Phaenomena

1

1 2 2.5 3 4 4.5 5 6 6.5 7 8 8.5 9 10 10.5 11 12
ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ’ ἄνδρες ἐῶμεν
ἄρρητον· μεσταὶ δέ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.
τοῦ γάρ καὶ γένος εἰμέν· δ’ ἤπιος ἀνθρώποισιν
δεξιὰ σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργον ἐγείρει,
μιμνῄσκων βιότοιο, λέγει δ’ ὅτε βῶλος ἀρίστη
βουσί τε καὶ μακέλῃσι, λέγει δ’ ὅτε δεξιαὶ ὧραι
καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.
αὐτὸς γὰρ τά γε σήματ’ ἐν οὐρανῷ ἐστήριξεν,
ἄστρα διακρίνας, ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν
ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν
ἀνδράσιν ὡράων, ὄφρ’ ἔμπεδα πάντα φύωνται.
τῶ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται.
χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ’ ἀνθρώποισιν ὄνειαρ,
αὐτὸς καὶ προτέρη γενεή. Χαίροιτε δὲ Μοῦσαι
μειλίχιαι μάλα πᾶσαι· ἐμοί γε μὲν ἀστέρας εἰπεῖν
θέμις εὐχομένῳ τεκμήρατε πᾶσαν ἀοιδήν.
οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες
οὐρανῷ ἕλκονται πάντ’ ἤματα συνεχὲς αἰεί·
αὐτὰρ γ’ οὐδ’ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ’ αὕτως
ἄξων αἰὲν ἄρηρεν, ἔχει δ’ ἀτάλαντον ἁπάντη
μεσσηγὺς γαῖαν, περὶ δ’ οὐρανὸν αὐτὸν ἀγινεῖ.
καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν·
ἀλλ’ μὲν οὐκ ἐπίοπτος, δ’ ἀντίος ἐκ βορέαο
ὑψόθεν ὠκεανοῖο· δύω δέ μιν ἀμφὶς ἔχουσαι
Ἄρκτοι ἅμα τροχόωσι, τὸ δὴ καλέονται ἅμαξαι.
αἱ δ’ ἤτοι κεφαλὰς μὲν ἐπ’ ἰξύας αἰέν ἔχουσιν
ἀλλήλων, αἰεὶ δέ κατωμάδιαι φορέονται,
ἔμπαλιν εἰς ὤμους τετραμμέναι. εἰ ἐτεὸν δή,
Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι
οὐρανὸν εἰσανέβησαν, μιν τότε κουρίζοντα
Δίκτῳ ἐν εὐώδει, ὄρεος σχεδὸν Ἰδαίοιο,
ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν,
Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο.
καὶ τὴν μὲν Κυνόσουραν ἐπίκλησιν καλέουσιν,
τὴν δ’ ἑτέρην Ἑλίκην. Ἑλίκῃ γε μὲν ἄνδρες Ἀχαιοὶ
εἰν ἁλὶ τεκμαίρονται ἵνα χρὴ νῆας ἀγινεῖν,
τῇ δ’ ἄρα Φοίνικες πίσυνοι περόωσι θάλασσαν.
ἀλλ’ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμη
πολλὴ φαινομένη Ἑλίκη πρώτης ἀπὸ νυκτός·
δ’ ἑτέρη ὀλίγη μέν, ἀτὰρ ναύτῃσιν ἀρείων·
μειοτέρῃ γὰρ πᾶσα περιστρέφεται στροφάλιγγι·
τῇ καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται.
τὰς δέ δι’ ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρώξ
εἰλεῖται μέγα θαῦμα, δράκων, περί τ’ ἀμφί τ’ ἐαγώς
μυρίος· αἱ δ’ ἄρα οἱ σπείρης ἑκάτερθε φέρονται
ἄρκτοι, κυανέου πεφυλαγμέναι ὠκεανοῖο.
αὐτὰρ γ’ ἄλλην μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ,
ἄλλην δέ σπείρῃ περιτέμνεται. μέν οἱ ἄκρη
οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου·
σπείρῃ δ’ ἐν Κυνόσουρα κάρη ἔχει· δέ κατ’ αὐτὴν
εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις,
ἐκ δ’ αὖτις παλίνορσος ἀνατρέχει. οὐ μέν ἐκείνῃ
οἰόθεν οὐδ’ οἶος κεφαλῇ ἐπιλάμπεται ἀστήρ,
ἀλλὰ δύο κροτάφοις, δύο δ’ ὄμμασιν· εἷς δ’ ὑπένερθεν
ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.
λοξὸν δ’ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν
ἄκρην εἰς Ἑλίκης οὐρήν· μάλα δ’ ἐστὶ κατ’ ἰθύ
καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ.
κείνη που κεφαλὴ τῇ νίσσεται, ἧχί περ ἄκραι
μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.
Τῇδ’ αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸς
εἴδωλον. τὸ μέν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν,
οὐδ’ ὅτινι κρέμαται κεῖνος πόνῳ, ἀλλά μιν αὕτως
ἐγγόνασιν καλέουσι. τὸ δ’ αὖτ’ ἐν γούνασι κάμνον
ὀκλάζοντι ἔοικεν· ἀπ’ ἀμφοτέρων δέ οἱ ὤμων
χεῖρες ἀείρονται· τάνυταί γε μέν ἄλλυδις ἄλλη
ὅσσον ἐς ὀργυιήν· μέσσῳ δ’ ἐφύπερθε καρήνῳ
δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος.
αὐτοῦ κἀκεῖνος στέφανος, τὸν ἀγανὸς ἔθηκεν
σῆμ’ ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης,
νώτῳ ὑποστρέφεται κεκμηότος Εἰδώλοιο.
νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ
σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον, ἐκ δ’ ἄρ’ ἐκείνης
αὐτὸν ἐπιφράσσαιο φαεινόμενον Ὀφιοῦχον·
τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι
εἴδονται· κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ
εἰσωποὶ τελέθοιεν· ἀτὰρ χέρες οὐ μάλα ἶσαι·
λεπτὴ γὰρ καὶ τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη.
ἀλλ’ ἔμπης κἀκεῖναι ἐπόψιαι· οὐ γὰρ ἐλαφραί·
ἀμφότεραι δ’ Ὄφιος πεπονήαται, ὅς ῥά τε μέσσον
δινεύει Ὀφιοῦχον· δ’ ἐμμενές εὖ ἐπαρηρὼς
ποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν,
σκορπίον, ὀφθαλμῷ τε καὶ ἐν θώρηκι βεβηκὼς
ὀρθός. ἀτάρ οἱ ὄφις γε δύω στρέφεται μετὰ χερσίν,
δεξιτερῇ ὀλίγος, σκαιῇ γε μὲν ὑψόθι πολλός.
καὶ δή οἱ Στεφάνῳ παρακέκλιται ἄκρα γένεια,
νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο χηλάς.
ἀλλ’ αἱ μέν φαέων ἐπιδευέες, οὐδὲν ἀγαυαί.
ἐξόπιθεν δ’ Ἑλίκης φέρεται ἐλάοντι ἐοικὼς
Ἀρκτοφύλαξ, τόν ῥ’ ἄνδρες ἐπικλείουσι βοώτην,
οὕνεχ’ ἁμαξαίης ἐπαφώμενος εἴδεται Ἄρκτου.
καὶ μάλα πᾶς ἀρίδηλος· ὑπὸ ζώνῃ δέ οἱ αὐτὸς
ἐξ ἄλλων Ἀρκτοῦρος ἑλίσσεται ἀμφαδὸν ἀστήρ.
ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω
παρθένον, ῥ’ ἐν χερσὶ φέρει Στάχυν αἰγλήεντα.
εἴτ’ οὖν Ἀστραίου κείνη γένος, ὅν ῥά τέ φασιν
ἄστρων ἀρχαῖον πατέρ’ ἔμμεναι, εἴτε τευ ἄλλου,
εὔκηλος φορέοιτο· λόγος γε μὲν ἐντρέχει ἄλλος
ἀνθρώποις, ὡς δῆθεν ἐπιχθονίη πάρος ἦεν,
ἤρχετο δ’ ἀνθρώπων κατεναντίη, οὐδέ ποτ’ ἀνδρῶν
οὐδέ ποτ’ ἀρχαίων ἠνήνατο φῦλα γυναικῶν,
ἀλλ’ ἀναμὶξ ἐκάθητο, καὶ ἀθανάτη περ ἐοῦσα.
καί Δίκην καλέεσκον· ἀγειρομένη δὲ γέροντας,
ἠέ που εἰν ἀγορῇ εὐρυχόρῳ ἐν ἀγυιῇ,
δημοτέρας ἤειδεν ἐπισπέρχουσα θέμιστας.
οὔπω λευγαλέου τότε νείκεος ἠπίσταντο
οὐδέ διακρίσιος πολυμεμφέος οὐδέ κυδοιμοῦ,
αὕτως δ’ ἔζωον· χαλεπὴ δ’ ἀπέκειτο θάλασσα,
καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον,
ἀλλὰ βόες καὶ ἄροτρα καὶ αὐτή, πότνια λαῶν,
μυρία πάντα παρεῖχε Δίκη, δώτειρα δικαίων.
τόφρ’ ἦν, ὄφρ’ ἔτι γαῖα γένος χρύσειον ἔφερβεν.
ἀργυρέῳ δ’ ὀλίγη τε καὶ οὐκέτι πάμπαν ἑτοίμη
ὡμίλει, ποθέουσα παλαιῶν ἤθεα λαῶν.
ἀλλ’ ἔμπης ἔτι κεῖνο κατ’ ἀργύρεον γένος ἦεν·
ἤρχετο δ’ ἐξ ὀρέων ὑποδείελος ἠχηέντων
μουνάξ, οὐδέ τεῳ ἐπεμίσγετο μειλιχίοισιν·
ἀλλ’ ὁπότ’ ἀνθρώπων μεγάλας πλήσαιτο κολώνας,
ἠπείλει δὴ ἔπειτα καθαπτομένη κακότητος,
οὐδ’ ἔτ’ ἔφη εἰσωπὸς ἐλεύσεσθαι καλέουσιν·
"οἵην χρύσειοι πατέρες γενεὴν ἐλίποντο
χειροτέρην· ὑμεῖς δὲ κακώτερα τεξείεσθε.
καὶ δή που πόλεμοι, καὶ δὴ καὶ ἀνάρσιον αἷμα
ἔσσεται ἀνθρώποισι, κακὸν δ’ ἐπικείσεται ἄλγος."
ὣς εἰποῦς’ ὀρέων ἐπεμαίετο, τοὺς δ’ ἄρα λαοὺς
εἰς αὐτὴν ἔτι πάντας ἐλίμπανε παπταίνοντας.
ἀλλ’ ὅτε δὴ κἀκεῖνοι ἐτέθνασαν, οἱ δ’ ἐγένοντο,
χαλκείη γενεή, προτέρων ὀλοώτεροι ἄνδρες,
οἳ πρῶτοι κακόεργον ἐχαλκεύσαντο μάχαιραν
εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντ’ ἀροτήρων,
καὶ τότε μισήσασα Δίκη κείνων γένος ἀνδρῶν
ἔπταθ’ ὑπουρανίη· ταύτην δ’ ἄρα νάσσατο χώρην,
ἧχί περ ἐννυχίη ἔτι φαίνεται ἀνθρώποισιν
παρθένος, ἐγγὺς ἐοῦσα πολυσκέπτοιο Βοώτεω.
τῆς ὑπὲρ ἀμφοτέρων ὤμων εἱλίσσεται ἀστὴρ
[δεξιτερῇ πτέρυγι· Προτρυγητὴρ δ’ αὖτε καλεῖται·]
τόσσος μὲν μεγέθει, τοίῃ δ’ ἐγκείμενος αἴγλῃ,
οἷος καὶ μεγάλης οὐρὴν ὑποφαίνεται Ἄρκτου.
δεινὴ γὰρ κείνη, δεινοὶ δέ οἱ ἐγγύθεν εἰσὶν
ἀστέρες· οὐκ ἂν τούς γε ἰδὼν ἐπιτεκμήραιο
[οἵ μιν πᾶσαν ὄπισθεν ἑλισσόμενοι τυπόωσιν,]
οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε
εἷς μὲυ ὑπωμαίων, εἷς δ’ ἰξυόθεν κατιόντων,
ἄλλος δ’ οὐραίοις ὑπὸ γούνασιν· ἀλλ’ ἄρα πάντες
ἁπλόοι ἄλλοθεν ἄλλος ἀνωνυμίῃ φορέονται.
