Homeric Hymns

1

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
οἳ μὲν γὰρ Δρακάνῳ σ’, οἳ δ’ Ἰκάρῳ ἠνεμοέσσῃ
φάς’, οἳ δ’ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
οἳ δέ σ’ ἐπ’ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ·
ἄλλοι δ’ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,
ψευδόμενοι· σὲ δ’ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πολλὸν ἀπ’ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην.
ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,
τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων,
καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ’ ἐνὶ νηοῖς.
ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ
ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.
καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων·
ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
κρατὸς ἀπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον.
ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.
ἵληθ’, εἰραφιῶτα, γυναιμανές· οἱ δέ σ’ ἀοιδοὶ
ᾄδομεν ἀρχόμενοι λήγοντές τ’· οὐδέ πῃ ἔστι
σεῖ’ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυς’ εἰραφιῶτα,
σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.

2

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Δήμητρ’ ἠύκομον, σεμνὴν θεόν, ἄρχομ’ ἀείδειν,
αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις
ἄνθεά τ’ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ’ ἴα καλὰ
λειμῶν’ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ’ ὑάκινθον
νάρκισσόν θ’, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι
ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·
κὦζ’ ἥδιστ’ ὀδμή, πᾶς τ’ οὐρανὸς εὐρὺς ὕπερθεν
γαῖά τε πᾶς’ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
δ’ ἄρα θαμβήσας’ ὠρέξατο χερσὶν ἅμ’ ἄμφω
καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια
Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
ἁρπάξας δ’ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
ἦγ’ ὀλοφυρομένην· ἰάχησε δ’ ἄρ’ ὄρθια φωνῇ,
κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
ἤκουσεν φωνῆς, οὐδ’ ἀγλαόκαρποι ἐλαῖαι
εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,
Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
κούρης κεκλομένης πατέρα Κρονίδην· δὲ νόσφιν
ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
τὴν δ’ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
αὐγάς τ’ ἠελίου, ἔτι δ’ ἤλπετο μητέρα κεδνὴν
ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
ἤχησαν δ’ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
φωνῇ ὑπ’ ἀθανάτῃ· τῆς δ’ ἔκλυε πότνια μήτηρ.
ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
κυάνεον δὲ κάλυμμα κατ’ ἀμφοτέρων βάλετ’ ὤμων,
σεύατο δ’ ὥστ’ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
μαιομένη· τῇ δ’ οὔτις ἐτήτυμα μυθήσασθαι
ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
οὔτ’ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
στρωφᾶτ’ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
οὐδέ ποτ’ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
πάσσατ’ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
ἀλλ’ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
φωνῆς γὰρ ἤκους’, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
ὅστις ἔην· σοὶ δ’ ὦκα λέγω νημερτέα πάντα.
ὣς ἄρ’ ἔφη Ἑκάτη· τὴν δ’ οὐκ ἠμείβετο μύθῳ
Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλ’ ὦκα σὺν αὐτῇ
ἤιξ’ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
Ἠέλιον δ’ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
στὰν δ’ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
ἠέλι’, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
ἔπει ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
τῆς ἀδινὴν ὄπ’ ἄκουσα δι’ αἰθέρος ἀτρυγέτοιο
ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
οἴχεται ἠὲ θεῶν καὶ θνητῶν ἀνθρώπων.
ὣς φάτο· τὴν δ’ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
εἰδήσεις· δὴ γὰρ μέγα σ’ ἅζομαι ἠδ’ ἐλεαίρω
ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
ὅς μιν ἔδωκ’ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
αὐτοκασιγνήτῳ· δ’ ὑπὸ ζόφον ἠερόεντα
ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δ’ ὑπ’ ὀμοκλῆς
ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστ’ οἰωνοί.
Τὴν δ’ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
ᾤχετ’ ἐπ’ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
πρίν γ’ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
ὃς τότ’ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
ἕζετο δ’ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
ἐρχόμεναι μεθ’ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ’ ἐρόεσσα
Καλλιθόη θ’, τῶν προγενεστάτη ἦεν ἁπασῶν·
οὐδ’ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
ἀγχοῦ δ’ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
ὣς ἔφαν· δ’ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
τέκνα φίλ’, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
χαίρετ’· ἐγὼ δ’ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
Δωσὼ ἐμοί γ’ ὄνομ’ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
νῦν αὖτε Κρήτηθεν ἐπ’ εὐρέα νῶτα θαλάσσης
ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ’ ἀέκουσαν ἀνάγκῃ
ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
δεῖπνόν τ’ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
ἀλλ’ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·
λάθρη δ’ ὁρμηθεῖσα δι’ ἠπείροιο μελαίνης
φεύγου ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
οὕτω δεῦρ’ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
τις δὴ γαῖ’ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
ἀλλ’ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ’ ἔχοντες
δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δ’ αὖτ’ οἰκτείρατε, κοῦραι.
τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,
προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθ’ ἵκωμαι
ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
δεσπόσυνον καί κ’ ἔργα διδασκήσαιμι γυναῖκας.
φῆ ῥα θεά· τὴν δ’ αὐτίκ’ ἀμείβετο παρθένος ἀδμής,
Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδ’ ὀνομήνω
ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
εἰ δ’ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σ’ ἀνώγῃ
ἡμέτερόνδ’ ἰέναι μηδ’ ἄλλων δώματ’ ἐρευνᾶν.
τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
εἰ τόν γ’ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
ὣς ἔφαθ’· δ’ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. δὲ μάλ’ ὦκα
ἐλθούσας ἐκέλευε καλεῖν ἐπ’ ἀπείρονι μισθῷ.
αἳ δ’ ὥστ’ ἔλαφοι πόρτιες εἴαρος ὥρῃ
ἅλλοντ’ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
ἤιξαν κοίλην κατ’ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
τέτμον δ’ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
ἡγεῦνθ’· δ’ ἄρ’ ὄπισθε φίλον τετιημένη ἦτορ
στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
αἶψα δὲ δώμαθ’ ἵκοντο διοτρεφέος Κελεοῖο,
βὰν δὲ δι’ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
παῖδ’ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν
ἔδραμον· δ’ ἄρ’ ἐπ’ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
τὴν δ’ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
ἀλλ’ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
ἀλλ’ ἀκέους’ ἀνέμιμνε κατ’ ὄμματα καλὰ βαλοῦσα,
πρίν γ’ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδν’ εἰδυῖα
πηκτὸν ἕδος, καθύπερθε δ’ ἐπ’ ἀργύφεον βάλε κῶας.
ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
δηρὸν δ’ ἄφθογγος τετιημένη ἧστ’ ἐπὶ δίφρου,
οὐδέ τιν’ οὔτ’ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
ἀλλ’ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
πρίν γ’ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδν’ εἰδυῖα
πολλὰ παρασκώπτους’ ἐτρέψατο πότνιαν ἁγνήν,
μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
πλήσας’· δ’ ἀνένευς’· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δ’ ἄρ’ ἄλφι καὶ ὕδωρ
δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
δεξαμένη δ’ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπ’ ἔολπα τοκήων
ἔμμεναι, ἀλλ’ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
νῦν δ’, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τ’ ἐμοί περ.
παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
τὴν δ’ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·
παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
οὔτ’ ἄρ’ ἐπηλυσίη δηλήσεται οὔθ’ ὑποτάμνον·
οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
οἶδα δ’ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
χείρεσς’ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
ὣς μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
Δημοφόωνθ’, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
ἔτρεφεν ἐν μεγάροις· δ’ ἀέξετο δαίμονι ἶσος,
οὔτ’ οὖν σῖτον ἔδων, οὐ θησάμενος γάλα μητρὸς
ἠματίη μὲν γὰρ καλλιστέφανος Δημήτηρ
χρίεσκ’ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμ’ ἐτέτυκτο,
ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
καί κέν μιν ποίησεν ἀγήρων τ’ ἀθάνατόν τε,
εἰ μὴ ἄρ’ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
νύκτ’ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
δείσας’ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
ὣς φάτ’ ὀδυρομένη· τῆς δ’ ἄιε δῖα θεάων.
τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
χείρεσς’ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλ’ αἰνῶς,
καί ῥ’ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν·
νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ’ ἀγαθοῖο
αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
νῦν δ’ οὐκ ἔσθ’ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
τιμὴ δ’ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
ὥρῃσιν δ’ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
αἰὲν ἐν ἀλλήλοισιν συνάξους’ ἤματα πάντα.
εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
ἀθανάτοις θνητοῖς τ’ ὄνεαρ καὶ χάρμα τέτυκται.
ἀλλ’ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπ’ αὐτῷ
τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
ὄργια δ’ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
γῆρας ἀπωσαμένη· περί τ’ ἀμφί τε κάλλος ἄητο·
ὀδμὴ δ’ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
αὐγῆς δ’ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·
βῆ δὲ διὲκ μεγάρων· τῆς δ’ αὐτίκα γούνατ’ ἔλυντο,
δηρὸν δ’ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
κὰδ δ’ ἄρ’ ἀπ’ εὐστρώτων λεχέων θόρον· μὲν ἔπειτα
παῖδ’ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
δ’ ἄρα πῦρ ἀνέκαι’· δ’ ἔσσυτο πόσς’ ἁπαλοῖσι
μητέρ’ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
ἀμφαγαπαζόμεναι· τοῦ δ’ οὐ μειλίσσετο θυμός·
χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
δείματι παλλόμεναι, ἅμα δ’ ἠοῖ φαινομένηφιν
εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
αὐτὰρ γ’ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
ἤνωγ’ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
οἳ δὲ μάλ’ αἶψ’ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
τεῦχον δ’, ὡς ἐπέτελλ’. δ’ ἀέξετο δαίμονι ἶσος.
αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
βάν ῥ’ ἴμεν οἴκαδ’ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
αἰνότατον δ’ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
ποίης’ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
σπέρμ’ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
πολλὰ δὲ καμπύλ’ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
λιμοῦ ὑπ’ ἀργαλέης, γεράων τ’ ἐρικυδέα τιμὴν
καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ’ ἔχοντας,
εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ’ ἐφράσσατο θυμῷ.
Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
Δήμητρ’ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
ὣς ἔφαθ’· δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
εὗρεν δ’ ἐν νηῷ Δημήτερα κυανόπεπλον
καί μιν φωνήσας’ ἔπεα πτερόεντα προσηύδα·
Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
ἄλλ’ ἴθι, μηδ’ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
ὣς φάτο λισσομένη· τῇ δ’ οὐκ ἐπεπείθετο θυμός.
αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
τιμάς θ’, †ἅς κ’ ἐθέλοιτομετ’ ἀθανάτοισιν ἑλέσθαι.
ἀλλ’ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
θυμῷ χωομένης· στερεῶς δ’ ἠναίνετο μύθους.
οὐ μὲν γάρ ποτ’ ἔφασκε θυώδεος Οὐλύμποιο
πρίν γ’ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
ὄφρ’ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
Ἑρμῆς δ’ οὐκ ἀπίθησεν, ἄφαρ δ’ ὑπὸ κεύθεα γαίης
ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
πόλλ’ ἀεκαζομένῃ μητρὸς πόθῳ· δ’ ἀποτηλοῦ
ἔργοις θεῶν μακάρων δεινὴν μητίσετο βουλήν.
ἀγχοῦ δ’ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
φθῖσαι φῦλ’ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
σπέρμ’ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
ἀθανάτων· δ’ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
μίσγεται, ἀλλ’ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
ὀφρύσιν, οὐδ’ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
ἐσσυμένως δ’ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ’ ἀκοίτης,
αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δ’ ἐοῦσα
δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
τιμὰς δὲ σχήσησθα μετ’ ἀθανάτοισι μεγίστας.
τῶν δ’ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,
καρπαλίμως δ’ ἀνόρους’ ὑπὸ χάρματος· αὐτὰρ γ’ αὐτὸς
ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
ἀμφὶ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
αὖθι παρ’ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
δ’ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
σεῦε διὲκ μεγάρων· τὼ δ’ οὐκ ἀέκοντε πετέσθην.
ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα
οὔθ’ ὕδωρ ποταμῶν οὔτ’ ἄγκεα ποιήεντα
ἵππων ἀθανάτων οὔτ’ ἄκριες ἔσχεθον ὁρμήν,
ἀλλ’ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
στῆσε δ’ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
νηοῖο προπάροιθε θυώδεος· δὲ ἰδοῦσα
ἤιξ’, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
Περσεφόνη δ’ ἑτέρωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ
μητρὸς ἑῆς κατ’ ἄρ’ γ’ ὄχεα προλιποῦσα καὶ ἵππους
ἆλτο θέειν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·
τῇ δὲ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ
αἶψα δόλον θυμός τιν’ ὀίσατο, τρέσσε δ’ ἄρ’ αἰνῶς
παυομένη φιλότητος, ἄφαρ δ’ ἐρεείνετο μύθῳ·
τέκνον, μή ῥά τι μοι σύ γε πάσσαο νέρθεν ἐοῦσα
βρώμης; ἐξαύδα, μὴ κεῦθ’, ἵνα εἴδομεν ἄμφω·
ὣς μὲν γάρ κεν ἐοῦσα παρὰ στυγεροῦ Ἀίδαο
καὶ παρ’ ἐμοὶ καὶ πατρὶ κελαινεφέϊ Κρονίωνι
ναιετάοις πάντεσσι τετιμένη ἀθανάτοισιν.
εἰ δ’ ἐπάσω, πάλιν αὖτις ἰοῦς’ ὑπὸ κεύθεσι γαίης
οἰκήσεις ὡρέων τρίτατον μέρος εἰς ἐνιαυτόν,
τὰς δὲ δύω παρ’ ἐμοί τε καὶ ἄλλοις ἀθανάτοισιν.
ὁππότε δ’ ἄνθεσι γαῖ’ εὐώδεσιν εἰαρινοῖσι
παντοδαποῖς θάλλῃ, τόθ’ ὑπὸ ζόφου ἠερόεντος
αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τ’ ἀνθρώποις.
εἶπε δὲ πῶς σ’ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα
καὶ τίνι σ’ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
τὴν δ’ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·
τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
εὖτέ μοι Ἑρμῆς ἦλθ’ ἐριούνιος ἄγγελος ὠκὺς
πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
αὐτίκ’ ἐγὼν ἀνόρους’ ὑπὸ χάρματος· αὐτὰρ λάθρῃ
ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ’ ἐδωδήν,
ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
ὡς δέ μ’ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
ἡμεῖς μὲν μάλα πᾶσαι ἀν’ ἱμερτὸν λειμῶνα,
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
Χρυσηίς τ’ Ἰάνειρά τ’ Ἀκάστη τ’ Ἀδμήτη τε
καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ’ ἐρατεινὴ
Παλλάς τ’ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
παίζομεν ἠδ’ ἄνθεα δρέπομεν χείρεσς’ ἐρόεντα,
μίγδα κρόκον τ’ ἀγανὸν καὶ ἀγαλλίδας ἠδ’ ὑάκινθον
καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
νάρκισσόν θ’, ὃν ἔφυς’ ὥς περ κρόκον εὐρεῖα χθών.
αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δ’ ἔνερθε
χώρησεν· τῇ δ’ ἔκθορ’ ἄναξ κρατερὸς Πολυδέγμων·
βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
πόλλ’ ἀεκαζομένην· ἐβόησα δ’ ἄρ’ ὄρθια φωνῇ.
ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ’ ἀγορεύω.
ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
πολλὰ μάλ’ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
ἀμφαγαπαζόμεναι· ἀχέων δ’ ἀπεπαύετο θυμός.
γηθοσύνας δ’ ἐδέχοντο παρ’ ἀλλήλων ἔδιδόν τε.
τῇσιν δ’ ἐγγύθεν ἦλθ’ Ἑκάτη λιπαροκρήδεμνος·
πολλὰ δ’ ἄρ’ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ’ ἄνασσα.
ταῖς δὲ μέτ’ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
δωσέμεν, ἅς κεν ἕλοιτο μετ’ ἀθανάτοισι θεοῖσι·
νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
ὣς ἔφατ’· οὐδ’ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
ἐσσυμένως δ’ ἤιξε κατ’ Οὐλύμποιο καρήνων,
ἐς δ’ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
τὸ πρίν, ἀτὰρ τότε γ’ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
ἑστήκει πανάφυλλον· ἔκευθε δ’ ἄρα κρῖ λευκὸν
μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
ἦρος ἀεξομένοιο, πέδῳ δ’ ἄρα πίονες ὄγμοι
βρισέμεν ἀσταχύων, τὰ δ’ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
ἔνθ’ ἐπέβη πρώτιστον ἀπ’ αἰθέρος ἀτρυγέτοιο·
ἀσπασίως δ’ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
τὴν δ’ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
δωσέμεν, ἅς κ’ ἐθέλῃσθα μετ’ ἀθανάτοισι θεοῖσι.
νεῦσε δέ σοι κούρην ἔτεος περιτελλομένοιο
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις ἀθανάτοισιν.
ὣς ἄρ’ ἔφη τελέεσθαι· ἑῷ δ’ ἐπένευσε κάρητι.
ἀλλ’ ἴθι, τέκνον ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
ἀζηχὲς μενέαινε κελαινεφέι Κρονίωνι.
αἶψα δὲ καρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
ὣσ ἔφατ’. οὐδ’ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·
αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
ἔβρις’· δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
Εὐμόλπου τε βίῃ Κελεῷ θ’ ἡγήτορι λαῶν
δρησμοσύνην θ’ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
σεμνά, τά τ’ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
οὔτ’ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
ὄλβιος, ὃς τάδ’ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
ὃς δ’ ἀτελὴς ἱερῶν ὅς τ’ ἄμμορος, οὔποθ’ ὁμοίων
αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
αὐτὰρ ἐπειδὴ πάνθ’ ὑπεθήκατο δῖα θεάων,
βάν ῥ’ ἴμεν Οὔλυμπόνδε θεῶν μεθ’ ὁμήγυριν ἄλλων.
ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
σεμναί τ’ αἰδοῖαι τε· μέγ’ ὄλβιος, ὅν τιν’ ἐκεῖναι
προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
ἀλλ’ ἄγ’ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
πότνια, ἀγλαόδωρ’, ὡρηφόρε, Δηοῖ ἄνασσα,
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια·
πρόφρονες ἀντ’ ᾠδῆς βίοτον θυμήρε’ ὄπαζε.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

