Hymns

1

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδειν
λώιον θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδῃσι;
πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;
ἐν δοιῇ μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.
Ζεῦ, σὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
Ζεῦ, σὲ δ’ ἐν Ἀρκαδίῃ· πότεροι, πάτερ, ἐψεύσαντο;
Κρῆτες ἀεὶ ψεῦσται·’ καὶ γὰρ τάφον, ἄνα, σεῖο
Κρῆτες ἐτεκτήναντο· σὺ δ’ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.
ἐν δέ σε Παρρασίῃ Ῥείη τέκεν, ἧχι μάλιστα
ἔσκεν ὄρος θάμνοισι περισκεπές· ἔνθεν χῶρος
ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης
ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά Ῥείης
ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες.
ἔνθα σ’ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων
αὐτίκα δίζητο ῥόον ὕδατος, κε τόκοιο
λύματα χυτλώσαιτο, τεὸν δ’ ἐνὶ χρῶτα λοέσσαι.
Λάδων ἀλλ’ οὔπω μέγας ἔρρεεν οὐδ’ Ἐρύμανθος,
λευκότατος ποταμῶν, ἔτι δ’ ἄβροχος ἦεν ἅπασα
Ἀρκαδίη· μέλλεν δὲ μάλ’ εὔυδρος καλέεσθαι
αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτ’ ἐλύσατο μίτρην,
πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων
ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,
πολλὰ δὲ Καρνίωνος ἄνω διεροῦ περ ἐόντος
ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δ’ ἀνὴρ
πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην
διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
καί ῥ’ ὑπ’ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη·
Γαῖα φίλη, τέκε καὶ σύ· τεαὶ δ’ ὠδῖνες ἐλαφραί.’
εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν
πλῆξεν ὄρος σκήπτρῳ· τὸ δέ οἱ δίχα πουλὺ διέστη,
ἐκ δ’ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα,
ὦνα, τεὸν σπείρωσε, Νέδῃ δέ σε δῶκε κομίζειν
κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,
πρεσβυτάτῃ Νυμφέων αἵ μιν τότε μαιώσαντο,
πρωτίστῃ γενεῇ μετά γε Στύγα τε Φιλύρην τε.
οὐδ’ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα
κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατ’ αὐτὸ
Καυκώνων πτολίεθρον, Λέπρειον πεφάτισται,
συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ
υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.
εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα,
Ζεῦ πάτερ, Νύμφη σε Θεναὶ δ’ ἔσαν ἐγγύθι Κνωσοῦ,
τουτάκι τοι πέσε, δαῖμον, ἄπ’ ὀμφαλός· ἔνθεν ἐκεῖνο
ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
Ζεῦ, σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο
Δικταῖαι Μελίαι, σὲ δ’ ἐκοίμισεν Ἀδρήστεια
λίκνῳ ἐνὶ χρυσέῳ, δὺ δ’ ἐθήσαο πίονα μαζὸν
αἰγὸς Ἀμαλθείης, ἐπὶ σὲ γλυκὺ κηρίον ἔβρως.
γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης
Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.
οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο
τεύχεα πεπηήγοντες, ἵνα Κρόνος οὔασιν ἠχὴν
ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.
καλὰ μὲν ἠέξευ, καλὰ δ’ ἔτραφες, οὐράνιε Ζεῦ,
ὀξὺ δ’ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
ἀλλ’ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·
τῶ τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
δηναιοὶ δ’ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί.
φάντο πάλον Κρονίδῃσι διάτριχα δώματα νεῖμαι·
τίς δέ κ’ ἐπ’ Οὐλύμπῳ τε καὶ Ἄιδι κλῆρον ἐρύσσαι,
ὃς μάλα μὴ νενίηλος; ἐπ’ ἰσαίῃ γὰρ ἔοικε
πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
ψευδοίμην ἀίοντος κεν πεπίθοιεν ἀκουήν.
οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
σή τε βίη τό τε κάρτος, καὶ πέλας εἵσαο δίφρου.
θήκαο δ’ οἰωνῶν μέγ’ ὑπείροχον ἀγγελιώτην
σῶν τεράων· τ’ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
εἵλεο δ’ αἰζηῶν τι φέρτατον· οὐ σύ γε νηῶν
ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
ἄλλα μέλειν ἑτέροισι, σὺ δ’ ἐξέλεο πτολιάρχους
αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
ὧν ἐρέτης, ὧν πάντα· τί δ’ οὐ κρατέοντος ὑπ’ ἰοχύν;
αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
τευχηστὰς δ’ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
ἐκ δὲ Διὸς βασιλῆες, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων
θειότερον· τῶ καί σφε τεὴν ἐκρίναο λάξιν.
δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ’ αὐτὸς
ἄκρῃς’ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκῃσι
λαὸν ὑπὸ σκολιῇς’ οἵ τ’ ἔμπαλιν ἰθύνουσιν·
ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ’ ἅλις ὄλβον·
πᾶσι μέν, οὐ μάλα δ’ ἶσον. ἔοικε δὲ τεκμήρασθαι
ἡμετέρῳ μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσῃ·
ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ’, εὖτε νοήσῃ.