Κραιὶ δέ οἱ Δίδυμοι, μέσσῃ δ’ ὕπο κάρκινος ἐστίν·
ποσσὶ δ’ ὀπισθοτέροισι λέων ὕπο καλὰ φαείνει.
ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι·
αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι
ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.
τῆμος καὶ κελάδοντες ἐτησίαι εὐρέϊ πόντῳ
ἀθρόοι ἐμπίπτουσιν, δὲ πλόος οὐκέτι κώπαις
ὥριος. εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες,
εἰς ἄνεμον δὲ τὰ πηδὰ κυβερνητῆρες ἔχοιεν.
εἰ δέ τοι ἡνίοχον τε καὶ ἀστέρας Ἡνιόχοιο
σκέπτεσθαι δοκέει, καί τοι φάτις ἤλυθεν αἰγός
αὐτῆς ἠδ’ Ἐρίφων, οἵ τ’ εἰν ἁλὶ πορφυρούσῃ
πολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους,
αὐτὸν μέν μιν ἅπαντα μέγαν Διδύμων ἐπὶ λαιὰ
κεκλιμένον δήεις· Ἑλίκης δέ οἱ ἄκρα κάρηνα
ἀντία δινεύει. σκαιῷ δ’ ἐπελήλαται ὤμῳ
αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπτσχεῖν,
Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέους’ ὑποφῆται.
ἀλλ’ μὲν πολλή τε καὶ ἀγλαή· οἱ δέ οἱ αὐτοῦ
λεπτὰ φαείνονται Ἔριφοι καρπὸν κάτα χειρός.
πὰρ ποσὶ δ’ Ἡνιόχου κεραὸν πεπτηότα Ταῦρον
μαίεσθαι. τὰ δέ οἱ μάλ’ έοικότα σήματα κεῖται·
τοίη οἱ κεφαλὴ διακέκριται· οὐδέ τις ἄλλῳ
σήματι τεκμήραιτο κάρη βοός, οἷά μιν αὐτοὶ
ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι τυπόωσιν.
καὶ λίην κείνων ὄνομ’ εἴρεται, οὐδέ τοι αὕτως
νήκουστοι Ὑάδες. ταὶ μέν ῥ’ ἐπὶ παντὶ μετώπῳ
Ταύρου βεβλέαται· λαιοῦ δὲ κεράατος ἄκρον
καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο
εἷς ἀστὴρ ἐπέχει· συνεληλάμενοι δὲ φέρονται,
ἀλλ’ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο
εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίῃ περ ἀνελθών.
Οὐδ’ ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο
αὕτως ἄρρητον κατακείσεται· ἀλλ’ ἄρα καὶ τῶν
οὐρανὸν εἰς ὄνομ’ ἦλθεν, ἐπεὶ Διὸς ἐγγύθεν ἦσαν.
αὐτὸς μὲν κατόπτσθεν ἐὼν Κυνοσουρίδος Ἄρκτου
Κηφεὺς ἀμφοτέρας χεῖρας τανύοντι ἐοικώς·
ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς
ἐς πόδας ἀμφοτέρους, ὅσση ποδὸς ἐς πόδα τείνει.
αὐτὰρ ἀπὸ ζὠνης ὀλίγον κε μεταβλέψειας
πρώτης ἱέμενος καμπῆς μεγάλοιο Δράκοντος.
τοῦ δ’ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ
νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια·
οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν
ἀστέρες, οἵ μιν πᾶσαν ἐπιρρήδην στιχόωσιν.
οἵῃ δὲ κληῖδι θύρην ἔντοσθ’ ἀραρυῖαν
δικλίδ’ ἐπτπλήσσοντες ἀνακρούουσιν ὀχῆας,
τοῖοί οἱ μουνὰξ ὑποκείμενοι ἰνδάλλονται
ἀστέρες. δ’ αὕτως ὀλίγων ἀποτείνεται ὤμων
ὀργυιήν. φαίης κεν ἀνιάξειν ἐπὶ παιδί.
αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα
Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. οὔ σε μάλ’ οἴω
νύκτα περισκέψασθαι, ἵν’ αὐτίκα μᾶλλον ἴδηαι·
τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν
ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.
ἀλλ’ ἔμπης κἀκεῖθι διωλενίη τετάνυσται,
δεσμὰ δέ οἱ κεῖται καὶ ἐν οὐρανῷ· αἱ δ’ ἀνέχονται
αὐτοῦ πεπταμέναι πάντ’ ἤματα χεῖρες ἐκεῖναι.
Ἀλλ’ ἄρα οἱ καὶ κρατὶ πέλωρ ἐπελήλαται ἵππος
γαστέρι νειαίρῃ· ξυνὸς δ’ ἐπιλάμπεται ἀστὴρ
τοῦ μὲν ἐπ’ ὀμφαλίῳ, τῆς δ’ ἐσχατόωντι καρήνῳ.
οἱ δ’ ἄρ’ ἔτι τρεῖς ἄλλοι ἐπὶ πλευράς τε καὶ ὤμους
ἵππου δεικανόωσι διασταδὸν ἶσα πέλεθρα,
καλοὶ καὶ μεγάλοι· κεφαλὴ δέ οἱ οὐδὲν ὁμοίη,
οὐδ’ αὐχὴν δολιχός περ ἐών. ἀτὰρ ἔσχατος ἀστὴρ
αἰθομένης γένυος καί κεν προτέροις ἐρίσειεν
τέτρασιν, οἵ μιν ἔχουσι περίσκεπτοι μάλ’ ἐόντες.
οὐδ’ γε τετράπος ἐστἰν· ἀπ’ ὀμφαλίοιο γὰρ ἄκρου
μεσσόθεν ἡμιτελὴς περιτέλλεται ἱερὸς Ἵππος.
κεῖνον δὴ καί φασι καθ’ ὑψηλοῦ Ἑλικῶνος
καλὸν ὕδωρ ἀγαγεῖν εὐαλδέος Ἱππουκρήνης.
οὐ γάρ πω Ἑλικὼν ἄκρος κατελείβετο πηγαῖς,
ἀλλ’ Ἵππος μιν ἔτυψε· τὸ δ’ ἀθρόον αὐτόθεν ὕδωρ
ἐξέχυτο πληγῇ προτέρου ποδός· οἱ δὲ νομῆες
πρῶτοι κεῖνο ποτὸν διεφήμισαν Ἱππουκρήνην.
ἀλλὰ τὸ μὲν πέτρης ἀπολείβεται, οὐδέ ποτ’ αὐτὸ
Θεσπιέων ἀνδρῶν ἐκὰς ὄψεαι· αὐτὰρ Ἵππος
ἐν Διὸς εἰλεῖται καί τοι πάρα θηήσασθαι.
αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι,
ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα
οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου,
αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ
σκέψασθαι, ζώνῃ δ’ ἂν ὅμως ἐπιτεκμήραιο
Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπ’ αὐτὴν ἐστήρικται.
μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι
χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.
ἔστι δέ τοι καὶ ἔτ’ ἄλλο τετυγμένον ἐγγύθι σῆμα
νειόθεν Ἀνδρομέδης, τὸ δ’ ἐπὶ τρισὶν ἐστάθμηται
Δελτωτόν πλευρῇσιν, ἰσαιομένῃσιν ἐοικὸς
ἀμφοτέρῃς· δ’ οὔτι τόση, μάλα δ’ ἐστὶν ἑτοίμη
εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστιν.
τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.
οἱ δ’ ἄρ’ ἔτι προτέρω, ἔτι δ’ ἐν προμολῇσι νότοιο,
ἰχθύες. ἀλλ’ αἰεὶ ἕτερος προφερέστερος ἄλλου,
καὶ μᾶλλον βορέαο νέον κατιόντος ἀκούει.
ἀμφοτέρων δέ σφεων ἀποτείνεται ἠΰτε δεσμὰ
οὐραίων ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντων.
καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει καλός τε μέγας τε,
ὅν ῥά τε καὶ σύνδεσμον ὑπούραιον καλέουσιν.
Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω
σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν.
ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν
Περσέος, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται.
αὐτάρ γ’ ἐν βορέω φέρεται περιμήκετος ἄλλων.
καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται
πενθερίου δίφροιο· τὰ δ’ ἐν ποσὶν οἷα διώκων
ἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί.
ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι
Πληϊάδες φορέονται. δ’ οὐ μάλα πολλὸς ἁπάσας
χῶρος ἔχει, καὶ δ’ αὐταὶ ἐπισκέψασθαι ἀφαυραί.
ἑπτάποροι δὴ ταί γε μετ’ ἀνθρώπους ὑδέονται,
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ,
ἐξ αὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλ’ αὕτως
εἴρεται. ἑπτὰ δ’ ἐκεῖναι ἐπιρρήδην καλέονται
Ἀλκυόνη Μερόπη τε Κελαινώ τ’ Ἠλέκτρη τε
καὶ Στερόπη καὶ Τηϋγέτη καὶ πότνια Μαῖα.
αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ’ ὀνομασταὶ
ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ’ αἴτιος, εἱλίσσονται,
σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
σημαίνειν ἐκέλευσεν ἐπερχομένου τ’ ἀρότοιο.
καὶ χέλυς, ἥτ’ ὀλίγη· τὴν δ’ ἆρ’ ἔτι καὶ παρὰ λίκνῳ
Ἑρμείης ἐτόρησε, λύρην δέ μιν εἶπε λέγεσθαι.
κὰδ δ’ ἔθετο προπάροιθεν ἀπευθέος Εἰδώλοιο
οὐρανὸν εἰσαγαγών. τὸ δ’ ἐπὶ σκελέεσσι πέτηλον
γούνατί οἱ σκαιῷ πελάει· κεφαλή γε μὲν ἄκρη
ἀντιπέρην Ὄρνιθος ἑλίσσεται· δὲ μεσηγὺ
ὀρνιθέης κεφαλῆς καὶ γούνατος ἐστήρικται.
ἦτοι γὰρ καὶ Ζηνὶ παρατρέχει αἰόλος ὄρνις.
ἀλλ’ μὲν ἠερόεις, τὰ δέ οἱ ἔπι τετρήχυνται
ἀστράσιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς.
αὐτὰρ γ’ εὐδιόωντι ποτὴν ὄρνιθι ἐοικὼς
οὔριος εἰς ἑτέρην φέρεται, κατὰ δεξιὰ χειρὸς
Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων,
λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.
τὸν δὲ μετασκαίροντα δύ’ Ἰχθύες ἀμφινέμονται
ἵππον· πὰρ δ’ ἄρα οἱ κεφαλῇ χεὶρ Ὑδροχόοιο
δεξιτερὴ τετάνυσθ’· δ’ ὀπίστερος Αἰγοκερῆος
τέλλεται. αὐτὰρ γε πρότερος καὶ νειόθι μᾶλλον
κέκλιται αἰγόκερως, ἵνα τε τρέπετ’ ἠελίου ἴς.
μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ
πεπταμένῳ πελάγει κεχρημένος. οὔτε κεν ἠοῖ
πολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν·
οὔτ’ ἄν τοι νυκτὸς πεφοβημένῳ ἐγγύθεν ἠὼς
ἔλθοι καὶ μάλα πολλὰ βοωμένῳ. οἱ δ’ ἀλεγεινοὶ
τῆμος ἐπιρρήσσουσι νότοι, ὁπότ’ Αἰγοκερῆϊ
συμφέρετ’ ἠέλιος· τότε δέ κρύος ἐκ Διός ἐστιν
ναύτῃ μαλκιόωντι κακώτερον. ἀλλὰ καὶ ἔμπης
ἤδη πάντ’ ἐνιαυτὸν ὑπὸ στείρῃσι θάλασσα
πορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίῃσιν
πολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντες
ἥμεθ’ ἐπ’ αἰγιαλοὺς τετραμμένοι· οἱ δ’ ἔτι πόρσω
κλύζονται· ὀλίγον δὲ διὰ ξύλον Ἄϊδ’ ἐρύκει.
καὶ δ’ ἄν ἐπὶ προτέρῳ γε, θαλάσσῃ πολλὰ πεπονθώς,
τόξον ὅτ’ ἠέλιος καίει καὶ ῥύτορα Τόξου,
ἑσπέριος κατάγοιο, πεποιθὼς οὐκέτι νυκτί.
σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου
σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός.
ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου
τοξευτὴς· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ
σκορπίος ἀντέλλων, δ’ ἀνέρχεται αὐτίκα μᾶλλον.
τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς
ὕψι μάλα τροχάει, δὲ δύεται ἠῶθι πρὸ
ἀθρόος Ὠρίων, Κηφεὺς δ’ ἀπὸ χειρὸς ἐπ’ ἰξύν.
ἔστι δέ τις προτέρω βεβλημένος ἄλλος ὀϊστὸς
αὐτός ἄτερ τόξου· δέ οἱ παραπέπταται Ὄρνις
ἀσσότερον βορέω. σχεδόθεν δέ οἱ ἄλλος ἄηται
οὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθεῖν
νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν ἄητον.
δελφὶς δ’, οὐ μάλα πολλός, ἐπιτρέχει Αἰγοκερῆϊ
μεσσόθεν ἠερόεις· τὰ δέ οἱ περὶ τέσσαρα κεῖται
γλήνεα, παρβολάδην δύο πὰρ δύο πεπτηῶτα.
καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο
μεσσηγὺς κέχυται· τὰ δὲ νειόθι τέλλεται ἄλλα
πολλὰ μεταξὺ νότοιο καὶ ἠελίοιο κελεύθου.
λοξὸς μὲν Ταύροιο τομῆ ὑποκέκλιται αὐτὸς
Ὠρίων. μὴ κεῖνον ὅτις καθαρῇ ἐνὶ νυκτὶ
ὑψοῦ πεπτηῶτα παρέρχεται ἄλλα πεποίθοι
οὐρανὸν εἰσανιδὼν προφερέστερα θηήσασθαι.
τοῖός οἱ καὶ φρουρὸς ἀειρομένῳ ὑπὸ νώτῳ
φαίνεται ἀμφοτέροισι κύων ὑπὸ ποσσὶ βεβηκώς,
ποικίλος, ἀλλ’ οὐ πάντα πεφασμένος· ἀλλὰ κατ’ αὐτὴν
γαστέρα κυάνεος περιτέλλεται, δέ αἱ ἄκρη
ἀστέρι βέβληται δεινὴ γένυς, ὅς ῥα μάλιστα
ὀξέα σειριάει· καί μιν καλέους’ ἄνθρωποι
Σείριον. οὐκέτι κεῖνον ἅμ’ ἠελίῳ ἀνιόντα
φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι.
ῥεῖα γάρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀΐξας,
καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα.
κείνου καὶ κατιόντος ἀκούομεν· οἱ δὲ δὴ ἄλλοι
σῆμ’ ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται.
ποσσὶν δ’ Ὠρίωνος ὑπ’ ἀμφοτέροισι λαγῳός
ἐμμενές ἤματα πάντα διώκεται. αὐτὰρ γ’ αἰεὶ
Σείριος ἐξόπιθεν φέρεται μετιόντι ἐοικώς,
καί οἱ ἐπαντέλλει, καί μιν κατιόντα δοκεύει.
δὲ Κυνὸς μεγάλοιο κατ’ οὐρὴν ἕλκεται ἀργῷ
πρυμνόθεν· οὐ γὰρ τῇ γε κατὰ χρέος εἰσὶ κέλευθοι,
ἀλλ’ ὄπιθεν φέρεται τετραμμένη, οἷα καὶ αὐταὶ
νῆες, ὅτ’ ἤδη ναῦται ἐπιστρέψωσι κορώνην
ὅρμον ἐσερχόμενοι· τὴν δ’ αὐτίκα πᾶς ἀνακόπτει
νῆα, παλιρροθίη δὲ καθάπτεται ἠπείροιο·
ὥς γε πρύμνηθεν Ἰησονὶς ἕλκεται Ἀργώ.
καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρ’ αὐτὸν
ἱστὸν ἀπὸ πρώρης φέρεται, τὰ δὲ πᾶσα φαεινή.
καί οἱ πηδάλιον κεχαλασμένον ἐστήρικται
ποσσὶν ὑπ’ οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος.
τὴν δὲ καί οὐκ ὀλίγον περ ἀπόπροθι πεπτηυῖαν
Ἀνδρομέδην μέγα κῆτος ἐπερχόμενον κατεπείγει.
μὲν γὰρ Θρήϊκος ὑπὸ πνοιῇ βορέαο
κεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖ
κῆτος, ὑπὸ Κριῷ τε καὶ Ἰχθύσιν ἀμφοτέροισιν,
βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.
οἶον γὰρ κἀκεῖνο θεῶν ὑπό ποσσὶ φορεῖται
λείψανον Ἠριδανοῖο, πολυκλαύτου ποταμοῖο.
καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει·
δεσμοὶ δ’ οὐραῖοι, τοῖς Ἰχθύες ἄκροι ἔχονται,
ἄμφω συμφορέονται ἀπ’ οὐραίων κατιόντες·
Κητείης δ’ ὄπιθεν λοφίης ἐπιμὶξ φορέονται
εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δ’ ἀστέρι πειραίνονται
κήτεος, ὃς κείνου πρώτῃ ἐπίκειται ἀκάνθῃ.
οἱ δ’ ὀλίγῳ μέτρῳ ὀλίγῃ δ’ ἐγκείμενοι αἴγλῃ
μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται,
γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ
νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο
βεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ
ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα
ἀνομένων ἐτέων· τά τις ἀνδρῶν οὐκέτ’ ἐόντων
ἐφράσατ’ ἠδ’ ἐνόησεν ἅπαντ’ ὀνομαστὶ καλέσσαι
ἤλιθα μορφώσας. οὐ γάρ κ’ ἐδυνήσατο πάντων
οἰόθι κεκριμένων ὄνομ’ εἰπεῖν, οὐδὲ δαῆναι.
πολλοὶ γὰρ πάντη, πολέων δ’ ἐπὶ ἶσα πέλονται
μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι.
τῶ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι
ἀστέρας, ὄφρ’ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος
εἴδεα σημαίνοιεν. ἄφαρ δ’ ὀνομαστὰ γένοντο
ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ.
ἀλλ’ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισιν
φαίνονται· τὰ δ’ ἔνερθε διωκομένοιο Λαγωοῦ
πάντα μάλ’ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται.
νειόθι δ’ Αἰγοκερῆος, ὑπὸ πνοιῇσι νότοιο,
ἰχθὺς ἐς Κῆτος τετραμμένος αἰωρεῖται
οἶος ἀπὸ προτέρων, νοτιον δέ κικλήσκουσιν.
ἄλλοι δέ, σποράδην ὑποκείμενοι Ὑδροχοῆϊ,
κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται
μέσσοι νωχελέες καὶ ἀνώνυμοι· ἐγγύθι δέ σφεων,
δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,
οἵη τίς τ’ ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα
σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται.
ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονται
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλ’ ἐγγύς·
εἷς μὲν ὑπ’ ἀμφοτέροισι ποσὶν καλός τε μέγας τε
Ὑδροχόου, δὲ κυανέου ὑπὸ Κήτεος οὐρῇ.
τοὺς πάντας καλέουσιν ὕδωρ. ὀλίγοι γε μὲν ἄλλοι
νειόθι Τοξευτῆρος ὑπὸ προτέροισι πόδεσσιν
δινωτοὶ κύκλῳ περιηγέες εἱλίσσονται.
αὐτὰρ ὑπ’ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο
σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.
τοῦ δ’ ἤτοι ὀλίγον περ ἐπὶ χρόνον ὑψόθ’ ἐόντος
πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο.
καὶ τῷ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι
ἀρκτούρῳ, τὸ δὲ θᾶσσον ὑφ’ ἑσπερίην ἅλα νεῖται.
ἀλλ’ ἄρα καὶ περὶ κεῖνο Θυτήριον ἀρχαίη Νύξ,
ἀνθρώπων κλαίουσα πόνον, χειμῶνος ἔθηκεν
εἰναλίου μέγα σῆμα. κεδαιόμεναι γὰρ ἐκείνῃ
νῆες ἄπο φρενός εἰσι, τὰ δ’ ἄλλοθεν ἄλλα πιφαύσκει
δήματ’, ἐποικτείρουσα πολυρροθίους ἀνθρώπους.
τῶ μή μοι πελάγει νεφέων εἰλυμένον ἄλλων
εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῷ ἄστρον,
αὐτὸ μὲν ἀνέφελόν τε καὶ ἀγλαόν, ὕψι δὲ μᾶλλον
κυμαίνοντι νέφει πεπιεσμένον, οἷά τε πολλὰ
θλίβετ’ ἀναστέλλοντος ὀπωρινοῦ ἀνέμοιο.
πολλάκι γὰρ καὶ τοῦτο νότῳ ἔπι σῆμα τιτύσκει
νὺξ αὐτή, μογεροῖσι χαριζομένη ναύτῃσιν.
οἱ δ’ εἰ μέν κε πίθωνται ἐναίσιμα σημαινούσῃ,
αἶψά τε κοῦφά τε πάντα καὶ ἄρτια ποιήσωνται,
αὐτίκ’ ἐλαφρότερος πέλεται πόνος· εἰ δέ κε νηῒ
ὑψόθεν ἐμπλήξῃ δεινὴ ἀνέμοιο θύελλα
αὕτως ἀπρόφατος, τὰ δὲ λαίφεα πάντα ταράξῃ,
ἄλλοτε μὲν καὶ πάμπαν ὑπόβρυχα ναυτίλλονται,
ἄλλοτε δ’, αἴ κε Διὸς παρανισσομένοιο τύχωσιν
εὐχόμενοι, βορέω δὲ παραστράψῃ ἀνέμου ἴς,
πολλὰ μάλ’ ὀτλήσαντες ὅμως πάλιν ἐσκέψαντο
ἀλλήλους ἐπὶ νηΐ. νότον δ’ ἐπὶ σήματι τούτῳ
δείδιθι, μέχρι βορῆος ἀπαστράψαντος ἴδηαι.
εἰ δέ κεν ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη
ὦμος ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς
αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα τεύχοι
νὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ, οὔ σε μάλα χρὴ
ἐς νότον ἀλλ’ εὔροιο περισκοπέειν ἀνέμοιο.
δήεις δ’ ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·
τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται
σκορπίου, ἱππούραια δ’ ὑπὸ σφίσι Χηλαὶ ἔχουσιν.
αὐτὰρ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν
ἀντία δινωτοῖο Θυτηρίου, ἐν δέ οἱ ἀπρὶξ
ἄλλο μάλ’ ἐσφήκωται ἐληλάμενον διὰ χειρὸς
θηρίον· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.
ἀλλ’ ἔτι γάρ τε καὶ ἄλλο περαιόθεν ἕλκεται ἄστρον·
ὕδρην μιν καλέουσι, τὸ δὲ ζώοντι ἐοικὸς
ἠνεκὲς εἰλεῖται· καί οἱ κεφαλὴ ὑπὸ μέσσον
καρκίνον ἱκνεῖται, σπείρη δ’ ὑπὸ σῶμα Λέοντος,
οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο.
μέσσῃ δὲ σπείρῃ κρητὴρ, πυμάτῃ δ’ ἐπίκειται
εἴδωλον κόρακος σπείρην κόπτοντι ἐοικός.
καὶ μὴν καὶ προκύων Διδύμοις ὕπο καλὰ φαείνει.
ταῦτά κε θηήσαιο παρερχομένων ἐνιαυτῶν
ἑξείης παλίνωρα· τὰ γὰρ καὶ πάντα μάλ’ αὕτως
οὐρανῷ εὖ ἐνάρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
οἱ δ’ ἐπιμὶξ ἄλλοι πέντ’ ἀστέρες, οὐδὲν ὁμοῖοι,
παντόθεν εἰδώλων δυοκαίδεκα δινεύονται.
οὐκ ἂν ἔτ’ εἰς ἄλλους ὁρόων ἐπιτεκμήραιο
κείνους ἧχι κέονται· ἐπεὶ πάντες μετανάσται,
μακροὶ δέ σφεων εἰσὶν ἑλισσομένων ἐνιαυτοί,
μακρὰ δὲ σήματα κεῖται ἀπόπροθεν εἰς ἓν ἰόντων.
οὐδ’ ἔτι θαρσαλέος κείνων ἐγώ· ἄρκιος εἴην
ἀπλανέων τά τε κύκλα τά τ’ αἰθέρι σήματ’ ἐνισπεῖν.