3

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα·
καί ῥά τ’ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
πάντες ἀφ’ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
Λητὼ δ’ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,
ῥα βιόν τ’ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,
καί οἱ ἀπ’ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
πασσάλου ἐκ χρυσέου· τὸν δ’ ἐς θρόνον εἷσεν ἄγουσα.
τῷ δ’ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ
δεικνύμενος φίλον υἱόν· ἔπειτα δὲ δαίμονες ἄλλοι
ἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
χαῖρε, μάκαιρ’ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,
Ἀπόλλωνά τ’ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,
τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
ἀγχοτάτω φοίνικος, ἐπ’ Ἰνωποῖο ῥεέθροις.
πῶς τ’ ἄρ σ’ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ’ ἀοιδῆς,
ἠμὲν ἀν’ ἤπειρον πορτιτρόφον ἠδ’ ἀνὰ νήσους·
πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων ποταμοί θ’ ἅλαδε προρέοντες
ἀκταί τ’ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,
κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,
ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
ὅσσους Κρήτη τ’ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν
νῆσός τ’ Αἰγίνη ναυσικλειτή τ’ Εὔβοια,
Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
Θρηίκιός τ’ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
Θρηικίη τε Σάμος Ἴδης τ’ ὄρεα σκιόεντα,
Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,
Ἴμβρος τ’ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
Λέσβος τ’ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,
καὶ Χίος, νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ
καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ’ αἰπεινὰ κάρηνα
Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,
καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
Νάξος τ’ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
τόσσον ἔπ’ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,
εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
αἳ δὲ μάλ’ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη
Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα·
πρίν γ’ ὅτε δή ῥ’ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ
καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα·
δῆλ’, εἰ γάρ κ’ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,
Φοίβου Ἀπόλλωνος, θέσθαι τ’ ἔνι πίονα νηόν, —
ἄλλος δ’ οὔτις σεῖό ποθ’ ἅψεται, οὐδέ σε λήσει·
οὐδ’ εὔβων σέ γ’ ἔσεσθαι ὀίομαι οὔτ’ εὔμηλον,
οὐδὲ τρύγην οἴσεις οὔτ’ ἂρ φυτὰ μυρία φύσεις.
εἰ δέ κ’ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,
ἄνθρωποί τοι πάντες ἀγινήσους’ ἑκατόμβας
ἐνθάδ’ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ
δημοῦ ἀναΐξει βοσκήσεις θ’ οἵ κέ σ’ ἔχωσι
χειρὸς ἀπ’ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ’ οὖδας.
ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα·
Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,
ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
ἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.
ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω·
λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
τῷ ῥ’ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν,
μή, ὁπότ’ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,
νῆσον ἀτιμήσας, ἐπεὶ κραναήπεδός εἰμι,
ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
ἔνθ’ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
κλύσσει· δ’ ἄλλην γαῖαν ἀφίξεται, κεν ἅδῃ οἱ,
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
πουλύποδες δ’ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι
οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.
ἀλλ’ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,
ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα
τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα
πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ πολυώνυμος ἔσται.
ὣς ἄρ ἔφη· Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε·
ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν·
μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ
βωμὸς καὶ τέμενος, τίσει δέ σέ γ’ ἔξοχα πάντων.
αὐτὰρ ἐπεί ῥ’ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος·
Λητὼ δ’ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις
ὠδίνεσσι πέπαρτο. θεαὶ δ’ ἔσαν ἔνδοθι πᾶσαι,
ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε
Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη
ἄλλαι τ’ ἀθάναται νόσφιν λευκωλένου Ἥρης·
ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο·
μούνη δ’ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια·
ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,
Ἥρης φραδμοσύνης λευκωλένου, μιν ἔρυκε
ζηλοσύνῃ, ὅτ’ ἄρ’ υἱὸν ἀμύμονά τε κρατερόν τε
Λητὼ τέξεσθαι καλλιπλόκαμος τότ’ ἔμελλεν.
αἳ δ’ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,
ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,
χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν·
νόσφιν δ’ ἤνωγον καλέειν λευκωλένου Ἥρης,
νή μιν ἔπειτ’ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,
βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
αὐτὰρ ἐπεί ῥ’ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,
αὐτίκ’ ἄρ’ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε
ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,
πάντα μάλ’, ὡς ἐπέτελλον Ὀλύμπια δώματ’ ἔχουσαι.
τῇ δ’ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι·
βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι.
εὖτ’ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,
δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ’ ἔρεισε
λειμῶνι μαλακῷ· μείδησε δὲ γαῖ’ ὑπένερθεν·
ἐκ δ’ ἔθορε πρὸ φόωσδε· θεαὶ δ’ ὀλόλυξαν ἅπασαι.
ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ
ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ’ ἐν φάρεϊ λευκῷ,
λεπτῷ, νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν.
οὐδ’ ἄρ’ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
ἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,
οὔ σέ γ’ ἔπειτ’ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
οὐδ’ ἔτι δέσματ’ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
αὐτίκα δ’ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων·
εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,
χρήσω δ’ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.’
ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης
Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος· αἳ δ’ ἄρα πᾶσαι
θάμβεον ἀθάναται· χρυσῷ δ’ ἄρα Δῆλος ἅπασα
[βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,
γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.]
ἤνθης’, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.
αὐτὸς δ’, ἀργυρότοξε, ἄναξ ἑκατηβόλ’ Ἄπολλον,
ἄλλοτε μέν τ’ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,
ἄλλοτε δ’ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.
πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα·
πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων ποταμοί θ’ ἅλαδε προρέοντες·
ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστ’ ἐπιτέρπεαι ἦτορ,
ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ
μνησάμενοι τέρπουσιν, ὅτ’ ἄν στήσωνται ἀγῶνα.
φαίη κ’ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί,
ὃς τόθ’ ὑπαντιάσει’, ὅτ’ Ἰάονες ἀθρόοι εἶεν·
πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
ἄνδρας τ’ εἰσορόων καλλιζώνους τε γυναῖκας
νῆάς τ’ ὠκείας ἠδ’ αὐτῶν κτήματα πολλά.
πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτ’ ὀλεῖται,
κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι·
αἵ τ’ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων’ ὑμνήσωσιν,
αὖτις δ’ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν
ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ’ ἀνθρώπων.
πάντων δ’ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν
μιμεῖσθ’ ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος
φθέγγεσθ’· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.
ἀλλ’ ἄγεθ’ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδιξύν,
χαίρετε δ’ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθεν
μνήσασθ’, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐθάδ’ ἁνείρηται ξεῖνος ταλαπείριος ἐλθών·
κοῦραι, τίς δ’ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
ὑμεῖς δ’ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως·
τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ
τοῦ μᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.
ἡμεῖς δ’ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπ’ αἶαν
ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας·
οἳ δ’ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα
ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.
ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν
καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,
αὐτὸς δ’ αὖ Δήλοιο περικλύστου μέγ’ ἀνάσσεις.
εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
ἄμβροτα εἵματ’ ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ
χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα,
εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ’ ὁμήγυριν ἄλλων.
αὐτίκα δ’ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή·
Μοῦσαι μέν θ’ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
ὑμνεῦσίν ῥα θεῶν δῶρ’ ἄμβροτα ἠδ’ ἀνθρώπων
τλημοσύνας, ὅς’ ἔχοντες ὑπ’ ἀθανάτοισι θεοῖσι
ζώους’ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
εὑρέμεναι θανάτοιό τ’ ἄκος καὶ γήραος ἄλκαρ·
αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
Ἁρμονίη θ’ Ἥβη τε Διὸς θυγάτηρ τ’ Ἀφροδίτη
ὀρχεῦντ’ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι·
τῇσι μὲν οὔτ’ αἰσχρὴ μεταμέλπεται οὔτ’ ἐλάχεια,
ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή,
Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
ἐν δ’ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης
παίζους’· αὐτὰρ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει
καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει
μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
οἳ δ’ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς
υἷα φίλον παίζοντα μετ’ ἀθανάτοισι θεοῖσι.
πῶς τ’ ἄρ σ’ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
ἠέ σ’ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι,
ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην
Ἴσχυ’ ἅμ’ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ;
ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἅμ’ Ἐρευθεῖ;
ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
πεζός, δ’ ἵπποισιν· οὐ μὴν Τρίοπός γ’ ἐνέλειπεν.
ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλ’ Ἄπολλον;
Πιερίην μὲν πρῶτον ἀπ’ Οὐλύμποιο κατῆλθες·
Λέκτον τ’ ἠμαθοέντα παρέστιχες ἠδ’ Ἐνιῆνας
καὶ διὰ Περραιβούς· τάχα δ’ εἰς Ἰαωλκὸν ἵκανες,
Κηναίου τ’ ἐπέβης ναυσικλειτῆς Εὐβοίης.
στῆς δ’ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
ἔνθεν δ’ Εὔριπον διαβάς, ἑκατηβόλ’ Ἄπολλον,
βῆς ἄν’ ὄρος ζάθεον, χλωρόν· τάχα δ’ ἷξες ἀπ’ αὐτοῦ
ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
Θήβης δ’ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ·
οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
οὐδ’ ἄρα πω τότε γ’ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ’ ἔχεν ὕλη.
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ’ Ἄπολλον,
Ὀγχηστὸν δ’ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος·
ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
ἕλκων ἅρματα καλά· χαμαὶ δ’ ἐλατὴρ ἀγαθός περ
ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν
κείν’ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.
εἰ δέ κεν ἅρματ’ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,
ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν·
ὣς γὰρ τὰ πρώτισθ’ ὁσίη γένεθ’· οἳ δὲ ἄνακτι
εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ’ Ἄπολλον·
Κηφισσὸν δ’ ἄρ’ ἔπειτα κιχήσαο καλλιρέεθρον,
ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.
τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον
ἔνθεν ἄρ’ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.
βῆς δ’ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
στῆς δὲ μάλ’ ἄγχ’ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες·
Τελφοῦς’, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ
ἐνθάδ’ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν
ἠδ’ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
χρησόμενοι· τοῖσιν δέ κ’ ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.’
ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
εὐρέα καὶ μάλα μακρὰ διηνεκές· δὲ ἰδοῦσα
Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον·
φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.
ἐνθάδ’ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ
ἐνθάδ’ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
ἀλλ’ ἔκ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι,
πημανέει σ’ αἰεὶ κτύπος ἵππων ὠκειάων
ἀρδόμενοί τ’ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων·
ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
ἅρματά τ’ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων
νηόν τε μέγαν καὶ κτήματα πόλλ’ ἐνεόντα.
ἀλλ’ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον,
ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
ἔνθ’ οὔθ’ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων
ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν,
ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα
ἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ φρένας ἀμφιγεγηθὼς
δέξαι’ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.’
ὣς εἰποῦς’ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ
Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδ’ Ἑκάτοιο.