οἱ δὲ τὰ μὲν πλειῶνι, τὰ δ’ οὐχ ἑνί, τῶν δ’ ἀπὸ πάμπαν
αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.
χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,
δῶτορ ἀπημονίης. τεὰ δ’ ἔργματα τίς κεν ἀείδοι;
οὐ γένετ’, οὐκ ἔσται, τίς κεν Διὸς ἔργματ’ ἀείσαι.
χαῖρε πάτερ, χαῖρ’ αὖθι· δίδου δ’ ἀρετήν τ’ ἄφενός τε.
οὔτ’ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν
οὔτ’ ἀρετὴ ἀφένοιο· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον.

2

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
οἷον τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
οἷα δ’ ὅλον τὸ μέλαθρον· ἑκάς, ἑκὰς ὅστις ἀλιτρός.
καὶ δή που τὰ θύρετρα καλῷ ποδὶ Φοῖβος ἀράσσει·
οὐχ ὁράᾳς; ἐπένευσεν Δήλιος ἡδύ τι φοῖνιξ
ἐξαπίνης, δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
αὐταὶ δὲ κληῖδες· γὰρ θεὸς οὐκέτι μακρήν·
οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλ’ τις ἐσθλός·
ὅς μιν ἴδῃ, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
ὀψόμεθ’, Ἑκάεργε, καὶ ἐσσόμεθ’ οὔποτε λιτοί.
μήτε σιωπηλὴν κίθαριν μήτ’ ἄψοφον ἴχνος
τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
ἑστήξειν δὲ τὸ τεῖχος ἐπ’ ἀρχαίοισι θεμέθλοις.
ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτ’ ἀεργός.
εὐφημεῖτ’ ἀίοντες ἐπ’ Ἀπόλλωνος ἀοιδῇ.
εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοὶ
κίθαριν τόξα, Λυκωρέος ἔντεα Φοίβου.
οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
ὁππόθ’ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσῃ.
καὶ μὲν δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
ὅστις ἐνὶ Φρυγίῃ διερὸς λίθος ἐστήρικται,
μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.
ὃς μάχεται μακάρεσσιν, ἐμῷ βασιλῆι μάχοιτο·
ὅστις ἐμῷ βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
τὸν χορὸν ὡπόλλων, τι οἱ κατὰ θυμὸν ἀείδει,
τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
οὐδ’ χορὸς τὸν Φοῖβον ἐφ’ ἓν μόνον ἦμαρ ἀείσει,
ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
χρύσεα τὠπόλλωνι τό τ’. ἐνδυτὸν τ’ ἐπιπορπὶς
τε λύρη τό τ’ ἄεμμα τὸ Λύκτιον τε φαρέτρη,
χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων.
καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο.
καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Θοίβου
θηλείῃς’ οὐδ’ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
αἱ δὲ κόμαι θυόεντα πέδῳ λείβουσιν ἔλαια·
οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,
ἀλλ’ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δ’ κεν ἐκεῖναι
πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντ’ ἐγένοντο.
τέχνῃ δ’ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·
κεῖνος ὀιστευτὴν ἔλαχ’ ἀνέρα, κεῖνος ἀοιδὸν
Φ̔οίβῳ γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή’,
κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου
ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,
ἐξότ’ ἐπ’ Ἀμφρυσσῷ ζευγίτιδας ἔτρεφεν ἵππους
ἠιθέου ὑπ’ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες
δεύοιντο βρεφέων ἐπιμηλάδες ᾗδιν Ἀπόλλων
βοσκομένῃς’ ὀφθαλμὸν ἐπήγαγεν· οὐδ’ ἀγάλακτες
οἴιες οὐδ’ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,
δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
Φοίβῳ δ’ ἑσπόμενοι πόλιας διεμετρήσαντο
ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ
κτιζομένῃς’, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.
τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε
καλῇ ἐν Ὀρτυγίῃ περιηγέος ἐγγύθι λίμνης.
Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν
Κυνθιάδων φορέεσκεν, δ’ ἔπλεκε βωμὸν Ἀπόλλων.
δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν
ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.
ὧδ’ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.
Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττῳ
καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῷ
δεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσειν
ἡμετέροις βασιλεῦσιν· ἀεὶ δ’ εὔορκος Ἀπόλλων.
ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πογλύ·
αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.
Σπάρτη τοι, Καρνεῖε, τὸ δὴ πρώτιστον ἔδεθλον,
δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.
ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο
ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης
οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίῃ,
δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι
θῆκε τελεσφορίην ἐπετήσιον, ἐνὶ πολλοὶ
ὑστάτιον πίπτουσιν ἐπ’ ἰσχίον, ἄνα, ταῦροι.
ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοὶ
ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι
ποικίλ’ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,
χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ,
οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.
ῥ’ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς
ἀνέρες ὠρχήσαντο μετὰ ξανθῇσι Λιβύσσαις,
τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.
οἱ δ’ οὔπω πηγῇσι Καρνειάδες ἤλυθον ὧραι.