ἦτοι μὲν τά γε κεῖται ἀλίγκια δινωτοῖσιν
τέσσαρα, τῶν κε μάλιστα πόθη ὄφελός τε γένοιτο
μέτρα περισκοπέοντι κατανομένων ἐνιαυτῶν.
σήματα δ’ εὖ μάλα πᾶσιν ἐπιρρήδην περίκειται
πολλά τε καὶ σχεδόθεν πάντη συνεεργμένα πάντα.
αὐτοὶ δ’ ἀπλανέες καὶ ἀρηρότες ἀλλήλοισιν
πάντες· ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται.
εἴ ποτέ τοι νυκτὸς καθαρῆς, ὅτε πάντας ἀγαυοὺς
ἀστέρας ἀνθρώποις ἐπιδείκνυται οὐρανίη Νύξ,
οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ,
ἀλλὰ τά γε κνέφαος διαφαίνεται ὀξέα πάντα
εἴ ποτέ τοι τημόσδε περὶ φρένας ἵκετο θαῦμα,
σκεψαμένῳ πάντη κεκεασμένον εὐρέϊ κύκλῳ
οὐρανόν, καί τίς τοι ἐπιστὰς ἄλλος ἔδειξεν
κεῖνο περιγληνὲς τροχαλόν, γάλα μιν καλέουσιν·
τῷ δ’ ἤτοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος
δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων
οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.
τῶν μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο.
ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,
ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,
λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπ’ αὐτῷ
Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν
δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται,
ἀσσότερον βορέαο, νότῳ δ’ ἐπικέκλιται ἀγκών·
ὁπλαὶ δ’ Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον
ἄκρῃ σὺν κεφαλῇ, καλοί τ’ Ὀφιούχεοι ὦμοι,
αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον·
δ’ ὀλίγον φέρεται νοτιωτέρη, οὐδ’ ἐπιβάλλει,
παρθένος· ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μέν ἄρ’ ἄμφω
ἑξείης κέαται βεβλημένοι, αὐτὰρ κύκλος
τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρ’ αἰδῶ
τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου
καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις
ὀρθόν, ἵν’ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.
τοῦ μέν, ὅσον τε μάλιστα, δι’ ὀκτὼ μετρηθέντος,
πέντε μὲν ἔνδια στρέφεται καθ’ ὑκέρτερα γαίης,
τὰ τρία δ’ ἐν περάτῃ· θέρεος δέ οἱ ἐν τροπαί εἰσιν.
ἀλλ’ μὲν ἐν βορἐω περὶ Καρκίνον ἐστήρικται.
ἄλλος δ’ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα
τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν·
ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν
αἴνυται, ἀλλ’ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἰ Ἀργώ,
καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δέ τε κέντρον
σκορπίου, ἐν καὶ Τόξον ἀγαυοῦ Τοξευτῆρος.
τὸν πύματον καθαροῖο παρερχόμενος βορέαο
ἐς νότον ἠέλιος φέρεται· τρέπεταί γε μὲν αὐτοῦ
χειμέριος. καί οἱ τρία μὲν περιτέλλεται ὑψοῦ
τῶν ὀκτώ, τὰ δὲ πέντε κατώρυχα δινεύονται.
μεσσόθι δ’ ἀμφοτέρων, ὅσσος πολιοῖο Γάλακτος,
γαῖαν ὑποστρέφεται κύκλος διχόωντι ἐοικώς·
ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίεται ἀμφοτέρῃσιν,
φθίνοντος θέρεος, τοτὲ δ’ εἴαρος ἱσταμένοιο.
σῆμα δέ οἱ Κριὸς Ταύροιό τε γούνατα κεῖται,
κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου,
Ταύρου δὲ σκελέων ὅσση περιφαίνεται ὀκλάξ.
ἐν δέ τέ οἱ ζώνη εὐφεγγέος Ὠρίωνος
καμπή τ’ αἰθομένης Ὕδρης· ἐνί οἱ καὶ ἐλαφρὸς
κρητήρ, ἐν δὲ Κόραξ, ἐνὶ δ’ ἀστέρες οὐ μάλα πολλοὶ
Χηλάων· ἐν τῷ δ’ Ὀφιούχεα γοῦνα φορεῖται.
οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλά οἱ ἐγγὺς
Ζηνὸς ἀητεῖται μέγας ἄγγελος. δὲ κατ’ αὐτὸν
ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται.
τοὺς μὲν παρβολάδην ὀρθοὺς περιβάλλεται ἄξων
μεσσόθι πάντας ἔχων· δὲ τέτρατος ἐσφήκωται
λοξὸς ἐν ἀμφοτέροις, οἵ μίν ῥ’ ἑκάτερθεν ἔχουσιν
ἀντιπέρην τροπικοί, μέσσος δέ μεσσόθι τέμνει.
οὔ κεν Ἀθηναίης χειρῶν δεδιδαγμένος ἀνὴρ
ἄλλῃ κολλήσαιτο κυλινδόμενα τροχάλεια
τοῖα τε καὶ τόσα πάντα περισφαιρηδὸν ἑλίσσων,
ὡς τά γ’ ἐναιθέρια πλαγίῳ συναρηρότα κύκλῳ
ἐξ ἠοῦς ἐπὶ νύκτα διώκεται ἤματα πάντα.
καὶ τὰ μὲν ἀντέλλει καὶ αὐτίκα νειόθι δύνει
πάντα παραβλήδην· μία δέ σφεων ἐστὶν ἑκάστου
ἑξείης ἑκάτερθε κατηλυσίη τ’ ἄνοδός τε.
αὐτὰρ γ’ ὠκεανοῦ τόσσον παραμείβεται ὕδωρ,
ὅσσον ἀπ’ Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα
καρκίνον εἰς ἀνιόντα κυλίνδεται· ὅσσον ἁπάντη
ἀντέλλων ἐπέχει, τόσσον γε μὲν ἀλλόθι δύνων.
ὅσσον δ’ ὀφθαλμοῖο βολῆς ἀποτέμνεται αὐγή.
ἑξάκις ἂν τόσση μιν ὑποδράμοι. αὐτὰρ ἑκάστη
ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα.
Ζωΐδιον δέ κύκλον ἐπίκλησιν καλέουσιν.
τῷ ἔνι Καρκίνος ἐστί, Λέων δ’ ἐπὶ τῷ, καὶ ὑπ’ αὐτὸν
παρθένος· αἱ δ’ ἐπί οἱ Χηλαὶ καὶ Σκορπίος αὐτός,
Τοξευτής τε καὶ Αἰγόκερως, ἐπὶ δ’ Αἰγοκερῆϊ
Ὑδροχόος· δύο δ’ αὐτὸν ὕπ’ Ἰχθύες ἀστερόωνται·
τοὺς δὲ μέτα Κριός, Ταῦρός δ’ ἐπὶ τῷ Δίδυμοί τε.
ἐν τοῖς ἠέλιος φέρεται δυοκαίδεκα πᾶσιν
πάντ’ ἐνιαυτὸν ἄγων, καί οἱ περὶ τοῦτον ἰόντι
κύκλον ἀέξονται πᾶσαι ἐπικάρπιοι ὧραι.
τοῦ δ’ ὅσσον κοίλοιο κατ’ ὠκεανοῖο δύηται,
τόσσον ὑπὲρ γαίης φέρεται· πάσῃ δ’ ἐπὶ νυκτὶ
ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο,
τόσσαι δ’ ἀντέλλουσι. τόσον δ’ ἐτί μῆκος ἑκάστη
νὺξ αἰεὶ τετάνυσται, ὅσον τέ περ ἥμισυ κύκλου
ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης.
οὔ κεν ἀπόβλητον δεδοκημένῳ ἤματος εἴη
μοιράων σκέπτεσθαι ὅτ’ ἀντέλλῃσιν ἑκάστη·
αἰεὶ γὰρ τάων γε μιῇ συνανέρχεται αὐτὸς
ἠέλιος. τὰς δ’ ἄν κε περισκέψαιο μάλιστα
εἰς αὐτὰς ὁρόων· ἀτὰρ εἰ νεφέεσσι μέλαιναι
γίνοιντ’ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν,
σήματ’ ἐπερχομένῃσιν ἀρηρότα ποιήσασθαι.
αὐτὸς δ’ ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη
Ὠκεανός, τά τε πολλὰ περιστρέφεται ἑοῖ αὐτῷ,
νειόθεν ὁππῆμος κείνων φορέῃσιν ἑκάστην.
οὔ οἱ ἀφαυρότατοι, ὅτε κάρκινος ἀντέλλῃσιν,
ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι περίκεινται,
τοὶ μὲν δύνοντες, τοὶ δ’ ἐξ ἑτέρης ἀνιόντες.
σύνει μὲν Στέφανος, δύνει δὲ κατὰ ῥάχιν Ἰχθύς.
ἥμισυ μέν κεν ἴδοιο μετήορον, ἥμισυ δ’ ἤδη
ἐσχατιαὶ βάλλουσι κατερχομένου Στεφάνοιο.
αὐτὰρ γ’ ἐξόπιθεν τετραμμένος ἄλλα μὲν οὔπω
γαστέρι νειαίρῃ, τὰ δ’ ὑπέρτερα νυκτὶ φορεῖται.
τὸν δὲ καὶ εἰς ὤμους κατάγει μογερὸν Ὀφιοῦχον
Καρκίνος ἐκ γονάτων, κατάγει δ’ Ὄφιν αὐχένος ἐγγύς.
οὐδ’ ἄν ἔτ’ Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν,
μείων ἠμάτιος, τὸ δ’ ἐπὶ πλέον ἔννυχος ἤδη.
τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην
Ὠκεανὸς δέχεται· δ’ ἐπὴν φάεος κορέσηται,
βουλυτῷ ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης,
ἦμος ὅτ’ ἠελίοιο κατερχομένοιο δύηται.
κεῖναί οἱ καὶ νύκτες ἐπ’ ὀψὲ δύοντι λέγονται.
ὣς οἱ μὲν δύνουσιν, δ’ ἀντίος, οὐδὲν ἀεικής,
ἀλλ’ εὖ μὲν ζώνῃ, εὖ δ’ ἀμφοτέροισι φαεινὸς
ὤμοις Ὠρίων, ξίφεός γε μὲν ἶφι πεποιθώς,
πάντα φέρων Ποταμόν, κέραος παρατείνεται ἄλλου.
ἐρχομένῳ δὲ Λέοντι τὰ μὲν κατὰ πάντα φέρονται
καρκίνῳ ὅσς’ ἐδύοντο, καὶ Αἰετός. αὐτὰρ γε Γνὺξ
ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γόνυ καὶ πόσα λαιὸν
οὔπω κυμαίνοντος ὑποστρέφει ὠκεανοῖο.
ἀντέλλει δ’ Ὕδρης κεφαλὴ χαροπός τε Λαγωὸς
καὶ Προκύων πρότεροί τε πόδες Κυνὸς αἰθομένοιο.
οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει
παρθένος ἀντέλλουσα. Λύρη τότε Κυλληναίη
καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός·
σὺν τοῖς Ὄρνιθος πρώτα πτερὰ μέσφα παρ’ αὐτὴν
οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται·
δύνει δ’ Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν.
ἀντέλλει δ’ Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρ’ αὐτὸν
κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους,
ἕλκων ἐξόπιθεν πρύμνην πολυτειρέος Ἀργοῦς.
δὲ θέει γαίης ἱστὸν διχόωσα κατ’ αὐτόν,
παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.
Οὐδ’ ἄν ἐπερχόμεναι χηλαὶ, καὶ λεπτὰ φάουσαι,
ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα Βοώτης
ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.
Ἀργὼ δ’ εὖ μάλα πᾶσα μετήορος ἔσσεται ἤδη·
ἀλλ’ Ὕδρη, κέχυται γὰρ ἐν οὐρανῷ ἤλιθα πολλή,
οὐρῆς ἂν δεύοιτο. μόνην δ’ ἐπὶ Χηλαὶ ἄγουσιν
δεινὸν ἐφεστηῶτ’ Ὀφιουχέα· τοῦ ἔπειτα
δεξιτερὴν κνήμην αὐτῆς ἐπιγουνίδος ἄχρις
αἰεὶ Γνύξ, αἰεὶ δὲ Λύρῃ παραπεπτηῶτος,
ὅντινα τοῦτον ἄϊστον ὑπουρανίων εἰδώλων
ἀμφότερον δύνοντα καὶ ἐξ ἑτέρης ἀνιόντα
πολλάκις αὐτονυχεὶ θηεύμεθα. τοῦ μὲν ἄρ’ οἴη
κνήμη σὺν Χηλῇσι φαείνεται ἀμφοτέρῃσιν·
αὐτὸς δ’ ἐς κεφαλὴν ἔτι που τετραμμένος ἄλλῃ
σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα Τόξου·
οἱ γάρ μιν φορέουσιν, μὲν μέσον ἄλλα τε πάντα,
χεῖρα δέ οἱ σκαιἠν κεφαλήν θ’ ἅμα Τόξον ἀγινεῖ.