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ’ Ἄπολλον·
ἷξες δ’ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,
οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον
ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.
ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων
ἵκεο δ’ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,
κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν
πέτρη ἐπικρέμαται, κοίλη δ’ ὑποδέδρομε βῆσσα,
τρηχεῖ’· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων
νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον·
ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ
ἐνθάδ’ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,
ἠδ’ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
χρησόμενοι· τοῖσιν δ’ ἄρ’ ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπ’ αὐτοῖς
λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ’ Ἀγαμήδης,
υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν·
ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ’ ἀνθρώπων
ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.
ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν
κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,
ζατρεφέα, μεγάλην, τέρας ἄγριον, κακὰ πολλὰ
ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,
πολλὰ δὲ μῆλα ταναύποδ’, ἐπεὶ πέλε πῆμα δαφοινόν.
καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης
δεινόν τ’ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν·
ὅν ποτ’ ἄρ’ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,
ἡνίκ’ ἄρα Κρονίδης ἐρικυδέα γείνατ’ Ἀθήνην
ἐν κορυφῇ· δ’ αἶψα χολώσατο πότνια Ἥρη
ἠδὲ καὶ ἀγρομένοισι μετ’ ἀθανάτοισιν ἔειπε·
κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,
ὡς ἔμ’ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
πρῶτος, ἐπεί μ’ ἄλοχον ποιήσατο κέδν’ εἰδυῖαν·
καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν·
αὐτὰρ γ’ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή·
αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή
ῥῖψ’ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ·
ἀλλά Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.
ὡς ὄφελ’ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.
σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;
πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;
οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
ἦα ῥ’ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
φράζεο νῦν μή τοί τι κακὸν μητίσομ’ ὀπίσσω.
καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται
παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
οὔτε σὸν αἰσχύνας’ ἱερὸν λέχος οὔτ’ ἐμὸν αὐτῆς.
οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ’ ἀπὸ σεῖο
τηλόθ’ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.
ὣς εἰποῦς’ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.
αὐτίκ’ ἔπειτ’ ἠρᾶτο βοῶπις πότνια Ἥρη,
χειρὶ καταπρηνεῖ δ’ ἔλασε χθόνα καὶ φάτο μῦθον·
κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες
Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε·
αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·
ἀλλ’ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.
ὣς ἄρα φωνήσας’ ἵμασε χθόνα χειρὶ παχείῃ·
κινήθη δ’ ἄρα Γαῖα φερέσβιος· δὲ ἰδοῦσα
τέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι.
ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν
οὔτε πότ’ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,
οὔτε πότ’ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ
αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς·
ἀλλ’ γ’ ἐν νηοῖσι πολυλλίστοισι μένουσα
τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
ἀλλ’ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
δ’ ἔτεκ’ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,
δεινόν τ’ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.
αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· δ’ ὑπέδεκτο.
ὃς κακὰ πόλλ’ ἔρδεσκεν ἀγακλυτὰ φῦλ’ ἀνθρώπων·
ὃς τῇ γ’ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,
πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων
καρτερόν· δ’ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
κεῖτο μέγ’ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
θεσπεσίη δ’ ἐνοπὴ γένετ’ ἄσπετος· δὲ καθ’ ὕλην
πυκνὰ μάλ’ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
φοινὸν ἀποπνείους’· δ’ ἐπηύξατο Φοῖβος Ἀπόλλων·
ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ·
οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν
ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες
ἐνθάδ’ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ’ οὔτε Τυφωεὺς
ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γ’ αὐτοῦ
πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.
ὣς φάτ’ ἐπευχόμενος· τὴν δὲ σκότος ὄσσε κάλυψε.
τὴν δ’ αὐτοῦ κατέπυς’ ἱερὸν μένος Ἠελίοιο,
ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται· οἳ δὲ ἄνακτα
Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι
αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.
καὶ τότ’ ἄρ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων,
οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε·
βῆ δ’ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δ’ ἵκανε·
στῆ δὲ μάλ’ ἄγχ’ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε·
Τελφοῦς’, οὐκ ἄρ’ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
χῶρον ἔχους’ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.
ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.
καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων
πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα
καὶ βωμὸν ποιήσατ’ ἐν ἄλσεϊ δενδρήεντι,
ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθαδ’ ἄνακτι
πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,
οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.
καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Ἀπόλλων,
οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,
οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ·
ταῦτ’ ἄρα ὁρμαίνων ἐνόης’ ἐπὶ οἴνοπι πόντῳ
νῆα θοήν· ἐν δ’ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,
Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι
ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ
χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ
ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τ’ ἀνθρώπους
ἔπλεον· αὐτὰρ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων·
ἐν πόντῳ δ’ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς
νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε·
τῶν δ’ οὔτις κατὰ θυμὸν ἐπεφράσαθ’ ὥστε νοῆσαι
ἐκβάλλειν δ’ ἔθελον δελφῖν’· δὲ νῆα μέλαιναν
πάντος’ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.
οἳ δ’ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες·
οὐδ’ οἵ γ’ ὅπλ’ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,
οὐδ’ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο,
ἀλλ’ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν,
ὣς ἔπλεον· κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε
νῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν,
πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον
ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο,
Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ
Ἠελίοιο ἄνακτος, ἔχει δ’ ἐπιτερπέα χῶρον.
οἳ μὲν ἄρ’ ἔνθ’ ἔθελον νῆα σχεῖν ἠδ’ ἀποβάντες
φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,
εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον
εἰς οἶδμ’ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.
ἀλλ’ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
ἤι’ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων
ῥηιδίως ἴθυν’· δὲ πρήσσουσα κέλευθον
Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ’ ἀνθρώπους.
βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην
ἠδὲ παρ’ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τ’ ὄρος αἰπὺ πέφαντο
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
ἀλλ’ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν
καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,
ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει·
ἦλθ’ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,
λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τ’ ἠέλιόν τε
ἔπλεον· ἡγεμόνευε δ’ ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
ἷξον δ’ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,
ἐς λιμέν’· δ’ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
ἔνθ’ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων,
ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δ’ ἀπὸ πολλαὶ
σπινθαρίδες πωτῶντο, σέλας δ’ εἰς οὐρανὸν ἷκεν·
ἐς δ’ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
ἔνθ’ ἄρ’ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ κῆλα·
πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἳ δ’ ὀλόλυξαν
Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες
Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλ’ ἑκάστῳ.
ἔνθεν δ’ αὖτ’ ἐπὶ νῆα νόημ’ ὣς ἆλτο πέτεσθαι,
ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε,
πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους·
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ’ ὑγρὰ κέλευθα;
τι κατὰ πρῆξιν μαψιδίως ἀλάλησθε
οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τ’ ἀλόωνται
ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;
τίφθ’ οὕτως ἧσθον τετιηότες, οὐδ’ ἐπὶ γαῖαν
ἐκβῆτ’, οὐδὲ καθ’ ὅπλα μελαίνης νηὸς ἔθεσθε;
αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων,
ὁππότ’ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ
ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας
σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.
ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
ξεῖν’, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,
οὐ δέμας οὐδὲ φυήν, ἀλλ’ ἀθανάτοισι θεοῖσιν,
οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ εὖ εἰδῶ·
τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα
ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθ’ εἶναι·
νῦν δ’ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,
νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα·
ἀλλά τις ἀθανάτων δεῦρ’ ἤγαγεν οὐκ ἐθέλοντας.
τοὺς δ’ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων·
ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε
τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ’ ὑπότροποι αὖτις ἔσεσθε
ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
ἔς τε φίλας ἀλόχους· ἀλλ’ ἐνθάδε πίονα νηὸν
ἕξετ’ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.
εἰμὶ δ’ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ’ εὔχομαι εἶναι·
ὑμέας δ’ ἤγαγον ἐνθάδ’ ὑπὲρ μέγα λαῖμα θαλάσσης,
οὔ τι κακὰ φρονέων, ἀλλ’ ἐνθάδε πίονα νηὸν
ἕξετ’ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
βουλάς τ’ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα·
ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,
νῆα δ’ ἔπειτα θοὴν μὲν ἐπ’ ἠπείρου ἐρύσασθε,
ἐκ δὲ κτήμαθ’ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης
καὶ βωμὸν ποιήσατ’ ἐπὶ ῥηγμῖνι θαλάσσης·
πῦρ δ’ ἐπικαίοντες ἐπί τ’ ἄλφιτα λευκὰ θύοντες
εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ
εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ βωμὸς
αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
δειπνῆσαί τ’ ἄρ’ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
ἔρχεσθαί θ’ ἅμ’ ἐμοὶ καὶ ἰηπαιήον’ ἀείδειν,
εἰς κε χῶρον ἵκησθον, ἵν’ ἕξετε πίονα νηόν.’
ὣς ἔφαθ’· οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο.
ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες·
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἐκ δ’ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆ’ ἐρύσαντο
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν·
καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης·
πῦρ δ’ ἐπικαίοντες ἐπί τ’ ἄλφιτα λευκὰ θύοντες
εὔχονθ’, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.
δόρπον ἔπειθ’ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
βάν ῥ’ ἴμεν· ἦρχε δ’ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
φόρμιγγ’ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,
καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο
Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον’ ἄειδον,
οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα
ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ’ ἵκοντο
Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθ’ ἄρ’ ἔμελλον
οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι·
δεῖξε δ’ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
τῶν δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ·
πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
οὔτε τρυγηφόρος ἥδε γ’ ἐπήρατος οὔτ’ εὐλείμων,
ὥστ’ ἀπό τ’ εὖ ζώειν καὶ ἅμ’ ἀνθρώποισιν ὀπάζειν.
τοὺς δ’ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων·
νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας
βούλεσθ’ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ·
ῥηίδιον ἔπος ὔμμ’ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,
δεξιτερῇ μάλ’ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,
σφάζειν αἰεὶ μῆλα· τὰ δ’ ἄφθονα πάντα παρέσται,
ὅσσα τ’ ἐμοί κ’ ἀγάγωσι περικλυτὰ φῦλ’ ἀνθρώπων·
νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ’ ἀνθρώπων
ἐνθάδ’ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.
δείκνυσθε θνητοῖσι· σὺ δὲ φρεσὶ δέξο θέμιστα.
εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλ’ ἀλογήσει
ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον
ὕβρις θ’, θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
ἄλλοι ἔπειθ’ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
τῶν ὑπ’ ἀναγκαίῃ δεδμήσεσθ’ ἤματα πάντα.
εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.’
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

