διὰ μεγάροιο μεσόδμη
ἔμπεσε καιομένη, ἐπὶ δ’ ἤριπεν αἰπὺς ὄλεθρος.
πολλαὶ δ’ αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν
ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώματι παίδων,
οὓς λίπον ἐν λεχέεσσιν· ἄφαρ δ’ ἀνὰ ποσσὶν ἰοῦσαι
παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων.
ἵπποι δ’ αὖτε κύνες τε δι’ ἄστεος ἐπτοίηντο
φεύγοντες στυγεροῖο πυρὸς μένος· ἀμφὶ δὲ ποσσὶ
στεῖβον ἀποκταμένους, ζωοῖσι δὲ πῆμα φέροντες
αἰὲν ἐνερρήγνυντο. βοὴ δ’ ἀμφίαχεν ἄστυ.
καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο
φθεγγομένου· τοὺς δ’ ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν·
ἄλλον δ’ ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.
φλὸξ δ’ ἄρ’ ἐς ἠέρα δῖαν ἀνέγρετο· πέπτατο δ’ αἴγλη
ἄσπετος· ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο
μέχρις ἐπ’ Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα
Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο·
καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον·
‘ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον
πολλὰ μάλ’ ἀμφ’ Ἑλένης ἑλικοβλεφάροιο καμόντες,
πᾶσα δ’ ἄρ’ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη
καίεται· οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε·
πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα·
καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα
κυδήεντα τίθησι, τὰ δ’ ὑψόθι μείον’ ἔθηκε·
πολλάκι δ’ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο
ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο.’
ὣς ἂρ’ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην
εἰσορόων. στονόεσσα δ’ ἔτ’ ἄμφεχε Τρῶας ὀϊζύς·
Ἀργεῖοι δ’ ἀνὰ ἄστυ κυδοίμεον, ἠΰτ’ ἀῆται
λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,
ὁππότ’ ἄρ’ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο
βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν
ἐς νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δ’ ἄρ’ αὐτῷ
πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντ’ ἐνὶ πόντῳ
ὀρνυμένων ἀνέμων· τοῖς εἴκελοι υἷες Ἀχαιῶν
πόρθεον Ἴλιον αἰπύ· τὸ δ’ ἐν πυρὶ καίετο πολλῷ.
ἠΰτ’ ὄρος λασίῃσιν ἄδην καταείμενον ὕλῃς
ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο
ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι καλῶναι,
τῷ δ’ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα
Ἡφαίστοιο βίῃφι περιστρεφθέντα καθ’ ὕλην·
ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς
ῥύετ’ ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι
μακρὰ περιστήσαντο, τά περ βροτὸς οὔποτ’ ἄλυξε.
καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τ’ Ἀκάμαντι
Θησῆος μεγάλοιο δι’ ἄστεος ἤντετο μήτηρ
αἴθρη ἐελδομένη· μακάρων δέ τις ἡγεμόνευεν,
ὅς μιν ἄγεν κείνοισι καταντίον· ἡ δ’ ἀλάλυκτο
φεύγους’ ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἱ δ’ ἐσιδόντες
αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς
αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο
ἀντιθέην παράκοιτιν· ἄφαρ δέ οἱ ἐμμεμαῶτες
χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι
ἐς Δαναούς· ἡ δ’ αἰνὸν ἀναστενάχουσα μετηύδα·
‘μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων,
δήϊον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε·
οὐ γὰρ Τρωιάδων γένος εὔχομαι, ἀλλά μοι ἐσθλὸν
αἷμα πέλει Δαναῶν μάλ’ ἐϋκλεές, οὕνεκα Πιτθεὺς
γείνατό μ’ ἐν Τροιζῆνι· γάμῳ δ’ ἑδνώσατο δῖος
Αἰγεύς· ἐκ δ’ ἄρ’ ἐμεῖο κλυτὸς πάϊς ἔπλετο Θησεύς.
ἀλλά με, πρὸς μεγάλοιο Διός , τερπνῶν τε τοκήων,
εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδ’ ἵκοντο
υἷες ἅμ’ Ἀτρείδῃσι, φίλοις παίδεσσιν ἐκείνου
δείξατ’ ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀΐω
ὔμμιν ὁμήλικας ἔμμεν· ἀναπνεύσει δέ μευ ἦτορ,
ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω.’
ὣς φάτο· τοὶ δ’ ἀΐοντες ἑοῦ μνήσαντο τοκῆος,
ἀμφ’ Ἑλένης ὅς’ ἔρεξε, καὶ ὡς διέπερσαν Ἀφίδνας
κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότ’ ἄρ’ αὐτοὺς
ὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι
νηπιάχους ἔτ’ ἐόντας· ἀνεμνήσαντο δ’ ἀγαυῆς
Αἴθρης, ὅσς’ ἐμόγησε δορυκτήτῳ ὑπ’ ἀνάγκῃ,
ἄμφω ὁμῶς ἑκυρή τε καὶ ἀμφίπολος γεγαυῖα
ἀντιθέης Ἑλένης· σὺν δ’ ἀμφασίῃ κεχάροντο.
Δημοφόων δέ μιν ἠῢς ἐελδομένην προσέειπεν·
‘σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ
αὐτίκ’, ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷας
ἡμέας, οἵ σε φίλῃς συναειράμενοι παλάμῃσιν
οἴσομεν ἐς νῆας, καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας
ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες.’
ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ
χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους
καὶ κεφαλὴν καὶ στέρνα γένειά τε λαχνήεντα·
ὣς δ’ αὕτως Ἀκάμαντα κύσεν, περὶ δέ σφισι δάκρυ
ἡδὺ κατὰ βλεφάροιϊν ἐχεύατο μυρομένοισιν·
ὡς δ’ ὁπότ’ αἰζηοῖο μετ’ ἀλλοδαποῖσιν ἐόντος
λαοὶ φημίξωσι μόρον, τὸν δ’ ἔκποθεν υἷες
ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα
κλαίουσιν μάλα τερπνόν· ὁ δ’ ἔμπαλια παισὶ καὶ αὐτὸς
μύρεται ἐν μεγάροισιν ἐπωμαδόν, ἀμφὶ δὲ δῶμα
ἡδὺ κινυρομένων γοερὴ περιπέπτατ’ ἰωή·
ὣς τῶν πυρομένων λαρὸς γόος ἀμφιδεδήει.
καὶ τότε που Πριάμοιο πολυκτήτοιο θύγατρα
Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι
εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρα ἑ γαῖα
ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα.
τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθεν
ῥῆξεν ἀπειρεσίην· ἡ δ’ ἐννεσίῃσι θεοῖο
κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου,
Ἰλίου ὀλλυμένης, ἧς εἵνεκά φασι καὶ αὐτὴν
Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι
ἀχλύϊ καὶ νεφέεσσιν ἀποιχομένην χοροῦ ἄλλων
πληιάδων, αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν·
ἀλλ’ αἱ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν
ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν· ἡ δ’ ἄρα μούνη
κεύθεται αἰὲν ἄϊστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ
Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν· οὐδέ οἱ αὐτὸς
Ζεὺς ὕπατος χραίσμησεν ἀπ’ αἰθέρος, οὕνεκα Μοίραις
εἴκει καὶ μεγάλοιο Διὸς μένος· ἀλλὰ τὸ μέν που
ἀθανάτων τάχ’ ἔρεξεν ἐῢς νόος, ἠὲ καὶ αὐταί·
Ἀργεῖοι δ’ ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον
πάντῃ ἀνὰ πτολίεθρον· ἔρις δ’ ἔχε πείρατα χάρμης.

14
1
2
2.5
3
4
4.5
5
6
6.5
7
8
8.5
9
10
10.5
11
12
καὶ
τότ’
ἀπ’
Ὠκεανοῖο
θεὰ
χρυσόθρονος
Ἠὼς
οὐρανὸν εἰσανόρουσε· χάος δ’ ὑπεδέξατο νύκτα.
οἱ δὲ βίη Τροίην εὐερκέα δῃώσαντο
Ἀργεῖοι καὶ κτῆσιν ἀπείρονα ληίσσαντο,
χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵ τε φέρονται
ἐξ ἐρέων καναχηδὸν ὀρινομένου ὑετοῖο,
πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετ’ ὄρεσφιν
αὐτοῖς σὺν πρώνεσσιν ἔσω φορέουσι θαλάσσης·
ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ
κτήματα πάντα φέρεσκον ἐϋσκάρθμους ἐπὶ νῆας.
σὺν δ’ ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας,
τὰς μὲν ἔτ’ ἀδμῆτας καὶ νηίδας οἷο γάμοιο,
τίς δ’ ἄρ’ ὑπ’ αἰζηοῖσι νέον φιλότητι δαμείσας,
ἄλλας δ’ αὖ πολιοπλοκάμους, ἑτέρας δ’ ἄρ’ ἐκείνων
ὁπλοτέρας, ὧν παῖδας ἀπειρύσσαντ’ ἀπὸ μαζῶν
ὑστάτιον χείλεσσι γλάγος περιμαιμώωντας.
τοῖσιν δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς
ἦγεν ἑὴν παράκοιτιν ἀπ’ ἄστεος αἰθομένοιο
ἐξανύσας μέγα ἔργον· ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς.
Κασσάνδρην δ’ ἄγε δῖαν ἐϋμμελίης Ἀγαμέμνων·
Ἀνδρομάχην δ’ Ἀχιλῆος ἐῢς πάϊς· αὐτὰρ Ὀδυσεὺς
εἷλκε βίῃ Ἑκάβην· τῆς δ’ ἁθρόα δάκρὐ ἀπ’ ὄσσων
πίδακος ὣς ἐχέοντο· περιτρομέεσκε δὲ γυῖα,
καὶ κραδίη ἀλάλυκτο φόβῳ, δεδάϊκτο δὲ χαίτας
κράατος ἐκ πολιοῖο· τέφρη δ’ ἐπεπέπτατο πολλή,
τήν που ἀπ’ ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν
ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο·
καί ῥα μέγα στονάχιζεν, ὅτ’ ἄμφεχε δούλιον ἦμαρ
μὰψ ἀεκαζομένην· ἕτερος δ’ ἑτέρην γοόωσαν
ἦγεν Τρωιάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ·
αἱ δ’ ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι
νηπιάχοις ἅμα παισὶ κινυρόμεναι μάλα λυγρῶς·
ὡς δ’ ὁπότ’ ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα
σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσιν
ἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, τοὶ δ’ ἀλεγεινὸν
μίγδα περιτρύζουσι διηνεκὲς ἀλλήλοισιν·
ὣς Τρῳαὶ Δαναοῖσιν ὑπ’ ἐστενάχοντο δαμεῖσαι·
ἴσην δ’ αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην.
ἀλλ’ οὐ μὰν Ἑλένην γόος ἄμφεχεν· ἀλλά οἱ αἰδὼς
ὄμμασι κυανέοισιν ἐφίζανε, καί οἱ ὕπερθεν
καλὰς ἀμφερύθηνε παρηίδας· ἐν δέ οἱ ἦτορ
ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν
κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί·
τοὔνεχ’ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.
καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ
ἕσπετο νισσομένοιο κατ’ ἴχνιον ἀνδρὸς ἑοῖο
αἰδοῖ πορφύρουσα παρήιον, ἠΰτε Κύπρις,
εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνησιν Ἄρηος
ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν
δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο,
τοῖς ἔνι κεῖτ’ ἀχέουσα περὶ φρεσὶν αἰδομένη τε
ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν
Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω
ἀμφαδὸν εἰσοράασθαι ἐπ’ αἴσχεϊ θηλυτέρῃοι.
τῇ Ελένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ
ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ
νῆας ἔπ’ Ἀργείων εὐήρεας· ἀμφὶ δὲ λαοὶ
θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς
ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη
κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι,
οὔτ’ οὖν ἀμφαδίην, ἀλλ’ ὡς θεὸν εἰσορόωντο
ἀσπασίως· πᾶσιν γὰρ ἐελδομένοισι φαάνθη.
ὡς δ’ ὅτ’ ἀλωομένοισι δι’ ἀκαμάτοιο θαλάσσης
πατρὶς ἑὴ μετὰ δηρὸν ἐελδομένοισι φανείη,
οἱ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες
πάτρῃ χεῖρ’ ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ·
ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον· οὐ γὰρ ἔτ’ αὐτοῖς
μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ·
τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων
ἦρα φέρους’ Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί.