Δωριέες, πυκινὴν δὲ νάπαις Ἄζιλιν ἔναιον.
τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῇ δ’ ἐπεδείξατο νύμφῃ
στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα
Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.
οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων,
οὐδὲ πόλει τός’ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνῃ,
μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοὶ
Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.
ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο
Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,
ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.
Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,
αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπ’ ἄλλῳ
βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,
ἱὴ ἱὴ παιῆον, ἵει βέλος.’ εὐθύ σε μήτηρ
γείνατ’ ἀοσσητῦρα, τὸ δ’ ἐξέτι κεῖθεν ἀείδῃ.
Φθόνος Ἀπόλλωνος ἐπ’ οὔατα λάθριος εἶπεν
οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδ’ ὅσα πόντος ἀείδει.’
τὸν Φθόνον ὡπόλλων ποδί τ’ ἤλασεν ὧδέ τ’ ἔειπεν·
Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλὰ
λύματα γῆς καὶ πολλὸν ἐφ’ ὕδατι συρφετὸν ἕλκει.
Δηοῖ δ’ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι Μέλισσαι,
ἀλλ’ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει
πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.’
χαῖρε ἄναξ· δὲ Μῶμος, ἵν’ Φθόνος, ἔνθα νέοιτο.

3

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ.
δὸς δ’ ἰοὺς καὶ τόξαἔα, πάτερ, οὔ σε Φαρέτρην
οὐδ’ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς
αὐτίκα τεχνήσονται, ἐμοὶ δ’ εὐκαμπὲς ἄεμμα·
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν, ἵν’ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
μήτ’ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτ’ Ἄρτεμις ἄστυ κάτεισιν·
οὔρεσιν οἰκήσω, πόλεσιν δ’ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτ’ ἐξείῃσιν ὑπ’ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
μήτηρ, ἀλλ’ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.’
ὣς παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας,
μέχρις ἵνα ψαύσειε. πατὴρ δ’ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζωνὅτε μοι τοιαῦτα θέαιναι
τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσς’ ἐθελημὸς
αἰτίζεις, καὶ δ’ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.’ ὣς μὲν εἰπὼν
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ·
ἔνθεν ἐπ’ Ὠκεανόν· πολέας δ’ ἐπελέξατο νύμφας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
νήσῳ ἐνὶ Λιπάρῃ Λ̔ιπάρη νέον, ἀλλὰ τότ’ ἔσκεν
οὔνομά οἱ Μελιγουνίς’ ἐπ’ ἄκμοσιν Ἡφαίστοιο
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αἱ νύμφαι δ’ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
πρηόσιν Ὀσσαίοισιν ἐοικότα, πᾶσι δ’ ὑπ’ ὀφρὺν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ’ ἄημα
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
εὖθ’ οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
τῶ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτ’ ἄωτην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαὶ
οὐδέποτ’ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
ἀλλ’ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,
Ἄργην Στερόπην· δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῇ κεχρημένος αἰθῇ·
αὐτίκα τὴν κούρην μορμύσσεται, δὲ τεκούσης
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
κοῦρα, σὺ δὲ προτέπω περ, ἔτι τριέτηρος ἐοῦσα,
εὖτ’ ἔμολεν Λητώ σε μετ’ ἀγκαλίδεσσι φέρουσα,
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
ὤλοψας δὲ βίηφι· τὸ δ’ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσην
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ’ ἀλώπηξ.
τῶ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
Κύκλωπες, κἠμοί τι Κυδώνιον εἰ δ’ ἄγε τόξον
ἠδ’ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
αἰ δέ κ’ ἐγὼ τόξοις μονιὸν δάκος τι πέλωρον
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.’
ἔννεπες· οἱ δ’ ἐτέλεσσαν· ἄφαρ δ’ ὡπλίσσαο, δαῖμον,
αἶψα δ’ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δ’ αὖλιν
Ἀρκαδικὴν ἔπι Πανός. δὲ κρέα λυγκὸς ἔταμνε
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
τὶν δ’ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγοὺς
τρεῖς δὲ παρουαίους ἕνα δ’ αἰόλον, οἵ ῥα λέοντας
αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων,
εἷλκον ἔτι ζώοντας ἐπ’ αὐλίον, ἑπτὰ δ’ ἔδωκε
θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶ
σημῆναι, καὶ ζορκὸς ἐπ’ ἴχνιον ἡγήσασθαι.
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
εὗρες ἐτί προμολῇς’ ὄρεος τοῦ Παρρασίοιο
σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἑπ’ ὄχθῃς
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,
μάσσονες ταῦροι, κεράων δ’ ἀπελάμπετο χρυσός·
ἐξαπίνης δ’ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.’