4

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα,
αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθ’ ὅμιλον,
ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
λήθων ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους.
ἀλλ’ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,
τῇ δ’ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο·
καὶ τότ’ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,
ληιστῆρ’, ἐλατῆρα βοῶν, ἡγήτορ’ ὀνείρων,
νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ’ ἔμελλεν
ἀμφανέειν κλυτὰ ἔργα μετ’ ἀθανάτοισι θεοῖσιν.
ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,
ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος
τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.
ὃς καί, ἐπειδὴ μητρὸς ἀπ’ ἀθανάτων θόρε γυίων,
οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,
ἀλλ’ γ’ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος
οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον·
Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ’ ἀοιδόν·
ῥά οἱ ἀντεβόλησεν ἐπ’ αὐλείῃσι θύρῃσι
βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
σαῦλα ποσὶν βαίνουσα· Διὸς δ’ ἐριούνιος υἱὸς
ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·
σύμβολον ἤδη μοι μέγ’ ὀνήσιμον· οὐκ ὀνοτάζω.
χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη,
ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα
αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
ἀλλ’ οἴσω σ’ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ,
οὐδ’ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·
γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
ζώους’· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.
ὣς ἂρ’ ἔφη· καὶ χερσὶν ἅμ’ ἀμφοτέρῃσιν ἀείρας
ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.
ἔνθ’ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου
αἰῶν’ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.
ὡς δ’ ὁπότ’ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ
ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,
ὅτε δινηθῶσιν ἀπ’ ὀφθαλμῶν ἀμαρυγαί,
ὣς ἅμ’ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.
πῆξε δ’ ἄρ’ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο
πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.
ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι
καὶ πήχεις ἐνέθηκ’, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,
ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.
αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα,
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· δ’ ὑπὸ χειρὸς
σμερδαλέον κονάβησε· θεὸς δ’ ὑπὸ καλὸν ἄειδεν
ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι
ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,
ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον,
ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,
ἥν τ’ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων·
ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης
καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.
καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.
καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ,
φόρμιγγα γλαφυρήν· δ’ ἄρα κρειῶν ἐρατίζων
ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο
ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες
φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.
ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε
αὐτοῖσίν θ’ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρ’ Ἑρμῆς
Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,
ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον
βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς.
τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης,
πεντήκοντ’ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.
πλανοδίας δ’ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον
ἴχνι’ ἀποστρέψας· δολίης δ’ οὐ λήθετο τέχνης
ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,
τὰς δ’ ὄπιθεν πρόσθεν· κατὰ δ’ ἔμπαλιν αὐτὸς ἔβαινε.
σάνδαλα δ’ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν,
ἄφραστ’ ἠδ’ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,
συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.
τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης
ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα
αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης
ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων,
οἷά τ’ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.†
τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν
ἱέμενον πεδίονδε δι’ Ὀγχηστὸν λεχεποίην
τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός·
γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,
πολυοινήσεις, εὖτ’ ἂν τάδε πάντα φέρῃσι,
εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι
καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,
καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.
τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
πολλὰ δ’ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς
καὶ πεδί’ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
ὀρφναίη δ’ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,
πλείων, τάχα δ’ ὄρθρος ἐγίγνετο δημιοεργός·
δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,
Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.
τῆμος ἐπ’ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
ἀκμῆτες δ’ ἵκανον ἐπ’ αὔλιον ὑψιμέλαθρον
καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
ἔνθ’ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους
καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,
λωτὸν ἐρεπτομένας ἠδ’ ἑρσήεντα κύπειρον·
σὺν δ’ ἐφόρει ξύλα πολλά, πυρὸς δ’ ἐπεμαίετο τέχνην.
δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ
ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή·
Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τ’ ἀνέδωκε.
πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ
τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,
τόφρα δ’ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε
δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή.
ἀμφοτέρας δ’ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·
ἀγκλίνων δ’ ἐκύλινδε δι’ αἰῶνας τετορήσας.
ἔργῳ δ’ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ·
ὤπτα δ’ ἀμφ’ ὀβελοῖσι πεπαρμένα δουρατέοισι
σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
ἐργμένον ἐν χολάδεσσι· τὰ δ’ αὐτοῦ κεῖτ’ ἐπὶ χώρης·
ῥινοὺς δ’ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,
ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι,
δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα
Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα
λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
ἔνθ’ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς·
ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
ἡδεῖ’· ἀλλ’ οὐδ’ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,
καί τε μάλ’ ἱμείροντι, περῆνἱερῆς κατὰ δειρῆς.
ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,
δημὸν καὶ κρέα πολλά, μετήορα δ’ αἶψ’ ἀνάειρε,
σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκαν’ ἀγείρας
οὐλόποδ’, οὐλοκάρηνα πυρὸς κατεδάμνατ’ ἀυτμῇ.
αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων,
σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην·
ἀνθρακιὴν δ’ ἐμάρανε, κόνιν δ’ ἀμάθυνε μέλαιναν
παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.
Κυλλήνης δ’ αἶψ’ αὖτις ἀφίκετο δῖα κάρηνα
ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,
οὐδὲ κύνες λελάκοντο· Διὸς δ’ ἐριούνιος Ἑρμῆς
δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν
αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτ’ ὀμίχλη.
ἰθύσας δ’ ἄντρου ἐξίκετο πίονα νηὸν
ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπ’ οὔδει.
ἐσσυμένως δ’ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς·
σπάργανον ἀμφ’ ὤμοις εἰλυμένος, ἠύτε τέκνον
νήπιον, ἐν παλάμῃσι περ’ ἰγνύσι λαῖφος ἀθύρων
κεῖτο, χέλυν ἐρατὴν ἐπ’ ἀριστερὰ χειρὸς ἐέργων.
μητέρα δ’ οὐκ ἄρ’ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον·
τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ
ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλ’ οἴω
τάχ’ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα
Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν
σὲ φέροντα μεταξὺ κατ’ ἄγκεα φηλητεύσειν.
ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν
θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
τὴν δ’ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον
νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;
αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, τις ἀρίστη,
βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι
νῶι μετ’ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι
αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ’, ὡς σὺ κελεύεις.
βέλτερον ἤματα πάντα μετ’ ἀθανάτοις ὀαρίζειν,
πλούσιον, ἀφνειόν, πολυλήιον, κατὰ δῶμα
ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς,
κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.
εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, τοι ἔγωγε
πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.
εἰ δέ μ’ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·
ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας
πορθήσω καὶ χρυσόν, ἅλις τ’ αἴθωνα σίδηρον
καὶ πολλὴν ἐσθῆτα· σὺ δ’ ὄψεαι, αἴ κ’ ἐθέλῃσθα.
ὣς οἳ μέν ῥ’ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
υἱός τ’ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
Ἠὼς δ’ ἠριγένεια φόως θνητοῖσι φέρουσα
ὤρνυτ’ ἀπ’ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων
Ὀγχηστόνδ’ ἀφίκανε κιών, πολυήρατον ἄλσος
ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα
κνώδαλον εὗρε νέμοντα παρ’ ἔξοδον ἕρκεος αὐλῆς.
τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·
γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος,
βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ’ ἱκάνω,
πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,
ἐξ ἀγέλης· δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ’ ἄλλων
κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο
τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν,
οἵ τε κύνες τε ταῦρος· δὴ περὶ θαῦμα τέτυκται·
ταὶ δ’ ἔβαν ἠελίοιο νέον καταδυομένοιο
ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.
ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας
ἀνέρα ταῖσδ’ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.
τὸν δ’ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·
φίλος, ἀργαλέον μέν, ὅς’ ὀφθαλμοῖσιν ἴδοιτο,
πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλ’ ἐσθλὰ
φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον·
αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·
παῖδα δ’ ἔδοξα, φέριστε, σαφὲς δ’ οὐκ οἶδα, νοῆσαι,
ὅς τις παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει
νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δ’ ἐβάδιζεν.
ἐξοπίσω δ’ ἀνέεργε, κάρη δ’ ἔχεν ἀντίον αὐτῷ.
φῆ ῥ’ γέρων· δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας·
οἰωνὸν δ’ ἐνόει τανυσίπτερον, αὐτίκα δ’ ἔγνω
φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.
ἐσσυμένως δ’ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους’
ἴχνιά τ’ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·
πόποι, μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·
ἴχνια μὲν τάδε γ’ ἐστὶ βοῶν ὀρθοκραιράων,
ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·
βήματα δ’ οὔτ’ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
οὔτε λύκων πολιῶν οὔτ’ ἄρκτων οὔτε λεόντων·
οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·
αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δ’ αἰνότερ’ ἔνθεν ὁδοῖο.
ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
Κυλλήνης δ’ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,
πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη
ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.
ὀδμὴ δ’ ἱμερόεσσα δι’ οὔρεος ἠγαθέοιο
κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.
ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν
ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.
Τὸν δ’ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς
χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
σπάργαν’ ἔσω κατέδυνε θυήεντ’· ἠύτε πολλὴν
πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.
ἐν δ’ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,
φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,
ἐγρήσσων ἐτεόν γε· χέλυν δ’ ὑπὸ μασχάλῃ εἶχε.
γνῶ δ’ οὐδ’ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς
νύμφην τ’ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,
παῖδ’ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι.
παπτήνας δ’ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν
νέκταρος ἐμπλείους ἠδ’ ἀμβροσίης ἐρατεινῆς·
πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,
πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,
οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν·
ἔνθ’ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·
παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς
θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθ’ οὐ κατὰ κόσμον.
ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα,
ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ
ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλ’ ὑπὸ γαίῃ
ἐρρήσεις ὀλίγοισι μετ’ ἀνδράσιν ἡγεμονεύων.
Τὸν δ’ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;
καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ’ ἱκάνεις;
οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα·
οὐκ ἂν μηνύσαιμ’, οὐκ ἂν μήνυτρον ἀροίμην·
οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα.
οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν·
ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς
σπάργανά τ’ ἀμφ’ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.
μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη·
καί κεν δὴ μέγα θαῦμα μετ’ ἀθανάτοισι γένοιτο,
παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι
βουσὶν ἐπ’ ἀγραύλοισι· τὸ δ’ ἀπρεπέως ἀγορεύεις.
χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ’ ὕπο χθών.
εἰ δ’ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι·
μὴ μὲν ἐγὼ μήτ’ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,
μήτε τιν’ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,
αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
ὣς ἄρ’ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων
ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,
μάκρ’ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.
τὸν δ’ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·
πέπον, ἠπεροπευτά, δολοφραδές, σε μάλ’ οἴω
πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας
ἔννυχον οὐχ ἕνα μοῦνον ἐπ’ οὔδεϊ φῶτα καθίσσαι,
σκευάζοντα κατ’ οἶκον ἄτερ ψόφου, οἷ’ ἀγορεύεις·
πολλοὺς δ’ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας
οὔρεος ἐν βήσσῃς, ὁπότ’ ἄν κρειῶν ἐρατίζων
ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.
ἀλλ’ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,
ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε.
τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετ’ ἀθανάτοις γέρας ἕξεις.
ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.
ὣς ἄρ’ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.
σὺν δ’ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης
οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,
τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην.
ἐσσυμένως δὲ μετ’ αὐτὸν ἐπέπταρε· τοῖο δ’ Ἀπόλλων
ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.
ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο
Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε·
θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ·
εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
τούτοις οἰωνοῖσι· σὺ δ’ αὖθ’ ὁδὸν ἡγεμονεύσεις.
ὣς φάθ’· δ’ αὖτ’ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς,
σπουδῇ ἰών· ἄμφω δὲ παρ’ οὔατα χερσὶν ἐώθει
σπάργανον ἀμφ’ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·
πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;
με βοῶν ἕνεχ’ ὧδε χολούμενος ὀρσολοπεύεις;
πόποι, εἴθ’ ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἐγώ γε
ὑμετέρας ἔκλεψα βόας οὐδ’ ἄλλον ὄπωπα,
αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.
αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον
Ἑρμῆς τ’ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,
ἀμφὶς θυμὸν ἔχοντες. μὲν νημερτέα φωνὴν
οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,
αὐτὰρ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν
ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.
αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν,
ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε
πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.
αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο
ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·
κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.
οὐμιλίη δ’ ἔχ’ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ
ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.
ἔστησαν δ’ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων
πρόσθε Διὸς γούνων· δ’ ἀνείρετο φαίδιμον υἱὸν
Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε·
φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδ’ ἐλαύνεις,
παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα;
σπουδαῖον τόδε χρῆμα θεῶν μεθ’ ὁμήγυριν ἦλθε.
τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
πάτερ, τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν,
κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι.
παῖδά τιν’ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν
Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας,
κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα
οὐδ’ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰς’ ἐπὶ γαίῃ.
κλέψας δ’ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετ’ ἐλαύνων
ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
εὐθὺ Πύλονδ’ ἐλάων· τὰ δ’ ἄρ’ ἴχνια δοιὰ πέλωρα,
οἷά τ’ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.
τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
ἀντία βήματ’ ἔχουσα κόνις ἀνέφαινε μέλαινα·
αὐτὸς δ’ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτ’ ἄρα ποσσὶν
οὔτ’ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·
ἀλλ’ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
τοῖα πέλωρ’ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,
ῥεῖα μάλ’ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·
αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,
ἄφραστος γένετ’ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
χῶρον ἀνὰ κρατερόν· τὸν δ’ ἐφράσατο βροτὸς ἀνὴρ
ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.
αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δ’ ἔνθα,
ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,
ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν
αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν
αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
αὐτὸς δ’ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·
οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα
οὐδέ κε μηνύσαιμ’, οὐδ’ ἄν μήνυτρον ἀροίμην.
τοι ἄρ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο Φοῖβος Ἀπόλλων·
Ερμῆς δ’ αὖθ’ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα,
δείξατο δ’ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων·
ζεῦ πάτερ, τοι ἐγώ σοι ἀληθείην καταλέξω·
νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.
ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς
σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο·
οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,
μηνύειν δ’ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,
πολλὰ δέ μ’ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,
οὕνεχ’ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,
αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τ’ οἶδε καὶ αὐτός,
οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς.
πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,
ὡς οὐκ οἴκαδ’ ἔλασσα βόας, ὣς ὄλβιος εἴην,
οὐδ’ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τ’ ἀτρεκέως ἀγορεύω.
Ἠέλιον δὲ μάλ’ αἰδέομαι καὶ δαίμονας ἄλλους,
καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός,
ὡς οὐκ αἴτιός εἰμι· μέγαν δ’ ἐπιδώσομαι ὅρκον·
οὐ μὰ τάδ’ ἀθανάτων εὐκόσμητα προθύραια.
καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,
καὶ κρατερῷ περ ἐόντι· σὺ δ’ ὁπλοτέροισιν ἄρηγε.
ὣς φάτ’ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης·
καὶ τὸ σπάργανον εἶχεν ἐπ’ ὠλένῃ οὐδ’ ἀπέβαλλε.
Ζεὺς δὲ μέγ’ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.
ἀμφοτέρους δ’ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν
καὶ δεῖξαι τὸν χῶρον ἐπ’ ἀβλαβίῃσι νόοιο,
ὅππη δὴ αὖτ’ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δ’ ἀγλαὸς Ἑρμῆς·
ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
τὼ δ’ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
ἐς Πύλον ἠμαθόεντα ἐπ’ Ἀλφειοῦ πόρον ἷξον·
ἀγροὺς δ’ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,
ἡχοῦ δὴ τὰ χρήματ’ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.
ἔνθ’ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον
ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·
Λητοΐδης δ’ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
πέτρῃ ἐπ’ ἠλιβάτῳ, τάχα δ’ εἴρετο κύδιμον Ἑρμῆν·
πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι,
ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε
θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ
μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.
ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.
τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλόσε πῖπτον
ἄγνου· ταὶ δ’ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,
ῥεῖά τε καὶ πάσῃσιν ἐπ’ ἀγραύλοισι βόεσσιν,
Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων
θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης
χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,
ἐγκρύψαι μεμαώς· Λητοῦς δ’ ἐρικυδέος υἱὸν
ῥεῖα μάλ’ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελ’ αὐτός,
καὶ κρατερόν περ ἐόντα· λαβὼν δ’ ἐπ’ ἀριστερὰ χειρὸς
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· δ’ ὑπὸ χειρὸς
σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων
γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθ’ ἰωὴ
θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει
θυμῷ ἀκουάζοντα· λύρῃ δ’ ἐρατὸν κιθαρίζων
στῆ ῥ’ γε θαρσήσας ἐπ’ ἀριστερὰ Μαιάδος υἱὸς
Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων
γηρύετ’ ἀμβολάδηνἐρατὴ δέ οἱ ἕσπετο φωνή
κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,
ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.
Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,
μητέρα Μουσάων· γὰρ λάχε Μαιάδος υἱόν·
τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,
πάντ’ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.
τὸν δ’ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,
καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,
πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.
ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω·
νῦν δ’ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,
σοί γ’ ἐκ γενετῆς τάδ’ ἅμ’ ἕσπετο θαυματὰ ἔργα
ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων
δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;
θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,
ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν’ ἀνδρῶν
οὔτε τιν’ ἀθανάτων, οἳ Ὀλύμπια δώματ’ ἔχουσι,
νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.
τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,
τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,
εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,
τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·
ἀλλ’ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,
οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.
θαυμάζω, Διὸς υἱέ, τάδ’, ὡς ἐρατὸν κιθαρίζεις.
νῦν δ’ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,
ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι·
νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
σοί τ’ αὐτῷ καὶ μητρί· τὸ δ’ ἀτρεκέως ἀγορεύσω·
ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, μὲν ἐγώ σε
κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν’ εἵσω
δώσω τ’ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
τὸν δ’ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·
εἰρωτᾷς μ’, Ἑκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι
τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.
σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι
βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντ’ εὖ οἶδας·
πρῶτος γάρ, Διὸς υἱέ, μετ’ ἀθανάτοισι θαάσσεις,
ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς
ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.
καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
μαντείας θ’ Ἑκάεργε, Διὸς παρά, θέσφατα πάντα
τῶν νῦν αὐτὸς ἐγώ σε μαλ’ ἀφνειὸν δεδάηκα·
σοὶ δ’ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
ἀλλ’ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,
μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε
δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.
εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,
καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.
εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν
καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον
εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν
τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,
φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει
ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,
ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν
νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,
μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.
σοὶ δ’ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε·
ἡμεῖς δ’ αὖτ’ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο
βουσὶ νομούς, Ἑκάεργε, νομεύσομεν ἀγραύλοισιν.
ἔνθεν ἅλις τέξουσι βόες ταύροις·, μιγεῖσαι
μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ
κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.
ὣς εἰπὼν ὤρεξ’· δ’ ἐδέξατο Φοῖβος Ἀπόλλων,
Ἐρμῇ δ’ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν,
βουκολίας τ’ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς
γηθήσας· κίθαριν δὲ λαβὼν ἐπ’ ἀριστερὰ χειρὸς
Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων,
πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος· δ’ ὑπένερθε
σμερδαλέον κονάβησε· θεὸς δ’ ὑπὸ καλὸν ἄεισεν.
ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα
ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα,
ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο
τερπόμενοι φόρμιγγι· χάρη δ’ ἄρα μητιέτα Ζεύς,
ἄμφω δ’ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς
Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,
σήματ’ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν
ἱμερτήν, δεδαώς, δ’ ἐπωλένιον κιθάριζεν·
αὐτὸς δ’ αὖθ’ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην·
συρίγγων ἐνοπὴν ποιήσατο τηλόθ’ ἀκουστήν.
καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·
δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,
μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα·
τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα
θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.
ἀλλ’ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,
κεφαλῇ νεύσας ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,
πάντ’ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.
καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,
μή ποτ’ ἀποκλέψειν, ὅς’ Ἑκηβόλος ἐκτεάτισται,
μηδέ ποτ’ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων
Λητοΐδης κατένευσεν ἐπ’ ἀρθμῷ καὶ φιλότητι,
μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,
μήτε θεὸν μήτ’ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον
αἰετὸν ἧκε πατήρ· δ’ ἐπώμοσεν· σε μάλ’ οἶον
σύμβολον ἀθανάτων ποιήσομαι ἠδ’ ἅμα πάντων,
πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα
ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,
χρυσείην, τριπέτηλον, ἀκήριον σε φυλάξει
πάντας ἐπικραίνους’ ἄθλους ἐπέων τε καὶ ἔργων
τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,
οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τιν’ ἄλλον
ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε
πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,
μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων
ἄλλον γ’ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε
θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.
ἀνθρώπων δ’ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,
πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ’ ἀνθρώπων.
καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ
φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν·
οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδ’ ἀπατήσω.
ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι
μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν
ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,
φήμ’, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.
ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ
καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·
σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι,
παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι,
τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά,
οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,
μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ
παῖς ἔτ’ ἐὼν μελέτησα· πατὴρ δ’ ἐμὸς οὐκ ἀλέγιζεν,
ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη
κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.
αἳ δ’ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν,
προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·
ἢν δ’ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,
ψεύδονται δὴ ἔπειτα δι’ ἀλλήλων δονέουσαι.
τάς τοι ἔπειτα δίδωμι· σὺ δ’ ἀτρεκέως ἐρεείνων
σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς,
πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.
ταῦτ’ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς
ἵππους τ’ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.
ὡς ἔφατ’· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι
θῆκε τέλος· πᾶσιν δ’ ἄρ’ γ’ οἰωνοῖσι κέλευσεν
καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι
καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,
πᾶσι δ’ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,
οἶον δ’ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,
ὅς τ’ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων
παντοίῃ φιλότητι· χάριν δ’ ἐπέθηκε Κρονίων.
πᾶσι δ’ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.
παῦρα μὲν οὖν ὀνίνησι, τὸ δ’ ἄκριτον ἠπεροπεύει
νύκτα δι’ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