ἀλλ’ μὲν ὣς τρίχα πάντα καταμελεϊστὶ φορεῖται
ἥμισυ δὲ Στεφάνοιο καὶ αὐτὴν ἔσχατον οὐρὴν
Κενταύρου φορέουσιν ἀνερχόμεναι ἔτι Χηλαί.
τῆμος ἀποιχομένην κεφαλὴν μέτα δύεται Ἵππος,
καὶ προτέρου Ὄρνιθος ἐφέλκεται ἔσχατος οὐρὴ.
δύνει δ’ Ἀνδρομέδης κεφαλή· τὸ δέ οἱ μέγα δεῖμα
κήτεος ἠερόεις ἐπάγει νότος· ἀντία δ’ αὐτὸς
Κηφεὺς ἐκ βορέω μεγάλῃ ἀνὰ χειρὶ κελεύει.
καὶ τὸ μὲν ἐς λοφιὴν τετραμμένον ἄχρι παρ’ αὐτὴν
δύνει, ἀτὰρ Κηφεὺς κεφαλῇ καὶ χειρὶ καὶ ὤμῳ.
Καμπαὶ δ’ ἄν Ποταμοῖο καὶ αὐτίκ’ ἐπερχομένοιο
σκορπίου ἐμπίπτοιεν ἐϋρρόου ὠκεανοῖο·
ὃς καὶ ἐπερχόμενος φοβέει μέγαν Ὠρίωνα.
Ἄρτεμις ἱλήκοι· προτέρων λόγος, οἵ μιν ἔφαντο
ἑλκῆσαι πέπλοιο, Χίῳ ὅτε θηρία πάντα
καρτερὸς Ὠρίων στιβαρῇ ἐπέκοπτε κορύνῃ,
θήρης ἀρνύμενος κείνῳ χάριν Οἰνοπίωνι.
δέ οἱ ἐξαυτῆς ἐπετείλατο θηρίον ἄλλο,
νήσου ἀναρρήξασα μέσας ἑκάτερθε κολώνας,
σκορπίον, ὅς ῥά μιν οὖτα καὶ ἔκτανε πολλὸν ἐόντα
πλειότερος προφανείς, ἐπεὶ Ἄρτεμιν ἤκαχεν αὐτήν.
τούνεκα δὴ καί φασι περαιόθεν ἐρχομένοιο
σκορπίου Ὠρίωνα περὶ χθονὸς ἔσχατα φεύγειν.
οὐδὲ μέν, Ἀνδρομέδης καὶ Κήτεος ὅσς’ ἐλέλειπτο,
κείνου ἔτ’ ἀντέλλοντος ἀπευθέες, ἀλλ’ ἄρα καὶ τοὶ
πανσυδίῃ φεύγουσιν. δὲ ζώνῃ τότε Κηφεὺς
γαῖαν ἐπιξύει, τὰ μὲν ἐς κεφαλὴν μάλα πάντα
βάπτων ὠκεανοῖο, τὰ δ’ οὐ θέμις, ἀλλὰ τά γ’ αὐταὶ
ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.
δὲ καὶ αὐτὴ παιδὸς ἐπείγεται εἰδώλοιο
δειλὴ Κασσιέπεια. τὰ δ’ οὐκέτι οἱ κατὰ κόσμον
φαίνεται ἐκ δίφροιο, πόδες καὶ γούναθ’ ὕπερθεν,
ἀλλ’ γ’ ἐς κεφαλὴν ἴση δύετ’ ἀρνευτῆρι
μειρομένη γονάτων, ἐπεὶ οὐκ ἄρ’ ἔμελλεν ἐκείνη
Δωρίδι καὶ Πανόπῃ μεγάλων ἄτερ ἰσώσασθαι.
μὲν ἄρ’ εἰς ἑτέρην φέρεται· τὰ δὲ νειόθεν ἄλλα
οὐρανὸς ἀντιφέρει, Στεφάνοιό τε δεύτερα κύκλα
ὕδρης τ’ ἐσχατιήν, φορέει τ’ ἔπι Κενταύροιο
δῶμά τε καὶ κεφαλὴν καὶ Θηρίον ῥ’ ἐνὶ χειρὶ
δεξιτερῇ Κένταυρος ἔχει. τοὶ δ’ αὖθι μένουσιν
τόξον ἐπερχόμενον πρότεροι πόδες ἱππότα Φηρός.
τόξῳ καὶ σπείρη Ὄφιος καὶ σῶμ’ Ὀφιούχου
ἀντέλλει ἐπιόντι· καρήατα δ’ αὐτὸς ἀγινεῖ
σκορπίος ἀντέλλων, ἀνάγει δ’ αὐτὰς Ὀφιούχου
χεῖρας καὶ προτέρην Ὄφιος πολυτειρέος ἀγήν.
τοῦ γε μὲν Ἐγγόνασιν, περὶ γὰρ τετραμμένος αἰεὶ
ἀντέλλει, τότε μὲν περάτης ἐξέρχεται ἄλλα,
γυῖά τε καὶ ζώνη καὶ στήθεα πάντα καὶ ὦμος
δεξιτερῇ σὺν χειρί· κάρη δ’ ἑτέρης μετὰ χειρὸς
τόξῳ ἀνέρχονται καὶ Τοξότηι ἀντέλλοντι.
δὐν τοῖς Ἑρμαίη τε Λύρη καὶ στήθεος ἄχρις
Κηφεὺς ἠῴου παρελαύνεται ὠκεανοῖο,
ἦμος καὶ μεγάλοιο Κυνὸς πᾶσαι ἀμαρυγαὶ
δύνουσιν, καὶ πάντα κατέρχεται Ὠρίωνος,
πάντα γε μὴν ἀτέλεστα διωκομένοιο Λαγωοῦ.
ἀλλ’ οὐχ Ἡνιόχῳ Ἔριφοι οὐδ’ Ὠλενίη Αἲξ
εὐθὺς ἀπέρχονται· τὰ δέ οἱ μεγάλην ἀνὰ χεῖρα
λάμπονται, καί οἱ μελέων διακέκριται ἄλλων
κινῆσαι χειμῶνας ὅτ’ ἠελίῳ συνίωσιν.
Ἀλλὰ τὰ μὲν, κεφαλήν τε καὶ ἄλλην χεῖρα καὶ ἰξύν,
αἰγόκερως ἀνιὼν κατάγει· τὰ δὲ νείατα πάντα
αὐτῷ Τοξευτῆρι κατέρχεται. οὐδέ τι Περσεὺς
οὐδέ τι ἄκρα κόρυμβα μένει πολυτείρεος Ἀργοῦς·
ἀλλ’ ἤτοι Περσεὺς μὲν ἄτερ γουνός τε ποδός τε
δεξιτεροῦ δύεται, πρύμνης δ’ ὅσον ἐς περιαγήν·
αὐτὴ δ’ Αἰγοκερῆϊ κατέρχεται ἀντέλλοντι,
ἦμος καὶ Προκύων δύεται, τὰ δ’ ἀνέρχεται· ἄλλα,
ὄρνις τ’ Αἰητός τε τά τε πτερόεντος Ὀϊστοῦ
τείρεα καὶ νοτίοιο Θυτηρίου ἱερὸς ἕδρη.
ἵππος δ’ Ὑδροχόοιο νέον περιτελλομένοιο
ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται· ἀντία δ’ Ἵππου
ἐξ οὐρῆς Κένταυρον ἐφέλκεται ἀστερίη Νύξ.
ἀλλ’ οὔ οἱ δύναται κεφαλὴν οὐδ’ εὐρέας ὤμους
αὐτῷ σὺν θώρηκι χαδεῖν. ἀλλ’ αἴθοπος Ὕδρης
αὐχενίην κατάγει σπείρην καὶ πάντα μέτωπα.
δὲ καὶ ἐξόπιθεν πολλὴ μένει· ἀλλ’ ἄρα καὶ τὴν
αὐτῷ Κενταύρῳ, ὁπότ’ ἰχθύες ἀντέλλωσιν,
ἀθρόον ἐμφέρεται. δ’ ἐπ’ Ἰχθύσιν ἔρχεται Ἰχθὺς
αὐτῷ κυανέῳ ὑποκείμενος Αἰγοκερῆϊ,
οὐ μὲν ἄδην, ὀλίγον δὲ δυωδεκάδ’ ἀμμένει ἄλλην.
οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι
Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δ’ ὀπίσσω,
τείνεται, ὠκεανοῖο νέον ὁπότε προγένωνται
Ἰχθύες ἀμφότεροι. τά μέν οἱ κατὰ δεξιὰ χειρὸς
αὐτοὶ ἐφέλκονται, τὰ δ’ ἀριστερὰ νεόθεν ἕλκει
κριός ἀνερχόμενος. τοῦ καὶ περιτελλομένοιο
ἐσπερόθεν κεν ἴδοιο Θυτήριον· αὐτὰρ ἐν ἄλλῃ
Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους.
αὐτὴ δὲ ζώνη καί κ’ ἀμφήριστα πέλοιτο
Κριῷ λήγοντι φαείνεται ἐπὶ ταύρωι,
σὺν τῷ πανσυδίῃ ἀνελίσσεται. οὐδ’ γε Ταύρου
λείπεται ἀντέλλοντος, ἐπεὶ μάλα οἱ συναρηρὼς
Ἡνίοχος φέρεται· μοίρῃ γε μὲν οὐκ ἐπὶ ταύτῃ
ἀθρόος ἀντέλλει, Δίδυμοι δέ μιν οὖλον ἄγουσιν.
ἀλλ’ Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ
Ταύρῳ συμφορέονται, ὅτε λοφίη τε καὶ οὐρὴ
κήτεος αἰθερίοιο περαιόθεν ἀντέλλωσιν.
δύνει δ’ Ἀρκτοφύλαξ ἤδη πρώτῃ τότε μοίρῃ
τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν
λαιῆς· δ’ αὐτῷ μεγάλῃ ὑποτέλλεται Ἄρκτῳ.
Ἀμφότεροι δὲ πόδες καταδυομένου Ὀφιούχου,
μέσφ’ αὐτῶν γονάτων, διδύμοις ἔπι σῆμα τετύχθω
ἐξ ἑτέρης ἀνιοῦσι. τότ’ οὐκέτι Κήτεος οὐδὲν
ἕλκεται ἀμφοτέρωθεν, ὅλον δέ μιν ὄψεαι ἤδη.
ἤδη καὶ Ποταμοῦ πρώτην ἁλὸς ἐξανιοῦσαν
ἀγὴν ἐν καθαρῷ πελάγει σκέψαιτό κε ναύτης,
αὐτὸν ἐπ’ Ὠρίωνα μένων, εἴ οἵ ποθι σῆμα
νυκτὸς μέτρων ἠὲ πλόου ἀγγείλειεν.
πάντη γὰρ τά γε πολλὰ θεοὶ ἄνδρεσσι λέγουσιν.
οὐχ ὁράᾳς; ὀλίγη μὲν ὅταν κεράεσσι σελήνη
ἑσπερόθεν φαίνηται, ἀεξομένοιο διδάσκει
μηνός· ὅτε πρώτη ἀποκίδναται αὐτόθεν αὐγή,
ὅσσον ἐπισκιάειν, ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα·
ὀκτὼ δ’ ἐν διχάσει· διχόμηνα δὲ παντὶ προσώπῳ.
αἰεὶ δ’ ἄλλοθεν ἄλλα παρακλίνουσα μέτωπα
εἴρει ὁποσταίη μηνὸς περιτέλλεται ἠώς.
ἄκρα γε μὴν νυκτῶν κεῖναι δυοκαίδεκα μοῖραι
ἄρκιαι ἐξειπεῖν. τὰ δέ που μέγαν εἰς ἐνιαυτόν,
ὥρη μέν τ’ ἀρόσαι νειούς, ὥρη δὲ φυτεῦσαι,
ἐκ Διὸς ἤδη πάντα πεφασμένα πάντοθι κεῖται.