καὶ τότ’ ἄρ’, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ
Ξάνθος ἔθ’ αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ
μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ
ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα·
ὡς δ’ ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα
τυτθὰ διατμήξῃ, στάχυας δ’ ἀπὸ πάντας ἀμέρσῃ
ῥιπῇ ὑπ’ ἀργαλέῃ, καλάμη δ’ ἄρα χεύατ’ ἔραζε
μαψιδίη καρποῖο κατ’ οὔδεος ὀλλυμένοιο
λευγαλέως, λυγρῷ δὲ πέλει μέγα πένθος ἄνακτι·
ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος
Ἰλίου οἰωθέντος· ἔχεν δέ μιν αἰὲν ὀϊζὺς
ἀθάνατόν περ ἐόντα· μακρὴ δ’ ἀμφέστενεν Ἴδη
καὶ Σιμόεις· μύροντο δ’ ἀπόπροθι πάντες ἔναυλοι
Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.
Ἀργεῖοι δ’ ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες
μέλποντες νίκης ἐρικυδέος ὄβριμον ἀλκήν,
ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ αὐτῶν
θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ.
μολπὴ δ’ οὐρανὸν ἷκε δι’ αἰθέρος, εὖτε κολοιῶν
κλαγγὴ ἀπειρεσίη, ὁπότ’ εὔδιον ἦμαρ ἵκηται
χείματος ἐξ ὀλοοῖο, πέλει δ’ ἄρα νήμενος αἰθήρ·
ὣς τῶν πὰρ νήεσσι μέγ’ ἔνδοθι γηθομένοων κῆρ
ἀθάνατοι τέρποντο κατ’ οὐρανόν, ὅσσοι ἀρωγοὶ
ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων·
ἄλλοι δ’ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον,
δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον·
ἀλλ’ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν
ἔσθενον· οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων
ῥηιδίως δύνατ’ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων
ἀθανάτων σθένος ἐστί, Διὸς δ’ ἐκ πάντα πέλονται.
Ἀργεῖοι δ’ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες
καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς
λείβεσκον μέθυ λαρὸν ἐπ’ αἰθομένῃσι θυηλῇς
ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.
πολλὰ δ’ ἐν εἰλαπίνῃ θυμηδέϊ κυδαίνεσκον
πάντας, ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος·
θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχ’ ὑπέτλη
λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες
μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον·
ὃς δ’ ἄρ’ ἐνὶ φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ
νίκῃ ἔπ’ Ἀργείων, σφετέρῃ δ’ οὐκ ἄχνυτο λώβῃ·
ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον
κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων
ἐσθλῶν, ὁππόσα τ’ ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.
οἱ δ’ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες
δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες·
‘ἠνύσαμεν πολέμοιο μακροῦ τέλος· ἠράμεθ’ εὐρὺ
κῦδος ὁμῶς δηΐοισι μέγα πτολίεθρον ἑλόντες·
ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.’
ὣς ἔφαν· ἀλλ’ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.
τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος
οὐ γὰρ ἔτ’ αὐτοῖς
δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλ’ ἐπὶ ἔργα
εὐνομίης ἐτράποντο καὶ εὐφροσύνης ἐρατεινῆς.
ὃς δ’ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδεν,
λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας,
ἠδ’ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο
δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,
ἕνδεκα δ’ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσα τ’ ἔρεξε
Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα,
ὡς δὲ Κύκνον κατέπεφνεν ὑπέρβιον, ἠδ’ ὅς’ Ἀχαιοὶ
μαρνάμενοι κατὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο,
Ἕκτορα δ’ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης,
ὥς τ’ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον, ὥς τ’ ἐδάμασσεν
υἱέα Τιθωνοῖο, καὶ ὡς κτάνε καρτερὸς Αἴας
Γλαῦκον ἐϋμμελίην, ἠδ’ ὡς ἐρικυδέα φῶτα
Εὐρύπυλον κατέπεφνε θοοῦ πάϊς Αἰακίδαο,
ὡς δὲ Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα,
ἠδ’ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου
ἀνέρες, ὥς τε πόληα θεηγενέος Πριάμοιο
πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.
ἄλλα δ’ ἄρ’ ἄλλος ἄειδεν, ὅ τι φρεσὶν ᾗσι μενοίνα.
ἀλλ’ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,
δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο πότοιο
παυσάμενοι πάντες λαθικηδέα κοῖτον ἕλοντο·
χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας·
τῷ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν
παύσανθ’, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν·
ἄλλῃ δ’ ἄλλος ἴαυεν· ὁ δ’ ἐν κλισίῃσιν ἑῇσιν
Ἀτρείδης ὀάριζε μετ’ ἠϋκόμοιο γυναικός·
οὐ γάρ πω κείνοισιν ἐπ’ ὄμμασιν ὕπνος ἔπιπτεν,
ἀλλὰ Κύπρις πεπόνητο περὶ φρένας, ὄφρα παλαιοῦ
λέκτρου ἐπιμνήσωνται, ἄχος δ’ ἀπὸ νόσφι βάλωνται.
πρώτη δ’ αὖθ’ Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε·
‘μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ·
οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν,
ἀλλά μ’ Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες
σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες,
καί μ’ ἄμοτον μεμαυῖαν ὀϊζυρῶς ἀπολέσθαι
ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι
εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι
σεῦ ἕνεκ’ ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός·
τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ
λίσσομαι, ἀμφ’ ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης.’
ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος·
‘μηκέτι νῦν μέμνης’, ἀλλ’ ἰσχέμεν ἄλγεα θυμῷ·
ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι
λήθης· οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτ’ ἔργων.’
ὣς φάτο· τὴν δ’ ἕλε χάρμα, δέος δ’ ἐξέσσυτο θυμοῦ·
ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο
ὃν πόσιν· ἀμφὶ δέ μιν βάλε πήχεε· καί σφιν ἅμ’ ἄμφω
δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων.
ἀσπασίως δ’ ἀρα τώ γε παρ’ ἀλλήλοισι κλιθέντε
σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο·
ὡς δ’ ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνται
ἀλλήλους περὶ πρέμνα, τὰ δ’ οὔποτε ἲς ἀνέμοιο
σφῶν ἄπο νόσφι βαλέσθαι ἐπισθένει· ὣς ἄρα τώ γε
ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.
ἀλλ’ ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,
δὴ τότ’ Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο
ἔστη ὑπὲρ κεφαλῆς οὗ νἱέος, οἷος ἔην περ
ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δ’ Ἀχαιοῖς.
κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα
ἀσπασίως· καὶ τοῖα παρηγορέων προσέειπε·
‘χαῖρε, τέκος, καὶ μήτι δαΐζεο πένθεϊ θυμὸν
εἵνεκ’ ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν
ἤδη ὁμέστιός εἰμι· σὺ δ’ ἴσχεο τειρόμενος κῆρ
ἀμφ’ ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ.