πέντ’ ἔσαν αἱ πᾶσαι· πίσυρας δ’ ἕλες ὦκα θέουσα
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
Ἡρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι
ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
ἔντεα καὶ ζώνη, χρύσεον δ’ ἐζεύξαο δίφρον,
ἐν δ’ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ’ ἀείρειν;
Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
ποῦ δ’ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δ’ ἐνέηκας ἀυτμὴν
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
ποσσάκι δ’ ἀργυρέοιο, θεή, πειρήσαο τόξου;
πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
τὸ τρίτον αὖτ’ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ’ ἐπὶ δὴν
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον,
σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
κείρονται δὲ γέροντες ἐφ’ υἱάσιν, αἱ δὲ γυναῖκες
βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι
τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
τετραπόδων, εὖ δ’ ὄλβος ἀέξεται· οὐδ’ ἐπὶ σῆμα
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
οὐδὲ διχοστασίη τρώει γένος, τε καὶ εὖ περ
οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρὸν
εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται.
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
εἴην δ’ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ’ οἵ σεο πάντες ἄεθλοι,
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
θηητὴν φορέουσιν, ὅτ’ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρῃσθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι
καρτερὸν Ἀλκεΐδην· νῦν δ’ οὐκέτι τοῦτον ἄεθλον
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμα· θεοὶ δ’ ἐπὶ πάντες ἐκείνῳ
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
ταῦρον ὅτ’ ἐκ δίφροιο μάλα μέγαν γε χλούνην
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει
βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸν
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωοὺς
οὔρεα βόσκεσθαι· τί δέ κεν πρόκες ἠδὲ λαγωοὶ
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλ’ ἐπὶ καὶ τούς.’
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
οὐ γὰρ γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς
παύσατ’ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
τῇ ποτ’ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
σοὶ δ’ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
ὠκύθοον τριπέτηλον, καὶ Διὸς ἵπποι ἔδονσιν·
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
ὕδατος, ὄφρ’ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
αὐτὴ δ’ ἐς πατρὸς δόμον ἔρχεαι· οἱ δέ σ’ ἐφ’ ἕδρην
πάντες ὁμῶς καλέουσι· σὺ δ’ Ἀπόλλωνι παρίζεις.
ἡνίκα δ’ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἐνὶ Λίμναις,
ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσονσα
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ’ εἴπαο τέθμια Ταύρων,
μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
τετράγυον τέμνοιεν ὑπ’ ἀλλοτρίῳ ἀροτῆρι·
γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγ’ ἄρισται
τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτ’ ἐκεῖνον
ἦλθε παρ’ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
τίς δέ νύ τοι νήσων, ποῖον δ’ ὄρος εὔαδε πλεῖστον,
τίς δὲ λιμήν, ποίη δὲ πόλις ; τίνα δ’ ἔξοχα νυμφέων
φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας ;
εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δ’ ἑτέροισιν ἀείσω.
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
Τηύγετον δ’ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
ἔξοχα δ’ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως
πτοιηθεὶς ὑπ’ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
δ’ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
ἄλλοτε δ’ εἱαμενῇσιν· δ’ ἐννέα μῆνας ἐφοίτα
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
μέσφ’ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
δίκτυα, τά σφ’ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
νύμφην μὲν Δίκτυναν, ὄρος δ’ ὅθεν ἥλατο νύμφη
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμοὺς
ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνῳ
πίτυς σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρης, ὅτ’ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτῳ.
Οὖπι ἄνασς’ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνγς
Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτ’ ἔδωκας
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ’ ἀέθλου.
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο,
πότνια, σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασὶ
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφ’ ὤμοισι φαρέτρας
ἰοδόκους ἐφόρησαν· ἀσίλλωτοι δέ φιν ὦμοι
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
ᾔνησας δ’ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
καί κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ’ ἔτι θηρὸς ὀδόντας·
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.
πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε Χιτώνη
Μιλήτῳ ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεὺς
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ’ Ἀγαμέμνων
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ
μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
ἔπλεον ἀμφ’ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.
μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
οὔρεα πλαζομένας Ἀζήνια, τὸν δ’ ἐνὶ Λούσοις
ἡμέρῃ, οὕνεκα θυμὸν ἀπ’ ἄγριον εἵλεο παίδων.
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
ἔν ποτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο
φηγῷ ὑπὸ πρέμεῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
αὐταὶ δ’, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ
στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῇ·
οὐ γάρ πω νέβρεια δι’ ὀστέα τετρήναντο,
ἔργον’ Ἀθηναίης ἐλάφῳ κακόν· ἔδραμε δ’ ἠχὼ
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν
οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
δωμήθη, τοῦ δ’ οὔτε θεώτερον ὄψεται ἠὼς
οὐδ’ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
ἤγαγε Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρ’ αὐτὸν
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν
οὔτ’ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι
νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν· οὐδὲ γὰρ Οἰνεῖ
βωμὸν ἀτιμήσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες·
μηδ’ ἐλαφηβολίην μηδ’ εὐστοχίην ἐριδαίνειν·
οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἔπι κόμπασε μισθῷ·
μηδέ τινα μνᾶσθαι τὴν παρθένον· οὐδὲ γὰρ Ὦτος,
οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν·
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον· οὐδὲ γὰρ Ἱππὼ
ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι·
χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῇ.

4

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
τὴν ἱερήν, θυμέ, τίνα χρόνον πότ’ ἀείσεις
δῆλον, Ἀπόλλωνος κουροτρόφον ; μὲν ἅπασαι
Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,
εὔυμνοι· δῆλος δ’ ἐθέλει τὰ πρῶτα φέρεσθαι
ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα
λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ᾔνεσε πρώτη.