καὶ μέν τις καὶ νηῒ πολυκλύστου χειμῶνος
ἐφράσατ’ δεινοῦ μεμνημένος Ἀρκτούροιο
ἠέ τεων ἄλλων, οἵ τ’ ὠκεανοῦ ἀρύονται
ἀστέρες ἀμφιλύκης, οἵ τε πρώτης ἔτι νυκτός.
ἤτοι γὰρ τοὺς πάντας ἀμείβεται εἰς ἐνιαυτὸν
ἠέλιος μέγαν ὄγμον ἐλαύνων, ἄλλοτε δ’ ἄλλῳ
ἐμπλήσει, τοτὲ μέν τ’ ἀνιὼν τοτὲ δ’ αὐτίκα δύνων·
ἄλλος δ’ ἀλλοίην ἀστὴρ ἐπιδέρκεται ἠῶ.
γινώσκεις τάδε καὶ σύ, τὰ γὰρ συναείδεται ἤδη
ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο,
ὅσσα τ’ ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα
νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος,
οἵ τε Ποσειδάωνος ὁρώμενοι Διὸς αὐτοῦ
ἀστέρες ἀνθρώποισι τετυγμένα σημαίνουσιν.
τῶ κείνων πεπόνησο· μέλοι δέ τοι, εἴ ποτε νηῒ
πιστεύεις, εὑρεῖν ὅσα που κεχρημένα κεῖται
σήματα χειμερίοις ἀνέμοις λαίλαπι πόντου.
μόχθος μέν τ’ ὀλίγος, τὸ δὲ μυρίον αὺτίκ’ ὄνειαρ
γίνετ’ ἐπιφροσύνης αἰεὶ πεφυλαγμένῳ ἀνδρί.
αὐτὸς μὲν τὰ πρῶτα σαώτερος, εὖ δὲ καὶ ἄλλον
παρειπὼν ὤνησεν, ὅτ’ ἐγγύθεν ὤρορε χειμών.
πολλάκι γὰρ καί τίς τε γαληναίῃ ὑπὸ νυκτὶ
νῆα περιστέλλει πεφοβημένος ἦρι θαλάσσης·
ἄλλοτε δὲ τρίτον ἦμαρ ἐπιτρέχει, ἄλλοτε τέμπτον,
ἄλλοτε δ’ ἀπρόφατον κακὸν ἵκετο· πάντα γὰρ οὔπω
ἐκ Διὸς ἄνθρωποι γινώσκομεν, ἀλλ’ ἔτι πολλὰ
κέκπυπται, τῶν αἴ κε θέλῃ καὶ ἐσαυτίκα δώσει
Ζεύς· γὰρ οὖν γενεὴν ἀνδρῶν ἀναφανδὸν ὀφέλλει,
πάντοθεν εἰδόμενος, πάντη δ’ γε σήματα φαίνων.
ἄλλα δέ τοι ἐρέει ἤπου διχόωσα σελήνη
πληθύος ἀμφοτέρωθεν αὐτίκα πεπληθυῖα·
ἄλλα δ’ ἀνερχόμενος, τοτὲ δ’ ἄκρῃ νυκτὶ κελεύων
ἠέλιος· τὰ δέ τοι καὶ ἀπ’ ἄλλων ἔσσεται ἄλλα
σήματα καὶ περὶ νυκτὶ καὶ ἤματι ποιήσασθαι.
σκέπτεο δέ πρῶτον κεράων ἑκάτερθε σελήνην.
ἄλλοτε γάρ τ’ ἄλλῃ μιν ἐπιγράφει ἕσπερος αἴγλῃ,
ἄλλοτε δ’ ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην
εὐθὺς ἀεξομένην, αἱ μὲν τρίτῃ, αἱ δὲ τετάρτῃ·
τάων καὶ πεπὶ μηνὸς ἐφεσταότος κε πύθοιο.
λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα
εὔδιός κ’ εἴη· λεπτὴ δὲ καὶ εὖ μάλ’ ἐρευθὴς
πνευματίη· παχίων δέ καὶ ἀμβλείῃσι κεραίαις
τέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσα
νότῳ ἄμβλυνται ὕδατος ἐγγὺς ἐόντος.
εἰ δέ κ’ ἀπ’ ἀμφοτέρων κεράων, τρίτον ἦμαρ ἄγουσα,
μήτ’ ἐπινευστάζῃ μήθ’ ὑπτιόωσα φαείνῃ,
ἀλλ’ ὀρθαὶ ἑκάτερθε περιγνάμπτωσι κεραῖαι,
ἑσπέριοί κ’ ἄνεμοι κείνην μετὰ νύκτα φέροιντο.
εἰ δ’ αὕτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινεῖ,
τ’ ἄν χειμῶνος συναγειρομένοιο διδάσκοι.
εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύῃ,
δειδέχθαι βορέω· ὅτε δ’ ὑπτιάῃσι, νότοιο.
αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσῃ
πάντη ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη·
μείζονι δ’ ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο.
σκέπτεο δ’ ἐς πληθύν τε καὶ ἀμφότερον διχόωσαν,
ἠμὲν ἀεξομένην ἠδ’ ἐς κέρας αὖθις ἰοῦσαν,
καί οἱ ἐπὶ χροιῇ τεκμαίρεο μηνὸς ἑκάστου.
πάντη γὰρ καθαρῇ κε μάλ’ εὔδια τεκμήραιο·
πάντα δ’ ἐρευθομένῃ δοκέειν ἀνέμοιο κελεύθους·
ἄλλοθι δ’ ἄλλο μελαινομένῃ δοκέειν ὑετοῖο.
σήματα δ’ οὐ μάηα πᾶσιν ἐπ’ ἤμασι πάντα τέτυκται·
ἀλλ’ ὅσα μὲν τριτάτῇ τε τεταρταίῃ τε πέλονται,
μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπ’ αὐτὴν
σημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνου
ἐς διχάδα φθιμένην· ἔχεται δέ οἱ αὐτίκα τετρὰς
μηνὸς ἀποιχομένου, τῇ δὲ τριτάτη ἐπιόντος.
εἰ δέ κέ μιν πεπὶ πᾶσαν ἀλωαὶ κυκλώσωνται
τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μί’ οἴη,
τῇ μὲν ἰῇ ἀνέμοιο γαληναίης τε δοκεύειν,
ῥηγνυμένῃ ἀνέμοιο, μαραινομένῃ δὲ γαλήνης·
ταὶ δύο δ’ ἂν χειμῶνι περιτροχάοιντο σελήνην·
μείζονα δ’ ἂν χειμῶνα φέροι τριέλικτος ἀλωή,
καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον.
καὶ τὰ μὲν οὖν ἐπὶ μηνὶ σεληναίης κε πύθοιο.
ἠελίοιο δέ τοι μελέτω ἑκάτερθεν ἰόντος.
ἠελίῳ καὶ μᾶλλον ἐοικότα σήματα κεῖται,
ἀμφότερον δύνοντι καὶ ἐκ περάτης ἀνιόντι.
μή οἱ ποικίλλοιτο νέον βάλλοντος ἀρούρας
κύκλος, ὅτ’ εὐδίου κεχρημένος ἤματος εἴης,
μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντη.
εἰ δ’ αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη,
δύνοι δ’ ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην,
καί κεν ἐπερχομένη ἠοῦς ἔθ’ ὑπεύδιος εἴη.
ἀλλ’ οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλλῃ,
οὐδ’ ὁπότ’ ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα
σχιζόμεναι βάλλωσι, τὰ δ’ αὖ περὶ μέσσα φαείνῃ,
ἀλλά που ὑετοῖο διέρχεται ἀνέμοιο.
σκέπτεο δ’, εἴ κέ τοι αὐγαὶ ὑπείκως’ ἠελίοιο,
αὐτὸν ἐς ἠέλιον· τοῦ γὰρ σκοπιαὶ ἄρισται·
εἴ τί οἱ ἤπου ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ
ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα,
εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστω
σήματα μέλλοντος, τὰ δ’ ἐρεύθεα πάντ’ ἀνέμοιο.
εἴ γε μὲν ἀμφοτέροις ἄμυδις κεχρημένος εἴη,
καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο.
εἰ δέ οἱ ἀνιόντος αὐτίκα δυομένοιο
ἀκτῖνες συνίωσι καὶ ἀμφ’ ἑνὶ πεπλήθωσιν,
ποτε καὶ νεφέων πεπιεσμένος γ’ ἐς ἠῶ
ἔρχηται παρὰ νυκτός, ἐξ ἠοῦς ἐπὶ νύκτα,
ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα.
μηδ’ ὅτε οἱ ὀλίγη νεφέλη πάρος ἀντέλλῃσιν,
τὴν δὲ μέτ’ ἀκτίνων κεχρημένος αὐτὸς ἀερθῇ,
ἀμνηστεῖν ὑετοῖο. πολὺς δ’ ὅτε οἱ περὶ κύκλος
οἷον τηκομένῳ ἐναλίγκιος εὐρύνηται
πρῶτον ἀνερχομένοιο, καὶ ἄψ ἐπὶ μεῖον ἴῃσιν,
εὔδιός κε φέροιτο· καὶ εἴ ποτε χείματος ὥρῃ
ὠχρήσαι κατιών. ἀτὰρ ὕδατος ἡμερινοῖο
γινομένου κατότισθε περὶ νέφεα σκοπέεσθαι
κὰδ δὴ δυομένου τετραμμένος ἠελίοιο.
ἢν μὲν ὑποσκιάῃσι μελαινομένῃ εἰκυῖα
ἠέλιον νεφέλη, ταὶ δ’ ἀμφί μιν ἔνθα καὶ ἔνθα
ἀκτῖνες μεσσηγὺς ἐλισσόμεναι διχόωνται,
τ’ ἂν ἔτ’ εἰς ἠῶ σκέπαος κεχρημένος εἴης.
εἰ δ’ μὲν ἀνέφελος βάπτοι ῥόου ἑσπερίοιο,
ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἔτ’ οἰχομένοιο
πλησίαι ἑστήκωσιν ἐρευθέες οὔ σε μάλα χρὴ
αὔριον οὐδ’ ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο·
ἀλλ’ ὁπότ’ ἠελίοιο μαραινομένῃσιν ὁμοῖαι
ἐξαπίνης ἀκτῖνες ἀπ’ οὐρανόθεν τανύωνται,
οἶον ἀμαλδύνονται ὅτε σκιάῃσι κατ’ ἰθὺ
ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη.
οὐδ’, ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ
φαίνονται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι,
ἄρραντοι γίνονται ἐπ’ ἤματι κείνῳ ἄρουραι.
μηδ’ αὕτως, ἔτ’ ἐόντι πέρην ὁπότε προταθεῖσαι
ἀκτῖνες φαίνονται ἐπίσκιοι ἠῶθι πρό,
ὕδατος ἀνέμοιο κατοισομένου λελαθέσθαι.
ἀλλ’ εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντο
ἀκτῖνες, μᾶλλόν κεν ἐφ’ ὕδατι σημαίνοιεν·
εἰ δ’ ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν,
οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα,
τ’ ἂν ἐπερχομένοιο περιδνοφέοιντ’ ἀνέμοιο.
οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἀλωαὶ
εὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαι
μᾶλλον χειμέριαι· δύο δ’ ἂν χαλεπώτεραι εἶεν.
σκέπτεο δ’ ἀνιόντος αὐτίκα δυομένοιο,
εἴ πού οἱ νεφέων τὰ παρήλια κικλήσκονται
νότον ἠὲ βορῆος ἐρεύθεται ἑκάτερθεν,
μηδ’ οὕτω σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν.
οὐ γάρ, ὅτ’ ἀμφοτέρωθεν ἁμοῦ περὶ μέσσον ἔχουσιν
ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο,
γίνεται ἀμβολίη διόθεν χειμῶνος ἰόντος.
εἴ γε μὲν ἐκ βορέαο μί’ οἴη φοινίσσοιτο,
ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο,
καί που ῥαθάμιγγες ἐπιτροχόως’ ὑετοῖο.
ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις·
ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.
σκέπτεο καὶ φάτνην. μέν τ’ ὀλίγῃ εἰκυῖα
ἀχλύϊ βορραίη ὑπὸ Καρκίνῳ ἡγηλάζει·
ἀμφὶ δέ μιν δύο λεπτὰ φαεινόμενοι φορέονται
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλ’ ἐγγύς,
ἀλλ’ ὅσσον τε μάλιστα πυγούσιον οἰίσασθαι·
εἶς μὲν πὰρ βορέαο· νότῳ δ’ ἐπικέκλιται ἄλλος.