αἰεὶ δ’ Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων
ἠνορέῃ· ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι
πείθεο· καὶ νύ σε πάντες ἐΰφρονα μυθήσονται.
τῖε δ’ ἀμύμονας ἄνδρας, ὅσοις νόος ἔμπεδός ἐστιν·
ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ̓ἀλεγεινός.
ἢν δ’ ἀγαθὸν φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων·
κεῖνος δ’ οὔποτ’ ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθ’ ἵκανεν,
ᾧτινι μὴ νόος ἐστὶν ἐναίσιμος· οὕνεκ’ ἄρ’ αὐτῆς
πρέμνον δύσβατόν ἐστι, μακρὸν δέ οἱ ἄχρις ἐπ’ αἴθρην
ὄζοι ἀνηέξηνθ’· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ
καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται
εἰς Ἀρετῆς ἀναβάντες ἐϋστεφάνου κλυτὸν ἔρνος.
ἀλλ’ ἄγε, κύδιμος ἔσσο, καὶ ἐν φρεσὶ πευκαλίμῃσι
μήτ’ ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ,
μήτ’ ἐσθλῷ μέγα χαῖρε· νόος δέ τοι ἤπιος ἔστω
ἔς τε φίλους ἑτάρους ἔς θ’ υἱέας ἔς τε γυναῖκα
μνωομένῳ κατὰ θυμόν, ὅτι σχεδὸν ἀνθρώποισιν
οὐλομένοιο μόροιο πύλαι καὶ δώματα νεκρῶν·
ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης,
ἄνθεσιν εἰαρινοῖσι· τὰ μὲν φθινύθει, τὰ δ’ ἀέξει·
τοὔνεκα μείλιχος ἔσσο. καὶ Ἀργείοισιν ἔνισπε
Ἀτρείδῃ δὲ μάλιστ’ Ἀγαμέμνονι, εἴ γέ τι θυμῷ
μέμνηνθ’, ὅσς’ ἐμόγησα περὶ Πριάμοιο πόληα,
ἠδ’ ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι,
τῷ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων
ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον
ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης
μᾶλλον ἔτ’ ἢ τὸ πάρος Βρισηίδος· ἀμφὶ δ’ ἄρ’ οἶδμα
κινήσω πόντοιο, βαλῶ δ’ ἐπὶ χείματι χεῖμα,
ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι
μίμνως’ ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰσόκ’ ἔμοιγε
λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου·
αὐτὴν δ’, εἴ κ’ ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται,
κούρην ταρχύσασθαι ἀπόπροθεν οὔτι μεγαίρω.’
ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ·
αἶψα δ’ ἐς Ἠλύσιον πεδίον κίεν, ᾗχι τέτυκται
οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη τ’ ἄνοδός τε
ἀθανάτοις μακάρεσσιν· ὁ δ’, ὁππότε μιν λίπεν ὕπνος,
μνήσατο πατρὸς ἑοῖο· νόος δέ οἱ ἠῢς ἰάνθη.
ἀλλ’ ὅτ’ ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια
νύκτα διασκεδάσασα, φάνη δ’ ἄρα γαῖα καὶ αἰθήρ,
δὴ τότ’ Ἀχαιῶν υἷες ἀπὲκ λεχέων ἀνόρουσαν
ἱέμενοι νόστοιο, νέας δ’ ἐς βένθεα πόντου
εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρ’ αὐτοὺς
ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός,
εἰς ἀγορήν τ’ ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν·
‘κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων,
πατρὸς ἐφημοσύνην ἐρικυδέος, ἥν μοι ἔνισπε
χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι·
φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν·
ἠνώγει δ’ ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα,
ὄφρα οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄγοιτε
τύμβον ἐπ’ εὐρώεντα Πολυξείνην εὔπεπλον·
καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι·
εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,
ἠπείλει κατὰ πόντον ἐναντία κύματ’ ἀείρας
λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδ’ ἐρύξειν.’
ὣς φαμένου πείθοντο, καὶ ὡς θεῷ εὐχετόωντο·
καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ
εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον, ἢ πάρος ἦεν,
μαινομένου ἀνέμοιο· μέγας δ’ ὀροθύνετο πόντος
χερσὶ Ποσειδάωνος· ὁ γὰρ κρατερῷ Ἀχιλῆι
ἦρα φέρεν· πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι
ἐς πέλαγος· Δαναοὶ δὲ μέγ’ εὐχόμενοι Ἀχιλῆι
πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον·
‘ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς·
τῷ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθ’ ἡμῖν·
οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος αἰών.’
ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο·
τὴν δ’ ἄγον, ἠῢτε πόρτιν ἐς ἀθανάτοιο θυηλὰς
μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,
ἡ δ’ ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ·
ὣς τῆμος Πριάμοιο πάϊς περικωκύεσκε
δυσμενέων ἐν χερσίν· ἄδην δέ οἱ ἔκχυτο δάκρυ·
ὡς δ’ ὁπότε βριαρῷ ὑπὸ χέρματι καρπὸς ἐλαίης
οὔπω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι
χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ
ἄρμεν’ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν·
ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς
ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος
αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ·
καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο· δεύετο δὲ χρὼς
ἀτρεκέως ἀτάλαντος ἐϋκτεάνῳ ἐλέφαντι.
καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος
τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν· ἐν δέ οἱ ἦτορ
μνήσατ’ ὀϊζυροῖο καὶ ἀλγινόεντος ὀνείρου,
τόν ῥ’ ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί·
ἦ γὰρ ὀΐετο τύμβον ἔπ’ ἀντιθέου Ἀχιλῆος
ἑστάμεναι γοόωσα, κόμαι δέ οἱ ἄχρις ἐπ’ οὖδας
ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν
ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα·
τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα
οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δ’ ἐπὶ μακρὸν ἀΰτει·
εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο
μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαραγεῦσα γάλακτι,
τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι
νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν,
ἡ δ’ ὁτὲ μέν θ’ ὑλακῇσι κινύρεται, ἄλλοτε δ’ αὖτε
ὠρυθμῷ, στυγερὴ δὲ δι’ ἠέρος ἔσσυτ’ ἀϋτή·
ὡς Ἑκάβη γοόωσα μέγ’ ἴαχεν ἀμφὶ θυγατρί·
‘ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δ’ ὕστατον ἀχνυμένη κῆρ
κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,
υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίελπτα παθόντας,
ἢ πόλιν ἠὲ θύγατρας ἀεικέας, ἢ ἐμὸν αὐτῆς
ἦμαρ ἀναγκαῖον καὶ δούλιον; οὕνεκα Κῆρες
σμερδαλέαι πολέεσσί μ’ ἐνειλήσαντο κακοῖσι.