ὡς Μοῦσαι τὸν ἀοιδὸν μὴ Πίμπλειαν ἀείσῃ
ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
Δήλῳ νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
Κύνθιος αἰνήσῃ με φίλης ἀλέγοντα τιθήνης.
κείνγ δ’ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θ’ ἁλιπλὴξ
αἰθυίῃς καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
πόντῳ ἐνεστήρικται· δ’ ἀμφί πουλύς ἑλίσσων
Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην·
τῶ σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.
ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτῃσι λέγεσθαι,
ὀππότ’ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθὺν
νῆσοι ἀολλίζονται, ἀεὶ δ’ ἔξαρχος ὁδεύει.
δ’ ὄπιθεν Φοίνισσα μετ’ ἴχνια Κύρνος ὀπηδεῖ
οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων
Σαρδώ θ’ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντ’ ἐπιβάθρων.
κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
δῆλος δ’ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος;
τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
Στρυμονίου βορέαο· θεὸς δ’ ἀεὶ ἀστυφέλικτος·
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
ποίῃ ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
νήσους εἰναλίας εἰργάζετο, νέρθε δὲ πάσας
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσῃ;
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵν’ ἠπείροιο λάθωνται,
πρυμνόθεν ἐρρίζωσε· δὲ δ’ οὐκ ἔθλιψεν ἀνάγκη,
ἀλλ’ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δ’ ἦν σοι
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
τόφρα μὲν οὔπω σοι χρυσέη ἐπεμίσγετο Λητώ,
τόφρα δ’ ἔτ’ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος·
πολλάκι σε Τροιζῆνος ἀπὸ ξανθοῖο πολίχνης
ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόωτες
οἱ μὲν ἔτ’ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρ’ ὀξὺν
ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
Χαλκιδικῆς δ’ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
μέσφ’ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
Χίον νήσοιο διάβροχον ὕδατι μαστὸν
παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχι σε νύμφαι
γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.
ἡνίκα δ’ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομ’ ἔθεντο,
οὕνεκεν οὐκέτ’ ἄδηλος ἐπέπλεες, ἀλλ’ ἐνὶ πόντου
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
οὐδ’ Ἥρην κοτέουσαν ὑπέτρεσας· μὲν ἁπάσαις
δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
τῶ ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητὼ
τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροὶ
γαῖαν ἐποπτεύοντες, μὲν πέδον ἠπείροιο
ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο·
δ’ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
ἔνθ’ οἱ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητὼ
μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δ’ ὄρος ἱερὸν Αὔγης
Παρθένιον, φεῦγεν δ’ γέρων μετόπισθε Φενειός.
φεῦγε δ’ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῷ,
ἔμπλην Αἰγιαλοῦ τε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας
ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἱ δ’ ἐφέποντο
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
Ἰσμηνοῦ χέρα πατρός, δ’ εἵπετο πολλὸν ὄπισθεν
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῷ.
δ’ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειὴν
ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
ῥ’ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
νύμφαι δ’ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.
ταῖς μὲν ἔτ’ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
φθέγξατο δ’ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβῃ·
Θήβη, τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
μήπω μή μ’ ἀέκοντα βιάζεο μαντεύεσθαι.
οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλ’ ἔτι κεῖνο
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·
ἀλλ’ ἔμπης ἐρέω τι τομώτερον ἀπὸ δάφνης.
φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων
τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικὸς
ἔλλαχεσ. οὐ σύ γ’ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρὼν
ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην.’
ὣς ἄρ’ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
ἀλλ’ ὅτ’ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
ἂψ δ’ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δ’ Ἄναυρος
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων.
Ἥρη, σοὶ δ’ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
οὐδὲ κατεκλάσθης τε καὶ ᾤκτισας, ἡνίκα πήχεις
ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρὶ
κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείῳ
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
ῥά τοι ὧδ’ αἰεὶ ταχινοὶ πόδες, ἐπ’ ἐμεῖο
μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
σήμερον ἐξαπίνης;" δ’ ἀνήκοος. " ἐμὸν ἄχθος,
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
Πήλιον Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.’
τὴν δ’ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
Λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
πότνια σὰς ὠδῖνας ἀναίνομαι· οἶδα καὶ ἄλλας
λουσαμένας ἀπ’ ἐμεῖο λεχωίδας· ἀλλά μοι Ἥρη
δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἀπολέσθαι
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
ἠνίδ’ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.’
εἶπε καὶ ἠρώησε μέμαν ῥόον. ἀλλά οἱ Ἄρης
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
ἐμβαλέειν δίνῃσιν, ἀποκρύψαι δὲ ῥέεθρα·
ὑψόθε δ’ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῇ
δούρατος· δ’ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δ’ Ὄσσης
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
ἐσχατιαὶ Πίνδοιο, φόβῳ δ’ ὠρχήσατο πᾶσα
Θεσσαλίη· τοῖος γὰρ ἀπ’ ἀσπίδος ἔβρεμεν ἦχος.