5

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης,
Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε
καί τ’ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων
οἰωνούς τε διιπετέας καὶ θηρία πάντα,
ἠμὲν ὅς’ ἤπειρος πολλὰ τρέφει ἠδ’ ὅσα πόντος·
πᾶσιν δ’ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.
τρισσὰς δ’ οὐ δύναται πεπιθεῖν φρένας οὐδ’ ἀπατῆσαι·
κούρην τ’ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην·
οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,
ἀλλ’ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος
ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργ’ ἀλεγύνειν.
πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε
ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.
δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν
ἀγλαὰ ἔργ’ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.
οὐδέ ποτ’ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν
δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.
καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,
φόρμιγγές τε χοροί τε διαπρύσιοί τ’ ὀλολυγαὶ
ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.
οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργ’ Ἀφροδίτης,
Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,
αὖτις δ’ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,
πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·
δὲ μαλ’ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν·
ὤμοσε δὲ μέγαν ὅρκον, δὴ τετελεσμένος ἐστίν,
ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,
παρθένος ἔσσεσθαι πάντ’ ἤματα, δῖα θεάων.
τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο
καὶ τε μέσῳ οἴκῳ κατ’ ἄρ’ ἕζετο πῖαρ ἑλοῦσα.
πᾶσιν δ’ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι
καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδ’ ἀπατῆσαι·
τῶν δ’ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ’ Ἀφροδίτην
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
ὅστε μέγιστός τ’ ἐστὶ μεγίστης τ’ ἔμμορε τιμῆς.
καί τε τοῦ, εὖτ’ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα
ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,
Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε,
μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.
κυδίστην δ’ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
μήτηρ τε Ῥείη· Ζεὺς δ’ ἄφθιτα μήδεα εἰδὼς
αἰδοίην ἄλοχον ποιήσατο κέδν’ εἰδυῖαν.
τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα
μηδ’ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,
καί ποτ’ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,
ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί,
καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,
ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
Ἀγχίσεω δ’ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
ὃς τότ’ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.
τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
ἠράσατ’, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.
ἐς Κύπρον δ’ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,
ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.
ἐνθ’ γ’ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
ἑσσαμένη δ’ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ
χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη
σεύατ’ ἐπὶ Τροίης προλιποῦς’ εὐώδεα Κύπρον,
ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
Ἴδην δ’ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
βῆ δ’ ἰθὺς σταθμοῖο δι’ οὔρεος· οἳ δὲ μετ’ αὐτὴν
σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες,
ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
ἤισαν· δ’ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
καὶ τοῖς ἐν στήθεσσι βάλ’ ἵμερον· οἳ δ’ ἅμα πάντες
σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·
αὐτὴ δ’ ἐς κλισίας εὐποιήτους ἀφίκανε·
τὸν δ’ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ’ ἄλλων
Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
οἳ δ’ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
πάντες· δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ’ ἄλλων
πωλεῖτ’ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.
στῆ δ’ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
Ἀγχίσης δ’ ὁρόων ἐφράζετο θαύμαινέν τε
εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.
πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,
καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη
στήθεσιν ἀμφ’ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι·
εἶχε δ’ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς·
ὅρμοι δ’ ἀμφ’ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.
Ἀγχίσην δ’ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·
χαῖρε, ἄνασς’, τις μακάρων τάδε δώμαθ’ ἱκάνεις,
Ἄρτεμις Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,
πού τις Χαρίτων δεῦρ’ ἤλυθες, αἵτε θεοῖσι
πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
τις Νυμφάων, αἵτ’ ἄλσεα καλὰ νέμονται
Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι
καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.
σοὶ δ’ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,
βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
ὥρῃσιν πάσῃσι. σὺ δ’ εὔφρονα θυμὸν ἔχουσα
δός με μετὰ Τρώεσσιν ἀριπρεπέ’ ἔμμεναι ἄνδρα,
ποίει δ’ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ’ αὐτὸν
δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,
ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.
τὸν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
οὔ τίς τοι θεός εἰμι· τί μ’ ἀθανάτῃσιν ἐίσκεις;
ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.
Ὀτρεὺς δ’ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,
ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
γλῶσσαν δ’ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.
Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· δὲ διαπρὸ
σμικρὴν παῖδ’ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.
ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
νῦν δέ μ’ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης
ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.
πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι
παίζομεν, ἀμφὶ δ’ ὅμιλος ἀπείριτος ἐστεφάνωτο.
ἔνθεν μ’ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης·
πολλὰ δ’ ἔπ’ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
πολλὴν δ’ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους·
οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης·
Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
κουριδίην ἄλοχον, σοὶ δ’ ἀγλαὰ τέκνα τεκεῖσθαι.
αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, τοι γ’ αὖτις
ἀθανάτων μετὰ φῦλ’ ἀπέβη κρατὺς Ἀργειφόντης·
αὐτὰρ ἐγώ σ’ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετ’ ἀνάγκη.
ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων
ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·
ἀδμήτην μ’ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδν’ εἰδυίῃ
σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.
οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ’ εἰκυῖα.
πέμψαι δ’ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
εἰπεῖν πατρί τ’ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·
οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θ’ ὑφαντὴν
πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.
ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,
τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
Ἀγχίσην δ’ ἔρος εἷλεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
εἰ μὲν θνητή τ’ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ,
Ὀτρεὺς δ’ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,
ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ’ ἱκάνεις
Ἑρμέω, ἐμὴ δ’ ἄλοχος κεκλήσεαι ἤματα πάντα·
οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων
ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι
αὐτίκα νῦν· οὐδ’ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων
τόξου ἀπ’ ἀργυρέου προΐῃ βέλεα στονόεντα.
βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,
σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.
ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δ’ Ἀφροδίτη
ἕρπε μεταστρεφθεῖσα κατ’ ὄμματα καλὰ βαλοῦσα
ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι
χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν
ἄρκτων δέρματ’ ἔκειτο βαρυφθόγγων τε λεόντων,
τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.
οἳ δ’ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,
κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,
πόρπας τε γναμπτάς θ’ ἕλικας κάλυκάς τε καὶ ὅρμους.
λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα
ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου
Ἀγχίσης· δ’ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ
ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.
ἦμος δ’ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες
βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων·
τῆμος ἄρ’ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε
νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.
ἑσσαμένη δ’ εὖ πάντα περὶ χροῒ δῖα θεάων
ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου
κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν
ἄμβροτον, οἷόν τ’ ἐστὶν ἐυστεφάνου Κυθερείης,
ἐξ ὕπνου τ’ ἀνέγειρεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;
καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,
οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;
ὣς φάθ’· δ’ ἐξ ὕπνοιο μάλ’ ἐμμαπέως ὑπάκουσεν.
ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλ’ Ἀφροδίτης,
τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ·
ἂψ δ’ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
αὐτίκα σ’ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν,
ἔγνων ὡς θεὸς ἦσθα· σὺ δ’ οὐ νημερτὲς ἔειπες.
ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο,
μή με ζῶντ’ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς
ναίειν, ἀλλ’ ἐλέαιρ’· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ
γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.
τὸν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,
θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·
οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,
οὐδ’ ἄλλων μακάρων· ἐπεὶ φίλος ἐσσὶ θεοῖσι.
σοὶ δ’ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει
καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες·
τῷ δὲ καὶ Αἰνείας ὄνομ’ ἔσσεται, οὕνεκα μ’ αἰνὸν
ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·
ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων
αἰεὶ ἀφ’ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.
τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς
ἥρπασε ὃν διὰ κάλλος, ἵν’ ἀθανάτοισι μετείη
καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,
θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι,
χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.
Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει,
ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·
τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα
καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα,
ἵππους ἀρσίποδας, τοί τ’ ἀθανάτους φορέουσι.
τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα
Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,
ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.
αὐτὰρ ἐπειδὴ Ζηνὸς γ’ ἔκλυεν ἀγγελιάων,
οὐκέτ’ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
γηθόσυνος δ’ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.
ὣς δ’ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,
ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.
Βῆ δ’ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,
ἀθάνατόν τ’ εἶναι καὶ ζώειν ἤματα πάντα·
τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
νηπίη, οὐδ’ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
ἥβην αἰτῆσαι ξῦσαί τ’ ἄπο γῆρας ὀλοιόν.
τὸν δ’ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,
Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ
ναῖε παρ’ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·
αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,
τοῦ δ’ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,
αὐτὸν δ’ αὖτ’ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,
σίτῳ τ’ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.
ἀλλ’ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν,
οὐδέ τι κινῆσαι μελέων δύνατ’ οὐδ’ ἀναεῖραι,
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
ἐν θαλάμῳ κατέθηκε, θύρας δ’ ἐπέθηκε φαεινάς.
τοῦ δ’ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς
ἔσθ’, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην
ἀθάνατόν τ’ εἶναι καὶ ζώειν ἤματα πάντα.
ἀλλ’ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε
ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης,
οὐκ ἂν ἔπειτά μ’ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.
νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει
νηλειές, τό τ’ ἔπειτα παρίσταται ἀνθρώποισιν,
οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.
αὐτὰρ ἐμοὶ μέγ’ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν
ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,
οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας
ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,
τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
τοῦτο μετ’ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,
σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,
παῖδα δ’ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.
τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,
Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,
αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·
αἵ ῥ’ οὔτε θνητοῖς οὔτ’ ἀθανάτοισιν ἕπονται.
δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι
καί τε μετ’ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.
τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης
μίσγοντ’ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
τῇσι δ’ ἅμ’ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,
καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.
ἑστᾶς’ ἠλίβατοι, τεμένη δέ κικλήσκουσιν
ἀθανάτων· τὰς δ’ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·
ἀλλ’ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,
ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,
φλοιὸς δ’ ἀμφιπεριφθινύθει, πίπτουσι δ’ ἄπ’ ὄζοι,
τῶν δέ θ’ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.
αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,
ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.
σοὶ δ’ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,
γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·
ἄξεις δ’ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.
ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,
τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω·
φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι,
αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.
εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,
Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας,
ἴσχεο μηδ’ ὀνόμαινε, θεῶν δ’ ἐποπίζεο μῆνιν.
ὣς εἰποῦς’ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.
χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα·
σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.

6

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην
ᾄσομαι, πάσης Κύπρου κρήδεμνα λέλογχεν
εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος
ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι
δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν·
κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν
καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν
ἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος·
δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν
ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ
Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ’ ἴοιεν
ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.
αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,
ἦγον ἐς ἀθανάτους· οἳ δ’ ἠσπάζοντο ἰδόντες
χερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος
εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι,
εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.
χαῖρ’ ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ’ ἐν ἀγῶνι
νίκην τῷδε φέρεσθαι, ἐμὴν δ’ ἔντυνον ἀοιδήν.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

7

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν,
μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο
ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς,
πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι,
κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις
πορφύρεον· τάχα δ’ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς
ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον,
Τυρσηνοί· τοὺς δ’ ἦγε κακὸς μόρος· οἳ δὲ ἰδόντες
νεῦσαν ἐς ἀλλήλους, τάχα δ’ ἔκθορον. αἶψα δ’ ἑλόντες
εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ.
υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων
εἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι.
τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλόσε πῖπτον
χειρῶν ἠδὲ ποδῶν· δὲ μειδιάων ἐκάθητο
ὄμμασι κυανέοισι· κυβερνήτης δὲ νοήσας
αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε·
δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ’ ἑλόντες,
καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής.
γὰρ Ζεὺς ὅδε γ’ ἐστὶν ἀργυρότοξος Ἀπόλλων
ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν
εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ’ ἔχουσιν.
ἀλλ’ ἄγετ’, αὐτὸν ἀφῶμεν ἐπ’ ἠπείροιο μελαίνης
αὐτίκα· μηδ’ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς
ὄρσῃ ἔπ’ ἀργαλέους τ’ ἀνέμους καὶ λαίλαπα πολλήν.
Ὣς φάτο· τὸν δ’ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ·
δαιμόνι’, οὖρον ὅρα, ἅμα δ’ ἱστίον ἕλκεο νηὸς
σύμπανθ’ ὅπλα λαβών· ὅδε δ’ αὖτ’ ἄνδρεσσι μελήσει.
ἔλπομαι, Αἴγυπτον ἀφίξεται γε Κύπρον
ἐς Ὑπερβορέους ἑκαστέρω· ἐς δὲ τελευτὴν
ἔκ ποτ’ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα
οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων.
ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.
ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον· ἀμφὶ δ’ ἄρ’ ὅπλα
καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.
οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν
ἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴ
ἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.
αὐτίκα δ’ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη
ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ
βότρυες· ἀμφ’ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός,
ἄνθεσι τηλεθάων, χαρίεις δ’ ἐπὶ καρπὸς ὀρώρει·
πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον· οἳ δὲ ἰδόντες,
νῆ’ ἤδη τότ’ ἔπειτα κυβερνήτην ἐκέλευον
γῇ πελάαν· δ’ ἄρα σφι λέων γένετ’ ἔνδοθι νηὸς
δεινὸς ἐπ’ ἀκροτάτης, μέγα δ’ ἔβραχεν, ἐν δ’ ἄρα μέσσῃ
ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων·
ἂν δ’ ἔστη μεμαυῖα· λέων δ’ ἐπὶ σέλματος ἄκρου
δεινὸν ὑπόδρα ἰδών· οἳ δ’ ἐς πρύμνην ἐφόβηθεν,
ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα
ἔσταν ἄρ’ ἐκπληγέντες· δ’ ἐξαπίνης ἐπορούσας
ἀρχὸν ἕλ’, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες
πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν,
δελφῖνες δ’ ἐγένοντο· κυβερνήτην δ’ ἐλεήσας
ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον·
θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ·
εἰμὶ δ’ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ
Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα.
χαῖρε, τέκος Σεμέλης εὐώπιδος· οὐδέ πη ἔστι
σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.

8

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,
ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,
καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου,
Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,
ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,
ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων
αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι
ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι·
κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης,
πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα
ἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην
σεύασθαι κακότητα πικρὴν ἀπ’ ἐμοῖο καρήνου,
καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν,
θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μ’ ἐρέθῃσι
φυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσος
δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς
δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.

9

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο.
παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,
ἥθ’ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος
ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει
ἐς Κλάρον ἀμπελόεσσαν, ὅθ’ ἀργυρότοξος Ἀπόλλων
ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.
καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ’ ἅμα πᾶσαι ἀοιδῇ·
αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομ’ ἀείδειν,
σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.

10

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι
μείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳ
αἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος.
χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα
εἰναλίης τε Κύπρου· δὸς δ’ ἱμερόεσσαν ἀοιδήν.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

11

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Παλλάδ’ Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ’ ἀείδειν,
δεινήν, σὺν Ἄρηι μέλει πολεμήια ἔργα
περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε,
καί τ’ ἐρρύσατο λαὸν ἰόντα τε νισσόμενόν τε.
χαῖρε, θεά, δὸς δ’ ἄμμι τύχην εὐδαιμονίην τε.