καὶ ταὶ μὲν καλέονται ὄνοι· μέσση δέ τε Φάτνη.
ἥτε καὶ ἐξαπίνης πάντη Διὸς εὐδιόωντος
γίνετ’ ἄφαντος ὅλη· τοὶ δ’ ἀμφοτέρωθεν ἰόντες
ἀστέρες ἀλλήλων αὐτοσχεδὸν ἰνδάλλονται·
οὐκ ὀλίγῳ χειμῶνι τότε κλύζονται ἄρουραι.
εἰ δὲ μελαίνηται, τοὶ δ’ αὐτίκ’ ἐοικότες ὦσιν
ἀστέρες ἀμφότεροι, περί χ’ ὕδατι σημαίνοιεν.
εἰ δ’ μὲν ἐκ βορέω Φάτνης ἀμενηνὰ φαείνοι
λεπτὸν ἐπαχλύων, νότιος δὌνος ἀγλαὸς εἴη,
δειδέχθαι ἀνέμοιο νότου· βορέω δὲ μάλα χρή
ἔμπαλιν ἀχλυόεντι φαεινομένῳ τε δοκεύειν.
σῆμα δέ τοι ἀνέμοιο καὶ οἰδαίνουσα θάλασσα
γινέσθω καὶ μακρὸν ἐπ’ αἰγιαλοὶ βοόωντες,
ἀκταί τ’ εἰνάλιοι ὁπότ’ εὔδιοι ἠχήεσσαι
γίνονται, κορυφαί τε βοώμεναι οὔρεος ἄκραι.
καὶ δ’ ἄν ἐπὶ ξηρὴν ὅτ’ ἐρωδιὸς οὐ κατὰ κόσμον
ἐξ ἁλὸς ἔρχηται φωνῇ περιπολλὰ λεληκώς,
κινυμένου κε θάλασσαν ὕπερ φορέοιτ’ ἀνέμοιο.
καί ποτε καὶ κέπφοι, ὁπότ’ εὔδιοι ποτέονται,
ἀντία μελλόντων ἀνέμων εἰληδὰ φέρονται.
πολλάκι δ’ ἀγριάδες νῆσσαι εἰναλίδιναι
αἴθυιαι χερσαῖα τινάσσονται πτερύγεσσιν·
νεφέλη ὄρεος μηκύνεται ἐν κορυφῇσιν.
ἤδη καὶ πάπποι, λευκῆς γήρειον ἀκάνθης,
σῆμ’ ἐγένοντ’ ἀνέμου, κωφῆς ἁλὸς ὁππότε πολλοὶ
ἄκρον ἐπιπλώωσι, τὰ μὲν πάρος, ἄλλα δ’ ὀπίσσω.
καὶ θέρεος βρονταί τε καὶ ἀστραπαὶ ἔνθεν ἴωσιν,
ἔνθεν ἐπερχομένοιο περισκοπέειν ἀνέμοιο.
καὶ διὰ νύκτα μέλαιναν ὅτ’ ἀστέρες ἀΐσσωσιν
ταρφέα, ταὶ δ’ ὄπιθεν ῥυμοὶ ὑπολευκαίνωνται,
δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοιο
πνεύματος· ἢν δὲ καὶ ἄλλοι ἐναντίοι ἀΐσσωσιν,
ἄλλοι δ’ ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο
παντοίων ἀνέμων, οἵ τ’ ἄκριτοί εἰσι μάλιστα,
ἄκριτα δὲ πνείουσιν ἐπ’ ἀνδράσι τεκμήρασθαι.
αὐτάρ ὅτ’ ἐξ εὔροιο καὶ ἐκ νότου ἀστράπτῃσιν,
ἄλλοτε δ’ ἐκ ζεφύροιο, καὶ ἄλλοτε πὰρ βορέαο,
δὴ τότε τις πελάγει ἔνι δείδιε ναυτίλος ἀνήρ,
μή μιν τῇ μὲν ἔχῃ πέλαγος τῇ δ’ ἐκ Διὸς ὕδωρ·
ὕδατι γὰρ τοσσαίδε περὶ στεροπαὶ φορέονται.
πολλάκι δ’ ἐρχομένων ὑετῶν νέφεα προπάροιθεν
οἶα μάλιστα πόκοισιν ἐοικότα ἰνδάλλονται,
διδύμη ἔζωσε διὰ μέγαν οὐρανὸν ἶρις,
καί πού τις ἅλωα μελαινομένην ἔχει ἀστήρ.
πολλάκι λιμναῖαι εἰνάλιαι ὄρνιθες
ἄπληστον κλύζονται ἐνιέμεναι ὑδάτεσσιν,
λίμνην πέρι δηθὰ χελιδόνες ἀΐσσονται
γαστέρι τύπτουσαι αὕτως εἰλυμένον ὕδωρ,
μᾶλλον δειλαὶ γενεαί, ὕδροισιν ὄνειαρ,
αὐτόθεν ἐξ ὕδατος πατέρες βοόωσι γυρίνων,
τρύζει ὀρθρινὸν ἐρημαίη ὀλολυγών,
που καὶ λακέρυζα παρ’ ἠϊόνι προὐχούσῃ
χείματος ἐρχομένου χέρσῳ ὑπέτυψε κορώνη,
που καὶ ποταμοῖο ἐβάψατο μέχρι παρ’ ἄκρους
ὤμους ἐκ κεφαλῆς, καὶ μάλα πᾶσα κολυμβᾷ,
πολλὴ στρέφεται παρ’ ὕδωρ παχέα κρώζουσα.
καὶ βόες ἤδη τοι πάρος ὕδατος ἐνδίοιο
οὐρανὸν εἰσανιδόντες ἀπ’ αἰθέρος ὠσφρήσαντο·
καὶ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα
θᾶσσον ἀνηνέγκαντο· καὶ ἀθρόοι ὦφθεν ἴουλοι
τείχη ἀνέρποντες, καὶ πλαζόμενοι σκώληκες
κεῖνοι, τοὺς καλέουσι μελαίνης ἔντερα γαίης.
καὶ τιθαὶ ὄρνιθες, ταὶ ἀλέκτορος ἐξεγένοντο,
εὖ ἐφθειρίσσαντο καὶ ἔκρωξαν μάλα φωνῇ,
οἷόν τε σταλάον ψοφέει ἐπὶ ὕδατι ὕδωρ.
δή ποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν
ὕδατος ἐρχομένοιο Διὸς πάρα σῆμ’ ἐγένοντο,
φαινόμενοι ἀγεληδὰ καὶ ἱρήκεσσιν ὁμοῖον
φθεγξάμενοι. καί που κόρακες δίους σταλαγμοὺς
φωνῇ ἐμιμήσαντο σὺν ὕδατος ἐρχομένοιο·
ποτε καὶ κρώξαντε βαρείῃ δισσάκι φωνῇ
μακρὸν ἐπιρροιζεῦσι τιναξάμενοι πτερὰ πυκνά·
καὶ νῆσσαι οἰκουροὶ ὑπωρόφιοί τε κολοιοὶ
ἐρχόμενοι κατὰ γεῖσα τινάσσονται πτερύγεσσιν,
ἐπὶ κῦμα διώκει ἐρωδιὸς ὀξὺ λεληκώς.
τῶν τοι μηδέν ἀπόβλητον πεφυλαγμένῳ ὕδωρ
γινέσθω· μηδ’ εἴ κεν ἐπὶ πλέον ἠὲ πάροιθεν
δάκνωσιν μυῖαι καὶ ἐφ’ αἵματος ἱμείρωνται,
λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαν
νύκτα κατὰ σκοτίην· μηδ’ ἢν ὑπὸ χείματος ὥρην
λύχνων ἄλλοτε μέν τε φάος κατά κόσμον ὀρώρῃ,
ἄλλοτε δ’ ἀΐσσωσιν ἄπο φλόγες ἠΰτε κοῦφαι
πομφόλυγες, μηδ’ εἴ κεν ἐπ’ αὐτόφι μαρμαίρωσιν
ἀκτῖνες, μηδ’ ἢν θέρεος μέγα πεπταμένοιο
νησαῖοι ὄρνιθες ἐπασσύτεροι φορέωνται.
μηδὲ σύ γ’ χύτρης ἠὲ τρίποδος πυριβήτεω,
σπινθῆρες ὅτ’ ἔωσι πέρι πλέονες, λελαθέσθαι·
μηδὲ κατὰ σποδιὴν ὁπότ’ ἄνθρακος αἰθομένοιο
λάμπηται πέρι σήματ’ ἐοικότα κεγχρείοισιν,
ἀλλ’ ἐπὶ καὶ τὰ δόκευε περισκοπέων ὑετοῖο.
εἴ γε μὲν ἠερόεσσα παρὲξ ὄρεος μεγάλοιο
πυθμένα τείνηται νεφέλη, ἄκραι δὲ κολῶναι
φαίνωνται καθαραί, μάλα κεν τόθ’ ὑπεύδιος εἴης.
εὔδιός κ’ εἴης καί ὅτε πλατέος παρὰ πόντου
φαίνηται χθαμαλὴ νεφέλη, μηδ’ ὑψόθι κύρῃ,
ἀλλ’ αὐτοῦ πλαταμῶνι παραθλίβηται ὁμοίη.
σκέπτεο δ’ εὔδιος μὲν ἐὼν ἐπὶ χείματι μᾶλλον,
ἐς δὲ γαληναίην χειμωνόθεν. εὖ δὲ μάλα χρὴ
ἐς Φάτνην ὁράᾳν, τὴν Καρκίνος ἀμφιελίσσει,
πρῶτα καθαιρομένην πάσης ὑπένερθεν ὁμίχλης·
κείνη γὰρ φθίνοντι καθαίρεται ἐν χειμῶνι.
καὶ φλόγες ἡσύχιαι λύχνων καὶ νυκτερίη γλαὺξ
ἥσυχον ἀείδουσα μαραινομένου χειμῶνος
γινέσθω τοι σῆμα, καὶ ἥσυχα ποικίλλουσα
ὥρῃ ἐν ἑσπερίῃ κρώξῃ πολύφωνα κορώνη·
καὶ κόρακες μοῦνοι μὲν ἐρημαῖοι βοοῶντες
δισσάκις, αὐτὰρ ἔπειτα μετ’ ἀθρόα κεκλήγοντες·
πλειότεροι δ’ ἀγεληδόν, ἐπὴν κοίτοιο μέδωνται,
φωνῆς ἔμπλειοι· χαίρειν κέ τις οἰίσσαιτο,
οἷα τὰ μὲν βοόωσι λιγαινομένοισιν ὁμοῖα,
πολλὰ δὲ δενδρείοιο περὶ φλόον, ἄλλοτ’ ἐπ’ αὐτοῦ,
ἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται.
καὶ δ’ ἄν που γέρανοι μαλακῆς προπάροιθε γαλήνης
ἀσφαλέως τανύσαιεν ἕνα δρόμον ἤλιθα πᾶσαι,
οὐδὲ παλιρρόθιοί κεν ὑπεύδιοι φορέοιντο.
ἦμος δ’ ἀστερόθεν καθαρὸν φὰος ἀμβλύνηται,
οὐδέ ποθεν νεφέλαι πεπιεσμέναι ἀντιόωσιν,
οὐδέ ποθεν ζόφος ἄλλος ὑποτρέχῃ οὐδὲ σελήνη,
ἀλλὰ τά γ’ ἐξαπίνης αὕτως ἀμενηνὰ φέρωνται,
μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω,
ἀλλ’ ἐπὶ χεῖμα δόκευε· καὶ ὁππότε ταὶ μὲν ἔωσιν
αὐτῇ ἐνὶ χώρῃ νεφέλαι, ταὶ δ’ ἄλλαι ὑπ’ αὐταῖς
ταὶ μὲν ἀμειβόμεναι, ταὶ δ’ ἐξόπιθεν φορέωνται.
καὶ χῆνες κλαγγηδὸν ἐπειγόμεναι βρωμοῖο
χειμῶνος μέγα σῆμα, καὶ ἐννεάγηρα κορώνη
νύκτερον ἀείδουσα, καὶ ὀψὲ βοῶντε κολοιοί,
καὶ σπίνος ἠῶα σπίζων, καὶ ὄρνεα πάντα
ἐκ πελάγους φεύγοντα, καὶ ὀρχίλος καὶ ἐριθεὺς
δύνων ἐς κοίλας ὀχεάς, καὶ φῦλα κολοιῶν
ἐκ νομοῦ ἐρχόμενα τραφεροῦ ἐπὶ ὄψιον αὖλιν.