ὡς δ’ ὁπότ’ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
θερμάστραι τε βρέμουσιν ὑφ’ Ἡφαίστοιο πυράγρης
ἔργα θ’ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
καὶ τρίποδες πίπτοντες ἐπ’ ἀλλήλοις ἰαχεῦσι·
τῆμος ἔγεντ’ ἄραβος σάκεος τόσος εὐκύκλοιο.
Πηνειὸς δ’ οὐκ αὖτις ἐχάζετο, μίμνε δ’ ὁμοίως
καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δ’ ἐστήσατο δίνας,
εἰσόκε οἱ Κοιηὶς ἐκέκλετοσῴζεο χαίρων,
σῴζεο· μὴ σύ γ’ ἐμεῖο πάθῃς κακὸν εἵνεκα τῆσδε
ἀντ’ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετ’ ἀμοιβή.’
καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
εἰναλίας· αἱ δ’ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
οὐδ’ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
Ἶρις ἐπεὶ πάσῃσιν ἐφ’ ὑψηλοῖο Μίμαντος
σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἱ δ’ ὑπ’ ὁμοκλῆς
πανσυδίῃ φοβέοντο κατὰ ῥόον ἥντινα τέτμοι.
ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,
ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
ἀλλά παιδὸς ἔρυκεν ἔπος τόδεμὴ σύ γε, μῆτερ,
τῇ με τέκοις. οὔτ’ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·
ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
ἐστί, Σαωτήρων ὕπατον γένος· ὑπὸ μίτρην
ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
ἠέλιον φορέουσιν· δ’ εἴσεται ἤθεα πατρός.
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
ὕστερον, ὁππότ’ ἂν οἱ μὲν ἐφ’ Ἑλλήνεσσι μάχαιραν
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
ὀψίγονοι Τιτῆνες ἀφ’ ἑσπέρου ἐσχατόωντος
ῥώσωνται νιφάδεσσιν ἐοικότες ἰσάριθμοι
τείρεσιν, ἡνίκα πλεῖστα κατ’ ἠέρα βουκολέονται,
φρούρια καὶ [κῶμαι Λοκρῶν καὶ Δελφίδες ἄκραι]
καὶ πεδία Κρισσαῖα καὶ ἠπείροιο φάραγγες
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν
γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῇ,
ἀλλ’ ἤδη παρὰ νηὸν ἀπαυγάζοιντο φάλαγγας
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
ἀσπίδας, αἳ Γαλάτῃσι κακὴν ὁδὸν ἄφρονι φύλῳ
στήσονται· τέων αἱ μὲν ἐμοὶ γέρας, αἱ δ’ ἐπὶ Νείλῳ
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
ὕστερον ἤματα πάντα. σὺ δὲ ξυμβάλλεο, μῆτερ·
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρῳ,
ἀλλὰ παλιρροίῃ ἐπινήχεται ἀνθέρικος ὥς,
ἔνθα νότος, ἔνθ’ εὖρος, ὅπη φορέῃσι θάλασσα.
τῇ με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.’
αἱ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
Ἀστερίη φιλόμολπε, σὺ δ’ Εὐβοίηθε κατῄεις,
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
ἀλλ’ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
...
... φλεξας ἐπεὶ περικαίεο πυρί,
τλήμον’ ὑπ’ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
Ἥρη, τοῦτό με ῥέξον τοι φίλον· οὐ γὰρ ἀπειλὰς
ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ.’
ἔννεπες· δ’ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,
ἕζετο δ’ Ἰνωποῖο παρὰ ῥόον, ὅντε βάθιστον
γαῖα τότ’ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρῳ
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
λύσατο δὲ ζώνην, ἀπὸ δ’ ἐκλίθη ἔμπαλιν ὤμοις
φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
εἶπε δ’ ἀλυσθμαίνουσατί μητέρα, κοῦρε, βαρύνεις;
αὕτη τοι, φίλε, νῆσος ἐπιπλώουσα θαλάσσῃ.
γείνεο, γείνεο, κοῦρε, καὶ ἤπιος ἔξιθι κόλπου.’
νύμφα Διὸς βαρύθυμε, σὺ δ’ οὐκ ἄρ’ ἔμελλες ἄπυστος
δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,
εἶπε δ’ ἔτ’ ἀσθμαίνουσα, φόβῳ δ’ ἀνεμίσγετο μῦθος,
Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
θηλυτέρην, σὺ δ’, ἄνασσα, τὸν αἴτιον εἴσεαι ὀργῆς.
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδ’ ἐδέχοντο·
Ἀστερίη δ’ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
ἀλλά, φίλη, δύνασαι γάρ, ἀμύνειν, πότνια, δούλοις
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῇ.’
καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
ἵζει θηρήτειρα παρ’ ἴχνεσιν, οὔατα δ’ αὐτῆς
ὀρθὰ μάλ’, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
τῇ ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
κείνη δ’ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
οὐδ’ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσῃ,
ἀλλ’ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπῃ
δεσπότις. δ’ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
οὕτω νῦν, Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδ’ ὅθι δειλαὶ
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλ’ ὅθι φῶκαι
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
Ἀστερίῃ δ’ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
ἀμπλακίης, οὐδ’ ἔστιν ὅπως ἀποθύμια ῥέξω,
τόσσα δέοι μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκ’ ἐμεῖο
δέμνιον οὐκ ἐπάτησε, Διὸς δ’ ἀνθείλετο πόντον.’
μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἀοιδοὶ
Μῃόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείῃ
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·
ἔνθεν παῖς τοσσάσδε λύρῃ ἐνεδήσατο χορδὰς
ὕστερον, ὁσσάκι κύκνοι ἐπ’ ὠδίνεσσιν ἄεισαν.
ὄγδοον οὐκέτ’ ἄεισαν, δ’ ἔκθορεν, αἱ δ’ ἐπὶ μακρὸν
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δ’ αἰθὴρ
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
οὐδ’ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
χρύσεά τοι τότε πάντα θεμείλια γείνετο, Δῆλε,
χρυσῷ δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
χρύσειον δ’ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
χρυσῷ δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
αὐτὴ δὲ χρυσέοιο ἀπ’ οὔδεος εἵλεο παῖδα,
ἐν δ’ ἐβάλευ κόλποισιν, ἔπος δ’ ἐφθέγξαο τοῖον·
μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
αὐτὴ ἐγὼ τοιήδε, δυσήροτος, ἀλλ’ ἀπ’ ἐμεῖο
Δήλιος Απόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
γαιάων τοσσόνδε θεῷ πεφιλήσεται ἄλλῳ,
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίῳ,
οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη,
ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.’
ὧδε σὺ μὲν κατέλεξας· δὲ γλυκὺν ἔσπασε μαζόν.
τῶ καὶ νησάων ἁγιωτάτη ἐξέτι κεἰνου
κλἠζῃ, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σ’ Ἐνυὼ
οὐδ’ Ἀίδης οὐδ’ ἵπποι ἐπιστείβουσιν Ἄρηος·
ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαὶ
πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
αἵ τε πρὸς ἠοίην αἵ θ’ ἕσπερον αἵ τ’ ἀνὰ μέσσην
κλήρονς ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
οἰκία θινὸς ἔχουσι, πολυχρνιώτατον αἷμα.
οἱ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
ἀσταχύων φορέουσιν· Δωδώνηθι Πελασγοὶ
τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται,
γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος·
δεύτερον Ἱερὸν ἄστυ καὶ οὔτεα Μηλίδος αἴης
ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδ’ ἔτι μακρὸς
πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
πρῶταί τοι τάδ’ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
θυγατέρες Βορέαο, καὶ ἄρσενες οἱ τότ’ ἄριστοι
ἠιθέων· οὐδ’ οἵ γε παλιμπετὲς οἴκαδ’ ἵκοντο,
εὔμοιροι δ’ ἐγένοντο, καὶ ἀκλέες οὔποτ’ ἐκεῖνοι.
τοι Δηλιάδες μέν, ὅτ’ εὐήχης ὑμέναιος
ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
Ἀστερίη θυόεσσα, σὲ μὲν περί τ’ ἀμφί τε νῆσοι
κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο·
οὔτε σιωπηλὴν οὔτ’ ἄψοφον οὖλος ἐθείραις
ἕσπερος, ἀλλ’ αἰεί σε καταβλέπει ἀμφιβόητον.
οἱ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν·
αἱ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλἐς οὖδας.
δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεὺς
εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου,
πότνια, σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
κύκλιον ὠρχήσαντο, χοροῦ δ’ ἡγήσατο Θησεύς.
ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβῳ
Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσῃ;
οὐχ οὕτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
χρειὼ δ’ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
πρὶν μέγαν σέο βωμὸν ὑπὸ πληγῇσιν ἑλίξαι
ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
χεῖρας ἀποστρέψαντας· Δηλιὰς εὕρετο νύμφη
παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
ἱστίη νήσων εὐέστιε, χαῖρε μὲν αὐτή,
χαίροι δ’ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσατο Λητώ.

6

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε, γυναῖκες,
Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.’
τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι,
μηδ’ ἀπὸ τῶ τέγεος μηδ’ ὑψόθεν αὐγάσσησθε
μὴ παῖς μηδὲ γυνὰ μηδ’ κατεχεύατο χαίταν,
μηδ’ ὅκ’ ἀφ’ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
ἕσπερος ἐκ νεφέων ἐσκέψατο πανίκα νεῖται,
ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
ἁρπαγίμας ὅκ’ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
πότνια, πῶς σε δύναντο πόδες φέρεν ἔστ’ ἐπὶ δυθμάς,
ἔστ’ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
οὐ πίες οὔτ’ ἄρ’ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
τοσσάκι δ’ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
τρὶς δ’ ἐπὶ Καλλιχόρῳ χαμάδις ἐκαθίσσαο φρητί
αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
μὴ μὴ ταῦτα λέγωμες δάκρυον ἄγαγε Δηοῖ·
κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε·
κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·
κάλλιον, ὡς, ἵνα καί τις ὑπερβασίας ἀλέηται,
π ἰδέσθαι
οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
τὶν δ’ αὐτᾷ καλὸν ἄλσος ἐποιήσαντο Πελασγοὶ
δένδρεσιν ἀμφιλαές· διά κεν μόλις ἦνθεν ὀιστός·
ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δ’ ὥστ’ ἀλέκτρινον ὕδωρ
ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δ’ ἐπεμαίνετο χώρῳ
ὅσσον Ἐλευσῖνι, Τριόπῳ θ’ ὅσον, ὁκκόσον Ἔννᾳ.