12

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ἥρην ἀείδω χρυσόθρονον, ἣν τέκε Ῥείη,
ἀθανάτων βασίλειαν, ὑπείροχον εἶδος ἔχουσαν,
Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε,
κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον
ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ.

13

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Δημήτηρ’ ἠύκομον, σεμνὴν θεάν, ἄρχομ’ ἀείδειν,
αὐτὴν καὶ κούρην, περικαλλέα Περσεφόνειαν.
χαῖρε, θεά, καὶ τήνδε σάου πόλιν· ἄρχε δ’ ἀοιδῆς.

14

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
μητέρα μοι πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων
ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,
κροτάλων τυπάνων τ’ ἰαχὴ σύν τε βρόμος αὐλῶν
εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων
οὔρεά τ’ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.
καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ’ ἅμα πᾶσαι ἀοιδῇ.

15

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ’ ἄριστον
γείνατ’ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι·
ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
πλαζόμενος πομπῇσιν ὕπ’ Εὐρυσθῆος ἄνακτος
πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ’ ἀνέτλη·
νῦν δ’ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον.

16

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ’ ἀείδειν,
υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
χάρμα μέγ’ ἀνθρώποισι, κακῶν θελκτῆρ’ ὀδυνάων.
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σ’ ἀοιδῇ.

17

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Κάστορα καὶ Πολυδεύκἐ ἀείσεο, Μοῦσα λίγεια,
Τυνδαρίδας, οἳ Ζηνὸς Ὀλυμπίου ἐξεγένοντο·
τοὺς ὑπὸ Τηϋγέτου κορυφῇς τέκε πότνια Λήδη
λάθρη ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι.
χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων.

18

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,
αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον,
ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην·
λάνθανε δ’ ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους.
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ·
σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
[χαῖρ’. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.]

19

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα,
αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ’ ἀνὰ πίση
δενδρήεντ’ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις,
αἵ τε κατ’ αἰγίλιπος πέτρης στείβουσι κάρηνα
Πᾶν’ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,
αὐχμήενθ’, ὃς πάντα λόφον νιφόεντα λέλογχε
καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.
φοιτᾷ δ’ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,
ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,
ἄλλοτε δ’ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,
ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.
πολλάκι δ’ ἀργινόεντα διέδραμεν οὔρεα μακρά,
πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,
ὀξέα δερκόμενος· τότε δ’ ἕσπερος ἔκλαγεν οἶον
ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων
νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν
ὄρνις, ἥτ’ ἔαρος πολυανθέος ἐν πετάλοισι
θρῆνον ἐπιπροχέους’ ἀχέει μελίγηρυν ἀοιδήν.
σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι
φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ
μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·
δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων,
πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν
λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς
ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθος
εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.
ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·
οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων
ἔννεπον, ὡς γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,
καί ῥ’ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων,
ἐξίκετ’, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.
ἔνθ’ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευεν
ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν
νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·
ἐκ δ’ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ’ ἐν μεγάροισιν
Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,
αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα·
φεῦγε δ’ ἀναΐξασα, λίπεν δ’ ἄρα παῖδα τιθήνη
δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.
τὸν δ’ αἶψ’ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε
δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.
ῥίμφα δ’ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας
δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ
πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,
δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ’ ἄρα θυμὸν ἔτερφθεν
ἀθάνατοι, περίαλλα δ’ Βάκχειος Διόνυσος·
Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇ
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

20

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,
ὃς μετ’ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα
ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ
ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.
νῦν δὲ δι’ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες
ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν
εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.
ἀλλ’ ἵληθ’, Ἥφαιστε· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον.

21

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ’ ἀείδει,
ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα,
Πηνειόν· σὲ δ’ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇ.

22

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
ἀμφὶ Ποσειδάωτα, μέγαν θεόν, ἄρχομ’ ἀείδειν,
γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης,
πόντιον, ὅσθ’ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.
διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο,
ἵππων τε δμητῆρ’ ἔμεναι σωτῆρά τε νηῶν.
χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.

23

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ζῆνα θεῶν τὸν ἄριστον ἀείσομαι ἠδὲ μέγιστον,
εὐρύοπα, κρείοντα, τελεσφόρον, ὅστε Θέμιστι
ἐγκλιδὸν ἑζομένῃ πυκινοὺς ὀάρους ὀαρίζει.
ἵληθ’, εὐρύοπα Κρονίδη, κύδιστε μέγιστε.

24

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ἑστίη, ἥτε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο
Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις,
αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον·
ἔρχεο τόνδ’ ἀνὰ οἶκον, ἕν’ ἔρχεο θυμὸν ἔχουσα
σὺν Διὶ μητιόεντι· χάριν δ’ ἅμ’ ὄπασσον ἀοιδῇ.

25

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε·
ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος
ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί,
ἐκ δὲ Διὸς βασιλῆες· δ’ ὄλβιος, ὅν τινα Μοῦσαι
φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατ’ ἀοιδήν·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

26

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ’ ἀείδειν,
Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
Νύσης ἐν γυάλοις· δ’ ἀέξετο πατρὸς ἕκητι
ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
δὴ τότε φοιτίζεσκε καθ’ ὑλήεντας ἐναύλους,
κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δ’ ἅμ’ ἕποντο
Νύμφαι, δ’ ἐξηγεῖτο· βρόμος δ’ ἔχεν ἄσπετον ὕλην.
καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλ’ Διόνυσε·
δὸς δ’ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
ἐκ δ’ αὖθ’ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.

27

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν,
παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν,
αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος,
κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας
ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει
πέμπουσα στονόεντα βέλη· τρομέει δὲ κάρηνα
ὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕλη
δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα
πόντος τ’ ἰχθυόεις· δ’ ἄλκιμον ἦτορ ἔχουσα
πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην.
αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα,
εὐφρήνῃ δὲ νόον, χαλάσας’ εὐκαμπέα τόξα
ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο,
Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον,
Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα.
ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς
ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα,
ἐξάρχουσα χορούς· αἳ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαι
ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας
ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους.
χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

28

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν
γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν,
χρύσεα, παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας
ἀθανάτους· δὲ πρόσθεν Διὸς αἰγιόχοιο
ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου,
σείσας’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος
δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα
σμερδαλέον ἰάχησεν· ἐκινήθη δ’ ἄρα πόντος,
κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δ’ ἅλμη
ἐξαπίνης· στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς
ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη
Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς.
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

29

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
ἑστίη, πάντων ἐν δώμασιν ὑψηλοῖσιν
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων
ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,
καλὸν ἔχουσα γέρας καὶ τίμιον· οὐ γὰρ ἄτερ σοῦ
εἰλαπίναι θνητοῖσιν, ἵν’ οὐ πρώτῃ πυμάτῃ τε
Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον·
καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,
ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων,
ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε.
ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν
εἰδότες· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων
εἰδότες ἔργματα καλὰ νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ.
χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

30

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον,
πρεσβίστην, φέρβει ἐπὶ χθονὶ πάνθ’ ὁπός’ ἐστίν,
ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδ’ ὅσα πόντον
ἠδ’ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.
ἐκ σέο δ’ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι,
πότνια, σεῦ δ’ ἔχεται δοῦναι βίον ἠδ’ ἀφελέσθαι
θνητοῖς ἀνθρώποισιν· δ’ ὄλβιος, ὅν κε σὺ θυμῷ
πρόφρων τιμήσῃς· τῷ τ’ ἄφθονα πάντα πάρεστι.
βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατ’ ἀγροὺς
κτήνεσιν εὐθηνεῖ, οἶκος δ’ ἐμπίπλαται ἐσθλῶν·
αὐτοὶ δ’ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα
κοιρανέους’, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ·
παῖδες δ’ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι
παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ
παίζουσαι σκαίρουσι κατ’ ἄνθεα μαλθακὰ ποίης,
οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον.
χαῖρε, θεῶν μήτηρ, ἄλοχ’ Οὐρανοῦ ἀστερόεντος,
πρόφρων δ’ ἀντ’ ᾠδῆς βίοτον θυμήρε’ ὄπαζε·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

31

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα,
Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις
γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος·
γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,
αὐτοκασιγνήτην, οἱ τέκε κάλλιμα τέκνα,
Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην
Ἠέλιόν τ’ ἀκάμαντ’, ἐπιείκελον ἀθανάτοισιν,
ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν
ἵπποις ἐμβεβαώς· σμερδνὸν δ’ γε δέρκεται ὄσσοις
χρυσέης ἐκ κόρυθος· λαμπραὶ δ’ ἀκτῖνες ἀπ’ αὐτοῦ
αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τ’ ἔθειραι
λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον
τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος
λεπτουργές, πνοιῇ ἀνέμων· ὕπο δ’ ἄρσενες ἵπποι.
ἔνθ’ ἄρ’ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους,
αὐτόθι παύεται ἄκρου ἐπ’ οὐρανοῦ, εἰσόκεν αὖτις
θεσπέσιος πέμπῃσι δι’ οὐρανοῦ Ὠκεανόνδε.
χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρε’ ὄπαζε.
ἐκ σέο δ’ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν
ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.

32

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς·
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
κρατὸς ἀπ’ ἀθανάτοιο, πολὺς δ’ ὑπὸ κόσμος ὄρωρεν
αἴγλης λαμπούσης· στίλβει δέ τ’ ἀλάμπετος ἀὴρ
χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δ’ ἐνδιάονται,
εὖτ’ ἂν ἀπ’ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,
εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,
ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας,
ἐσσυμένως προτέρως’ ἐλάσῃ καλλίτριχας ἵππους,
ἑσπερίη, διχόμηνος· δὲ πλήθει μέγας ὄγμος
λαμπρόταταί τ’ αὐγαὶ τότ’ ἀεξομένης τελέθουσιν
οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.
τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ·
δ’ ὑποκυσαμένη Πανδείην γείνατο κούρην,
ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.
χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,
πρόφρον, ἐυπλόκαμος· σέο δ’ ἀρχόμενος κλέα φωτῶν
ᾄσομαι ἡμιθέων, ὧν κλείους’ ἔργματ’ ἀοιδοί,
Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.

33

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι,
Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,
Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο
μιχθεῖς’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι
σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων
ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι
χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἳ δ’ ἀπὸ νηῶν
εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο
ἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντες
πρύμνης· τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης
θῆκαν ὑποβρυχίην· οἳ δ’ ἐξαπίνης ἐφάνησαν
ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀίξαντες,
αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,
κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,
σήματα καλά, πόνου ἀπονόσφισιν· οἳ δὲ ἰδόντες
γήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο.
χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.