τέκνον ἐμόν, σοὶ δ’ αἰνὰ καὶ οὐκ ἐπίελπτα καὶ αὐτῇ
ἄλγἐ ἐπεκλώσαντο· γάμου δ’ ἄπο νόσφι βάλοντο
ἐγγὺς ἐόνθ’ Ὑμεναῖον, ἐπεκρήναντο δ’ ὄλεθρον
ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν· ἦ γὰρ Ἀχιλλεὺς
καὶ νέκυς ἡμετέρῳ ἔτ’ ἰαίνεται αἵματι θυμόν·
ὥς μ’ ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε
γαῖα χανοῦσα κάλυψε, πάρος σέο πότμον ἰδέσθαι.’
ὣς φαμένης ἄλληκτα κατὰ βλεφάροιιν ἔχυντο
δάκρυα· λευγαλέον γὰρ ἔχεν μετὰ πένθεσι πένθος.
οἱ δ’ ὅτ’ ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο,
δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ
σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ
τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε·
‘κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων
Ἀργείων, μηδ’ ἧμιν ἔτ’ ἀργαλέως χαλέπαινε·
ἤδη γάρ τοι πάντα τελέσσομεν, ὅσσα μενοινᾷς
σῇσιν ἐνὶ πραπίδεσσι· σὺ δ’ ἵλαος ἄμμι γένοιο
τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον.’
ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ
λευκανίης· τὴν δ’ αἶψα λίπεν πολυήρατος αἰὼν
οἰκτρὸν ἀνοιμώξασαν ἐφ’ ὑστατίῃ βιότοιο·
καί ῥ’ ἡ μὲν πρηνὴς χαμάδις πέσε· τῆς δ’ ὑπὸ δειρῇ
φοινίχθη περὶ πάντα, χιὼν ὥς, ἥ τ’ ἐν ὄρεσσιν
ἥ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπ’ ἄκοντι
αἵματι πορφυρόεντι θοῶς ἐρυθαίνεθ’ ὕπερθεν.
Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι
ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκ’ ἄρ’ αὐτὴν
κεῖνος ἐνῖ Τρώεσσιν ἑῷ πάρος υἱέϊ δίῳ
Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν.
ὃς δ’ ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα
ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρῷ
σήματι καὶ νηοῖο καταντίον Ἀτρυτώνης,
δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα
σμερδαλέη, καὶ χεῦμα κατεπρήϋνε γαλήνη.
οἱ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες
μέλποντες μακάρων ἱερὸν γένος ἠδ’ Ἀχιλῆα.
αἶψα δὲ δαῖτ’ ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες
ἀθανάτοις· ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ·
οἱ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισι κυπέλλοις
πῖνον ἀφυσσάμενοι λαρὸν μέθυ· γήθεε δέ σφι
θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι.
ἀλλ’ ἄτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπεν·
‘κλῦτε, φίλοι, πολέμοιο μακρὴν προφυγόντες ὁμοκλήν,
ὄφρα λιλαιομένοισιν ἔπος θυμῆρες ἐνίσπω·
ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη·
ἀλλ’ ἴομεν· δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ
παύσατ’ ὀϊζυροῖο χόλου· κατέρυξε δὲ κῦμα
ὄβριμον Ἐννοσίγαιος· ἐπιπνείουσι δ’ ἀῆται
μείλιχοι· οὐδ’ ἔτι κῦμα κορύσσεται ἀλλ’ ἄγε νῆας
εἰς ἁλὸς οἶδμ’ ἐρύσαντες ἀναμνησώμεθα νόστου.’
ὣς φάτ’ ἐελδομένοις· οἱ δ’ ἐς πλόον ἐντύνοντο.
ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη,
οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο
ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετ’· ἀμφὶ δὲ λαοὶ
θάμβεον ἀγρόμενοι· τῆς δ’ ἅψεα λάϊνα πάντα
θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι·
καὶ τὴν μὲν Κάλχαντος ὑπ’ ἐννεσίῃσιν Ἀχαιοὶ
νηὸς ἐπ’ ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου.
καρπαλίμως δ’ ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες
κτήματα πάντ’ ἐβάλονθ’, ὁπός’ Ἴλιον εἰσανιόντες
ληΐσσαντο πάροιθε περικτίονας δαμάσαντες,
ἠδ’ ὁπός’ ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα
γήθεον, οὕνεκ’ ἕσαν μάλα μυρία· τοῖς δ’ ἅμα πολλαὶ
ληιάδες συνέποντο μάλ’ ἀχνύμεναι κατὰ θυμόν·
αὐτοὶ δ’ ἐντὸς ἵκοντο νεῶν. ἀλλ’ οὔ σφισι Κάλχας
ἕσπετ’ ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους
Ἀργείους κατέρυκε· Καφηρίσι γὰρ περὶ πέτρῃς
δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.
οἱ δέ οἱ οὔτι πίθοντο· παρήπαφε γὰρ νόον ἀνδρῶν
αἶσα κακή· μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς
Ἀμφίλοχος, θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου,
μίμνεν ὁμῶς Κάλχαντι περίφρονι· τοῖσι γὰρ ἦεν
αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης
Παμφύλων Κιλίκων τε ποτὶ πτολίεθρα νέεσθαι.
ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν· αὐτὰρ Ἀχαιοὶ
νηῶν πείσματ’ ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς
ἐσσυμένως ἀνάειραν· ἐπίαχε δ’ Ἑλλήσποντος
σπερχομένων· νῆες δὲ περικλύζοντο θαλάσσῃ·
ἀμφὶ δ’ ἄρα σφίσι πολλὰ περὶ πρώρῃσιν ἔκειντο
ἔντἐ ἀποκταμένων· καθύπερθε δὲ σήματα νίκης
μυρί’ ἀπῃώρηντο· κατεστέψαντο δὲ νῆας
καὶ κεφαλὶς καὶ δοῦρα καὶ ἀσπίδας, οἷσι μάχοντο
ἀντία δυσμενέων· ἀπὸ δὲ πρώρηθεν ἄνακτες
εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν
εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι·
εὐχωλαὶ δ’ ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν
μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.