ἀλλ’ ὅκα Τριοπίδαισιν δεξιὸς ἄχθετο δαίμων,
τουτάκις χείρων Ἐρυσίχθονος ἅψατο βωλά·
σεύατ’ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾷ,
πάντας δ’ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας,
ἐς δὲ τὸ Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
τῷ δ’ ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
ᾅσθετο Δαμάτηρ, ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
εἶπε δὲ χωσαμένα "τίς μοι καλὰ δένδρεα κόπτει;"
αὐτίκα Νικίππᾳ, τάν οἱ πόλις ἀράτειραν
δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρὶ
στέμματα καὶ μάκωνα, κατωμαδίαν δ’ ἔχε κλᾷδα.
φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῇ
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.’
τὰν δ’ ἄρ’ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
χάζευ," ἔφα, "μή τοι πέλεκυν μέγαν ἐν χροΐ πάξω.
ταῦτα δ’ ἐμὸν θησεῖ στεγανὸν δόμον, ἔνι δαῖτας
αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.’
εἶπεν παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
Δαμάτηρ δ’ ἄφατόν τι κοτέσσατο, γείνατο δ’ θεύς·
ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατ’ Ὀλύμπω.
οἱ μὲν ἄρ’ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες·
δ’ ἄλλως μὲν ἔασεν, ἀναγκαίᾳ γὰρ ἕποντο
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δ’ ἀπαμείψατ’ ἄνακτα
ναὶ ναί, τεύχεο δῶμα, κύον, κύον, ἔνι δαῖτας
ποιησεῖς· θαμιναὶ γάρ ἐς ὕστερον εἰλαπίναι τοι.’
μὲν τόσς’ εἰποῖς’ Ἐρυσίχθονι τεῦχε πονηρά.
αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμὸν
αἴθωνα κρατερόν, μεγάλᾳ δ’ ἐστρεύγετο νούσῳ.
σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
εἴκατι δαῖτα πένοντο, δυώδεκα δ’ οἶνον ἄφυσσον·
τόσσα Διώνυσον γὰρ καὶ Δάματρα χαλέπτελ·
καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος.
οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
αἰδόμενοι γονέες, προχανὰ δ’ εὑρίσκετο πᾶσα.
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ’ ἄεθλα
Ὀρμενίδαι καλέοντες· ἀπ’ ὦν ἀρνήσατο μάτηρ
οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας.’ ἦνθε Πολυξώ,
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δ’ ἤλασε κάπρος
Πίνδον ἀν’ εὐάγκειαν, δ’ ἐννέα φάεα κεῖται.’
δειλαία φιλότεκνε, τί δ’ οὐκ ἐψεύσαο, μᾶτερ;
δαίνυεν εἰλαπίναν τις· ‘ἐν ἀλλοτρίοις Ἐρυσίχθων.’
ἄγετό τις νύμφαν· ‘Ἐρυσίχθονα δίσκος ἔτυψεν,’
ἔπες’ ἐξ ἵππων,’ ἐν Ὄθρυϊποίμνἰ ἀμιθρεῖ.’
ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστὰς
ἤσθιε μυρία πάντα· κακὰ δ’ ἐξάλλετο γαστὴρ
αἰεὶ μᾶλλον ἔδοντι, τὰ δ’ ἐς βυθὸν οἷα θαλάσσας
ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών,
καὶ τούτων ἔτι μεῖζον ἐτάκετο μέσφ’ ἐπὶ νευράς·
δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
κλαῖε μὲν μάτηρ, βαρὺ δ’ ἔστενον αἱ δὺ’ ἀδελφαὶ
χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
καὶ δ’ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων·
ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μὲν
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτὸν
βλητὸν ὑπ’ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτὸς
βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.’
ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ,
καὶ τὰν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
μέσφ’ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
μῶνοι ἄρ’ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
ἀλλ’ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες,
καὶ τόχ’ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο
αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.
Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
εἴη μηδ’ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.
ᾅσατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι
Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.’
χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι
τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
ἡξεῖ καὶ φθινόπωρον, ἔτος δ’ εἰς ἄλλο φυλαξεῖ.
ὡς δ’ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
ὡς δ’ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,
αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι
χἄτις Ἐλειθυίᾳ τείνει χέρα χἄτις ἐν ἄλγει.
ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηὼ
δωσεῖ πάντ’ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θ’ ὁμονοίᾳ
ἔν τ’ εὐηπελίᾳ, φέρε δ’ ἀγρόθι νόστιμα πάντα·
φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,
φέρβε καὶ εἰράναν, ἵν’ ὃς ἄροσε τῆνος ἀμάσῃ.
ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.