οὐδ’ ἂν ἐπιξουθαὶ μεγάλου χειμῶνος ἰόντος
πρόσσω ποιήσαιντο νομὸν κηροῖο μέλισσαι,
ἀλλ’ αὐτοῦ μέλιτός τε καὶ ἔργων εἱλίσσονται·
οὐδ’ ὑψοῦ γεράνων μακραὶ στίχες αὐτὰ κέλευθα
τείνονται, στροφάδες δὲ παλιμπετὲς ἀπονέονται.
μηδ’, ὅτε νηνεμίῃ κεν ἀράχνια λεπτὰ φέρηται,
καὶ φλόγες αἰθύσσωσι μαραινόμεναι λύχνοιο,
πῦρ αὔηται σπουδῇ καὶ ὑπεύδια λύχνα,
πιστεύειν χειμῶνι. τί τοι λέγω ὅσσα πέλονται
σήματ’ ἐπ’ ἀνθρώπους; δὴ γὰρ καὶ ἀεικέϊ τέθρῃ
αὐτοῦ πηγνυμένῃ νιφετοῦ ἐπιτεκμήραιο,
καὶ λύχνῳ χιόνος, κέγχροις ὅτ’ ἐοικότα πάντη
κύκλῳ σήματ’ ἔχει πυριλαμπέος έγγύθι μύξης,
ἄνθρακι δὲ ζώοντι χαλάζης, ὁππότε λαμπρὸς
αὐτὸς ἐείδηται, μέσσῳ δέ οἱ ἠΰτε λεπρὴ
φαίνηται νεφέλη, πυρὸς ἔνδοθεν αἰθομένοιο.
πρῖνοι δ’ αὖ καρποῖο καταχθέες οὐδὲ μέλαιναι
σχῖνοι ἀπείρητοι· πάντη δέ τε πολλὸς ἀλωεὺς
αἰεὶ παπταίνει, μή οἱ θέρος ἐκ χερὸς ἔρρῃ.
πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαι
χειμῶνός κε λέγοιεν ἐπὶ πλέον ἰσχύσοντος.
μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη,
τηλοτέρω δ’ αὐχμοῖο συνασταχύοιεν ἄρουραι.
τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ οἱ αὖξαι
γίνονται καρποῖο, φέρει δέ τε σήμαθ’ ἑκάστη
ἑξείης ἀρότῳ. καὶ γάρ τ’ ἀροτήσιον ὥρην
τριπλόα μείρονται, μέσσην καὶ ἐπ’ ἀμφότερ’ ἄκρα·
πρῶτος μὲν πρώτην ἄροσιν, μέσσος δέ τε μέσσην
καρπὸς ἀπαγγέλλει, πυμάτην γε μὲν ἔσχατος ἄλλων.
ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται,
κείνῳ γ’ ἐξ ἄλλων ἄροσις πολυλήϊος εἴη,
τῷ δέ γ’ ἀφαυροτάτῳ ὀλίγη, μέσσῳ δέ τε μέσση.
αὕτως δ’ ἀνθέρικος τριχθὰ σκίλλης ὑπερανθεῖ
σήματ’ ἐπιφράσσασθαι ὁμοιίου ἀμητοῖο.
ὅσσα δ’ ἐνὶ σχίνου ἀροτὴρ ἐφράσσατο καρπῷ,
τόσσα δὲ καὶ σκίλλης τεκμαίρεται ἄνθεϊ λευκῷ.
αὐτὰρ ὅτε σφῆκες μετοπωρινὸν ἤλιθα πολλοὶ
πάντη βεβρίθωσι, καὶ ἑσπαρίων προπάροιθεν
πληϊάδων εἴποι τις ἐπερχόμενον χειμῶνα,
οἷος ἐπὶ σφήκεσσιν ἑλίσσεται αὐτίκα δῖνος.
θήλειαι δὲ σύες, θήλεια δὲ μῆλα καὶ αἶγες
ὁππότ’ ἀναστρωφῶσιν ὀχῆς, τὰ δέ γ’ ἄρσενα πάντα
δεξάμεναι πάλιν αὖτις ἀναβλήδην ὀχέωνται,
αὕτως κε σφήκεσσι μέγαν χειμῶνα λέγοιεν.
ὀψὲ δὲ μισγομένων αἰγῶν μήλων τε συῶν τε
χαίρει ἄνολβος ἀνήρ, οἱ οὐ μάλα θαλπιόωντι
εὔδιον φαίνουσι βιβαιόμεναι ἐνιαυτόν.
χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺς
ὥριον ἐρχομέναις, δ’ ἀώριος αὐτίκα μᾶλλον·
αὕτως γὰρ χειμῶνες ἐπέρχονται γεράνοισιν·
πρώϊα μὲν καὶ μᾶλλον ὁμιλαδὸν ἐρχομένῃσιν
πρώιον· αὐτὰρ ὅτ’ ὀψὲ καὶ οὐκ ἀγεληδὰ φανεῖσαι
πλειότερον φορέονται ἐπὶ χρόνον οὐδ’ ἅμα πολλαί,
ἀμβολίῃ χειμῶνος ὀφέλλεται ὕστερα ἔργα.
εἰ δὲ βόες καὶ μῆλα μετὰ βρίθουσαν ὀπώρην
γαῖαν ἀρύσσωσιν, κεφαλὰς δ’ ἀνέμοιο βορῆος
ἀντία τείνωσιν, μάλα κεν τότε χείμερον αὐταὶ
Πληϊάδες χειμῶνα κατερχόμεναι φορέοιεν.
μὴ δὲ λίην ὀρύχοιεν· ἐπεὶ μέγας οὐ κατὰ κόσμον
γίνεται οὔτε φυτοῖς χειμὼν φίλος οὔτ’ ἀρότοισιν.
ἀλλὰ χιὼν εἴη πολλὴ μεγάλαις ἐν ἀρούραις,
μήπω κεκριμένῃ μηδὲ βλωθρῇ ἐπὶ ποίῃ,
ὄφρα τις εὐεστοῖ χαίρῃ ποτιδέγμενος ἀνήρ.
οἱ δ’ εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί·
μηδ’ εἷς μήτε δύω μήτε πλέονες κομόωντες·
πολλοὶ γὰρ κομόωσιν ἐπ’ αὐχμηρῷ ἐνιαυτῷ.
οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ,
ἐκ νήσων ὅτε πολλαἰ ἐπιπλήσσωσιν ἀρούραις,
ἐρχομένου θέρεος χαίρει· περιδείδιε δ’ αἰνῶς
ἀμητῷ, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθῃ
αὐχμῷ ἀνιηθείς. χαίρει δέ που αἰπόλος ἀνὴρ
αὐταῖς ὀρνίθεσσιν, ἐπὴν κατὰ μέτρον ἴωσιν,
ἐλπόμενος μετέπειτα πολυγλαγέος ἐνιαυτοῦ.
οὕτω γὰρ μογεροὶ καὶ ἀλήμονες ἄλλοθεν ἄλλοι
ζώομεν ἄνθρωποι. τὰ δὲ πὰρ ποσὶ πάντες ἑτοῖμοι
σήματ’ ἐπιγνῶναι καὶ ἐσαυτίκα ποιήσασθαι.
Ἀρνάσι μὲν χειμῶνας ἐτεκμήραντο νομῆες,
ἐς νομὸν ὁππότε μᾶλλον ἐπειγόμενοι τροχόωσιν,
ἄλλοι δ’ ἐξ ἀγέλης κριοί, ἄλλοι δὲ καὶ ἀμνοὶ
εἰνόδιοι παίζωσιν ἐρειδόμενοι κεράεσσιν·
ὁπότ’ ἄλλοθεν ἄλλοι ἀναπλήσσωσι πόδεσσιν
τέτρασιν οἱ κοῦφοι, κεραοί γε μὲν ἀμφοτέροισιν·
καὶ ὅτ’ ἐξ ἀγἐλης ἀεκούσια κινήσωσιν
δείελον εἰσελάοντες ὅμως, τὰ δὲ πάντοθι ποίης
δάκνωσιν πυκινῇσι κελευόμενα λιθάκεσσιν.
ἐκ δὲ βοῶν ἐπύθοντ’ ἀρόται καὶ βουκόλοι ἄνδρες
κινυμένου χειμῶνος· ἐπεὶ βόες ὁππότε χηλὰς
γλώσσῃ ὑπωμαίοιο ποδὸς περιλιχμήσωνται,
κοίτῳ πλευρὰς ἐπὶ δεξιτερὰς τανύσωνται,
ἀμβολίην ἀρότοιο γέρων ἐπιέλπετ’ ἀροτρεύς.
οὐδ’ ὅτε μυκηθμοῖο περίπλειοι ἀγέρωνται
ἐρχόμεναι σταθμόνδε βόες βουλύσιον ὥρην,
σκυθραὶ λειμῶνος πόριες καὶ βουβοσίοιο
αὐτίκα τεκμαίρονται ἀχείμεροι ἐμπλήσεσθαι.
οὐδ’ αἶγες πρίνοιο περισπεύδουσαι ἀκάνθαις
εὔδιοι, οὐδὲ σύες φορυτῷ ἐπιμαργαίνουσαι.
καὶ λύκος ὁππότε μακρὰ μονόλυκος ὠρύηται,
ὅγ’ ἀροτρήων ὀλίγον πεφυλαγμένος ἀνδρῶν
ἔργα κατέρχηται, σκέπαος χατέοντι ἐοικώς,
ἐγγύθεν ἀνθρώπων, ἵνα οἱ λέχος αὐτόθεν εἴη,
τρὶς περιτελλομένης ἠοῦς χειμῶνα δοκεύειν.
οὕτω καὶ προτέροις ἐπὶ σήμασι τεκμήραιο
ἐσσομένων ἀνέμων χείματος ὑετοῖο,
αὐτὴν μετὰ τὴν καὶ τριτάτην ἔτ’ ἐς ἠῶ.
ἀλλὰ γὰρ οὐδὲ μύες, τετριγότες εἴ ποτε μᾶλλον
εὔδιοι ἐσκίρτησαν ἐοικότες ὀρχηθμοῖσιν,
ἄσκεπτοι ἐγένοντο παλαιοτέροις ἀνθρώποις·
οὐδὲ κύνες· καὶ γάρ τε κύων ὠρύξατο ποσσὶν
ἀμφοτέροις χειμῶνος ἐπερχομένοιο δοκεύων,
καὶ κεῖνοι χειμῶνα μύες τότε μαντεύονται.
καὶ μὴν ἐξ ὕδατος καὶ καρκίνος ᾤχετο χέρσον,
χειμῶνος μέλλοντος ἐπαΐσσεσθαι ὁδοῖο.
καὶ μύες ἡμέριοι ποσσὶ στιβάδα στρωφῶντες
κοίτης ἱμείρονται, ὅτ’ ὄμβρου σήματα φαίνοι.
τῶν μηδὲν κατόνοσσο· καλὸν δ’ ἐπὶ σήματι σῆμα
σκέπτεσθαι· μᾶλλον δὲ δυοῖν εἰς ταὐτὸν ἰόντων
ἐλπωρὴ τελέθοι, τριτάτῳ δέ κε θαρσήσειας.
αἰεὶ δ’ ἂν παριόντος ἀριθμοίης ἐνιαυτοῦ
σήματα, συμβάλλων εἴ που καὶ ἐπ’ ἀστέρι τοίη
ἠὼς ἀντέλλοντι φαείνεται κατιόντι,
ὁπποίην καὶ σῆμα λέγοι, μάλα δ’ ἄρκιον εἴη
φράζεσθαι φθίνοντος ἐφισταμένοιό τε μηνὸς
τετράδας ἀμφοτέρας· αἱ γάρ τ’ ἄμυδις συνιόντων
μηνῶν πείρατ’ ἔχουσιν, ὅτε σφαλερώτερος αἰθὴρ
ὀκτὼ νυξὶ πέλει, χήτει χαροποῖο σελήνης.
τῶν ἄμυδις πάντων ἐσκεμμένος εἰς ἐνιαυτὸν
οὐδέποτε σχεδίως κεν ἐπ’ αἰθέρι τεκμήραιο.