αἱ δ’ ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ
ληιάδες· καὶ πολλὰ κινυρόμεναι γοάασκον
κρύβδην Ἀργείων μέγ’ ἐνὶ φρεσὶ πένθος ἔχουσαι·
καί ῥ’ αἱ μὲν περὶ γούνατ’ ἔχον χέρας· αἱ δὲ μέτωπα
χερσὶν ἐπηρείδοντο δυσάμμορι· αἱ δ’ ἄρα τέκνα
ἄμφεχον ἀγκοίνῃσι· τὰ δ’ οὔπω δούλιον ἦμαρ
ἔστενον οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλ’ ἐπὶ μαζῷ
θυμὸν ἔχον· κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.
πάσῃσιν δ’ ἑλέλυντο κόμαι καὶ στήθεα λυγρὰ
ἀμφ’ ὀνύχεσσι δέδρυπτο· παρειῇσιν δ’ ἔπι δάκρυ
αὐαλέον περίκειτο, κατείβετο δ’ ἄλλ’ ἐφύπερθε
πυκνὸν ἀπὸ βλεφάρων· δέρκοντο δὲ τλήμονα πάτρην
αἰθομένην ἔτι πάγχυ, πολὺν δ’ ἀνὰ καπνὸν ἰόντα·
ἀμφὶ δὲ Κασσάνδρην περικυδέα παπταίνουσαι
πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς
μνωόμεναι· ἡ δέ σφιν ἐπεγγελάασκε γοώσαις,
καίπερ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.
Τρώων δ’ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,
ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο
θαπτέμεναι μεμαῶτες· ἄγεν δ’ ἀλεγεινὸν ἐς ἔργον
Ἀντήνωρ· αὐτὴν δὲ πυρὴν πολέεσσι τίθεντο.
Ἀργεῖοι δ’ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες
ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,
ἄλλοτε δ’ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο
ἐσσυμένως· ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα
Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἱ δ’ ἀνὰ θυμὸν
καίπερ ἰαινόμενοι κταμένων μνησθέντες ἑνὰ θυμὸν
ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν
ὄσσε βάλον. ἡ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν
χαζομένη· τοὶ δ’ αἶψα παρ’ ἀγχιάλοιο φέροντο
ῥηγμῖνας Τενέδοιο· παρημείβοντο δὲ Χρῦσαν
καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης·
Λέσβος δ’ ἠνεμόεσς’ ἀνεφαίνετο· κάμπτετο δ’ ἄκρη
ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης.
λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρώραις
ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ
κύματα· λευκαίνοντο δ’ ὑπὲρ πόντοιο κέλευθοι.
καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας
πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρα σφι
κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη·
καί ῥ’ ὁπότ’ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,
δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον
ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα
Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον
ἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός·
‘Ζεῦ πάτερ, οὐκέτ’ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται
ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ
οὔτ’ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτ’ ὀπηδεῖ
ἀνδράσι λευγαλέοισι, κακοῦ δ’ ἄρα πλλάκις ἐσθλὸς
συμφέρετ’ ἄλγεσι μᾶλλον, ἔχει δ’ ἄλληκτον ὀϊζύν·
τοὔνεκ’ ἄρ’ οὔτε δίκην τις ἔθ’ ἅζεται, οὐδέ τις αἰδὼς
ἔστι παρ’ ἀνθρώποισιν· ἔγωγε μὲν οὔτ’ ἐν Ὀλύμπῳ
ἔσσομαι, οὔτ’ ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν
τίσομ’ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ
υἱὸς Ὀϊλῆος μέγ’ ἐνήλιτεν, οὐδ’ ἐλέαιρε
Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας
πολλάκις, οὐδ’ ὅ γ’ ἔδεισεν ἐμὸν μένος, οὐδέ τι θυμῷ
ᾐδέσατ’ ἀθανάτην, ἀλλ’ ἄσχετον ἔργον ἔρεξε.
τῷ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς
ῥέξαι, ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι
αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν.’
ὣς φαμένην προσέειπε πατὴρ ἀγανοῖς ἐπέεσσιν·
‘ὦ τέκος, οὔτι ἔγωγ’ ἀνθίσταμαι εἵνεκ’ Ἀχαιῶν,
ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες
χερσὶν ὑπ’ ἀκαμάτῃσιν ἐτεκτήναντο Κύκλωπες
δώσω ἐέλδομένῃ· σὺ δὲ σῷ κρατερόφρονι θυμῷ
αὐτὴ χεῖμ’ ἀλεγεινὸν ἐπ’ Ἀργείοισιν ὄρινον.’
ὣς εἰπὼν στεροπήν τε θοὴν ὀλοόν τε κεραυνὸν
καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης
θήκατο· τῆς δ’ ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγ’ ἰάνθη.
αὐτίκα δ’ αἰγίδα θοῦριν ἐδύσατο παμφανόωσαν,
ἄρρηκτον βριαρήν τε καὶ ἀθανάτοισιν ἀγητήν·
ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσης
σμερδαλέον· κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν
λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες·
ἔβραχε δ’ αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης,
οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ.
λάζετο δ’ ἔντεα πατρός, ἅπερ θεὸς οὔτις ἀείρει
νόσφι Διὸς μεγάλοιο· τίναξε δὲ μακρὸν Ὄλυμπον·
σὺν δ’ ἔχεεν νεφέλας τε καὶ ἠέρα πᾶσαν ὕπερθε·
νὺξ δ’ ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα·
Ζεὺς δὲ μέγ’ εἰσορόων ἐπετέρπετο· κίνυτο δ’ εὐρὺς
οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς· περὶ δ’ ἔβραχεν αἰθήρ,
ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος.
ἡ δ’ ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι
οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν,
ὄφρ’ ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ
ἐλθέμεναι κραναοῖο Καφηρέος ἐγγύθεν ἄκρων
νωλεμέως χριμφθέντας, ἀνοιδῆναί τε θάλασσαν,
λευγαλέῃς ῥιπῇσι μεμηνότας. ἡ δ’ ἀΐουσα
ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι·
φαίης κεν πῦρ ἔμμεν ἅμ’ ἠέρι καὶ μέλαν ὕδωρ.
ἵκετο δ’ Αἰολίην, ἀνέμων ὅθι λάβρον ἀέντων
ἄντρα πέλει στυφελῇσιν ἀρηράμεν’ ἀμφὶ πέτρῃσι
κοῖλα καὶ ἠχήεντα· δόμοι δ’ ἄγχιστα πέλονται
Αἰόλου Ἱπποτάδαο. κίχεν δέ μιν ἔνδον ἐόντα
σύν τ’ ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν,
ὁππός’ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.
αὐτὰρ ὅ γ’ οὐκ ἀπίθησε, μολὼν δ’ ἔκτοσθε μελάθρων
χερσὶν ὑπ’ ἀκαμάτῃσιν ὅρος μέγα τύψε τριαίνῃ,
ἔνθ’ ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο
ἐν κενεῷ κευθμῶνι· περίαχε δ’ αἰὲν ἰωὴ
βρυχομένη ἀλεγεινά· βίῃ δ’ ἔρρηξε κολώνην.
οἱ δ’ ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν
λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρ’ ἀλεγεινὸν
ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.
οἱ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι
πᾶν ἔπος· ἐσσυμένοισι δ’ ἐπεστενάχιζε θάλασσα
ἄσχετον· ἠλιβάτοισι δ’ ἐοικότα κύματ’ ὄρεσσιν
ἄλλοθεν ἄλλα φέροντο. κατεκλάσθη δ’ ἄρ’ Ἀχαιῶν
θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που
ὑψηλὴν φέρε κῦμα δι’ ἠέρος, ἄλλοτε δ’ αὖτε
οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε
βυσσόν ἐς ἠερόεντα· βίη δέ τις ἄσχετος αἰεὶ
ψάμμον ἀναβλύζεσκε διοιγομένοιο κλύδωνος.
οἱ δ’ ἄρ’ ἀμηχανίη βεβολημένοι οὔτ’ ἐπ’ ἐρετμῷ
χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες οὔτ’ ἄρα λαίφη
ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι
ῥηγνύμεν’ ἐξ ἀνέμων, οὐδ’ ἔμπαλιν ἰθύνασθαι
ἐς πλόον· ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι·
οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν
χερσὶν ἐπισταμένῃσι θοῶς οἰήϊα νωμᾶν·
πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.
οὐδέ τις ἐλπωρὴ βιότου πέλεν, οὕνεκ’ ἐρεμνὴ
νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς
ὦρτο· Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν
ἦρα κασιγνήτοιο φέρων ἐρικυδέϊ κούρῃ,
ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα
θῦνε μετ’ ἀστεροπῇσιν· ἐπέκτυπε δ’ οὐρανόθεν Ζεὺς
κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος, ἀμφὶ δὲ πᾶσαι
νῆσοί τ’ ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ
Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ᾗχι μάλιστα
τεῦχεν ἀμειλίκτοισιν ἐπ’ ἄλγεσιν ἄλγεα δαίμων
Ἀργείοις. στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας
ἔπλετ’ ἀπολλυμένων· κανάχιζε δὲ δούρατα νηῶν
ἀγνυμένων· αἱ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν
αἰὲν ἐπερρήγνυντο· πόνος δ’ ἄπρηκτος ὀρώρει·
καί ῥ’ οἱ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες
νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ
κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δ’ ὑπὸ πότμῳ
κάτθανον, οὕνεκ’ ἄρα σφιν ἐπέχραον ἄλλοθεν ἄλλα
νηῶν δούρατα μακρά· συνηλοίηντο δὲ πάντων
σώματα λευγαλέως· οἱ δ’ ἐν νήεσσι πεσόντες
κεῖντο καταφθιμένοισιν ἐοικότες· οἱ δ’ ὑπ’ ἀνάγκης
νήχοντ’ ἀμφιπεσόντες ἐϋξέστοισιν ἐρετμοῖς·
ἄλλοι δ’ αὖ σανίδεσσιν ἐπέπλεον· ἔβραχε δ’ ἅλμη
βυσσόθεν, ὥστε θάλασσαν ἰδ’ οὐρανὸν ἠδὲ καὶ αἶαν
φαίνεσθ’ ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.
ἡ δ’ ἄρ’ Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη
οὔτι καταισχύνεσκε βίην πατρός· ἀμφὶ δ’ ἄρ’ αἰθὴρ
ἴαχεν. ἡ δ’ Αἴαντι χόλον καὶ πῆμα φέρουσα
ἔμβαλε νηὶ κεραυνόν· ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ
ἐσκέδασεν διὰ τυτθά· περίαχε δ’ αἶα καὶ αἰθήρ·
ἐκλύσθη δ’ ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη.
οἱ δ’ ἔκτοσθε νεὸς πέσον ἀθρόοι· ἀμφὶ δ’ ἄρ’ αὐτοὺς
κύματα μακρὰ φέροντο· περὶ στεροπῇσι δ’ ἀνάσσης
αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀΐσσουσα·
οἱ δ’ ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην
θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο.
Ληιάσιν δ’ ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο·
καί ῥ’ αἱ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι
χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι· αἱ δ’ ἀλεγεινὰ
δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ
σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης
τινύμεναι Δαναούς· ἡ δ’ ὑψόθεν εἰσορόωσα
τέρπεθ’ ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια.
Αἴας δ’ ἄλλοτε μὲν περινήχετο δούρατι νηός,
ἄλλοτε δ’ αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη
ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς·
σχίζετο δ’ ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν
ἀνδρὸς ὑπερθύμοιο· θεοὶ δέ μιν εἰσορόωντες
ἠνορέην καὶ κάρτος ἐθάμβεον· ἀμφὶ δὲ κῦμα
ἄλλοτε μὲν φορέεσκε πελώριον ἠΰτ’ ἐπ’ ἄκρην
οὔρεος ὑψηλοῖο δι’ ἠέρος, ἄλλοτε δ’ αὖτε
ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν· οὐδ’ ὅ γε χεῖρας
κάμνε πολυτλήτους· πολλοί γε μὲν ἔνθα καὶ ἔνθα
σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί·
οὔπω γάρ οἱ θυμὸν ἐμήδετο κηρὶ δαμάσσαι
κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα,
πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι·
τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀϊζὺς
πάντοθε τειρόμενον· περὶ γὰρ κακὰ μυρία Κῆρες
ἀνδρὶ περιστήσαντο· μένος δ’ ἐνέπνευσεν ἀνάγκη·
φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται
χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν
ἐκφυγέειν· ἀλλ’ οὔτι θεῶν ὑπάλυξεν ὁμοκλήν·
δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος,
εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης
Γυραίης, καί οἱ μέγ’ ἐχώσατο· σὺν δ’ ἐτίναξε
πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον· ἀμφὶ δὲ πάντῃ
κρημνοὶ ὑπεκλονέοντο Καφηρέος· αἱ δ’ ἀλεγεινὸν
θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ
χωομένοιο ἄνακτος· ἀπέσχισε δ’ εἰς ἅλα πέτρον
εὐρέα, τοῦ περ ἐκεῖνος ἑῇς ἐπεμαίετο χερσί.
καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν
χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δ’ αἷμ’ ὀνύχεσσι·
μορμῦρον δέ οἱ αἰὲν ὀρινομένου περὶ κῦμα
ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόν τε γένειον·
καὶ νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ἄρ’ αὐτῷ
ῥήξας γαῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην·
εὖτε πάρος μεγάλοιο κατ’ Ἐγκελάδοιο δαΐφρων
Παλλὰς ἀειραμένη Σικελὴν ἐπικάββαλε νῆσον,
ἥ ῥ’ ἔτι καίεται αἰὲν ὑπ’ ἀκαμάτοιο Γίγαντος
αἰθαλόεν πνείοντος ἔσω χθονός· ὣς ἄρα Λοκρῶν
ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη
ὑψόθεν ἐξεριποῦσα, βάρυνε δὲ καρτερὸν ἄνδρα·
ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατ’ ὄλεθρος
γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.
ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο,
οἱ μὲν ἄρ’ ἐν νήεσσι τεθηπότες, οἱ δὲ πεσόντες
ἔκτοσθεν νηῶν· ὀλοὴ δ’ ἔχε πάντας ὀϊζύς·
αἱ μὲν γὰρ φορέοντ’ ἐπικάρσιαι εἰν ἁλὶ νῆες,
ἄλλαι δ’ ἀνστρέψασαι ἄνω τρόπιν· ὧν δέ που ἱστοὶ
ἐκ δοράτων ἐάγησαν ἐπισπέρχοντος ἀήτεω·
τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι·
αἱ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσαν
ὄμβρου ἐπιβρίσαντος ἀπείρονος, οὐδ’ ὑπέμειναν
λάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ
μισγόμενον. ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ
συνεχές· ἡ δ’ ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα·
καί τις ἔφη· ‘τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα,
ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε,
ποντώθη δ’ ἄρα γαῖα, βυθὸς δ’ ἐπεχεύατο πάντῃ.’
ὣς ἄρ’ ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς
λευγαλέον· πολλοὶ δὲ κατέφθιθεν· ἀμφὶ δὲ νεκρῶν
πλήθεθ’ ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι
ἠιόνες· πολέας γὰρ ἀπέπτυσε κῦμ’ ἐπὶ χέρσον·
ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην
πᾶσαν ἄδην ἐκάλυψε· μέσον δ’ ἀνεφαίνετο κῦμα.
ἄλλοι δ’ ἄλλην κῆρα κακὴν λάχον· οἱ μὲν ἀν’ εὐρὺν
πόντον ὀρινομένης ἁλὸς ἄσχετον, οἱ δ’ ἐνὶ πέτρῃς·
ἄξαντες περὶ νῆας ὀϊζυρῶς ἀπόλοντο
Ναυπλίου ἐννεσίῃσιν· ὁ γὰρ κοτέων μάλα παιδὸς
χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων
καίπερ ἀκηχέμενος μέγ’ ἐγήθεεν, οὕνεκ’ ἄρ’ αὐτῷ
δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον
τειρόμενον κατὰ βένθος, ἑῷ δ’ ἄρα πολλὰ τοκῆι
εὔχεθ’ ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι.
τοῦ δὲ Ποσειδάων μάλ’ ἐπέκλυεν, ἄγχι δὲ πάντας
ἄμ μέλαν οἶδμα φέρεσκεν· ὁ δ’ οὐρεὺς ὣς χερὶ πεύκην
αἰθομένην ἀνάειρε· δόλῳ δ’ ἐπέλασσεν Ἀχαιοὺς
ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι·
αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν
αὐτῇς σὺν νήεσσι· κακῷ δ’ ἔπι κύντερον ἄλγος
τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς
νυκτὶ θοῇ· παῦροι δὲ φύγον μόρον, οὕς τ’ ἐσάωσεν
ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος· αὐτὰρ Ἀθήνη
ἄλλοτε μὲν θυμῷ μέγ’ ἐγήθεεν, ἄλλοτε δ’ αὖτε
ἄχνυτ’ Ὀδυσσῆος πινυτόφρονος, οὕνεκ’ ἔμελλε
πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ,
ὅς ῥα τότ’ ἀκαμάτῃσι περὶ φρεσὶ πάγχυ μεγαίρων
τείχεσι καὶ πύργοισιν ἐϋσθενέων Ἀργείων,
οὓς ἔκαμον Τρώων στυγερῆς ἔμεν ἄλκαρ ἀϋτῆς,
ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν,
ὅσση ἀπ’ Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον,
καί μιν ἐπ’ ἠιόνας Τροίης βάλεν· ὗε δ’ ὕπερθε
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἐννοσιγαίῳ·
οὐ μὴν οὐδ’ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο,
ἀλλ’ ἄρ’ ἀπ’ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα
εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δ’ ἔργου Ἀχαιῶν·
ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτ’ ἴσαν κελάδοντες
χείμαρροι ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,
τοὺς μέλαν οἶδμ’ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης
πόντον ἐπελθέμεναι, πρὶν τείχεα πάντ’ ἀμαθῦναι
ἀργαλέως Δαναῶν· αὐτὸς δ’ ἄρα γαῖαν ἔνερθε
ῥῆξε Ποσειδάων, ἀνὰ δ’ ἔβλυσεν ἄσπετον ὕδωρ
ἰλύν τε ψάμαθόν τε· βίῃ δ’ ἐλέλιξε κραταιῇ
Σίγεον· ἠιόνες δὲ μέγ’ ἔβραχον ἠδὲ θέμεθλα
Δαρδανίης, καὶ ἄϊστον ὑποβρύχιόν τ’ ἐκαλύφθη
ἕρκος ἀπειρέσιον, κατεδύσατο δ’ ἔνδοθι γαίης
μακρὰ διισταμένης· ψάμαθος δ’ ἔτι φαίνετο μούνη
χασσαμένου πόντου, καὶ ἀπ’ ἀκτάων ἐριδούπων
νόσφιν ἀπ’ αἰγιαλοῖο κατεκτάθη. ἀλλὰ τὰ μέν που
ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἱ δ’ ἐνὶ νηυσὶν
Ἀργεῖοι πλώεσκον, ὅσους διὰ χεῖμα κέδασσεν·
ἄλλῃ δ’ ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,
ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.